Fragmenta ex commentariis in epistulam i ad Corinthios 1I Cor. i 2 [τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίο

 μαρτύρων εἰς Χριστὸν διὰ τοῦ θανάτου αὐτῶν ἐκεῖνος ὁ ἄρχων ἐστὶ τῶν μαρτύρων. τοῦτο μὲν τὸ μαρτύριον χριστοῦ παρ' οἷς μὲν βέβαιόν ἐστι, παρ' οἷς δὲ οὐ

 θαυμαστὸν εἰ, ὅλου τοῦ κόσμου λοιμώττοντος τῇ πλάνῃ, ὑπὲρ τοῦ λοιμοῦ τοῦ ἀληθινοῦ ἐχρῆν ἕνα ἀποθανεῖν ὑπὲρ τοῦ καταλύσαι τὸν τῆς ἀγνοίας καὶ τοῦ σκότο

 Σολομῶντος· τὴν δοκοῦσαν ἀπόλλυσι σοφίαν, οὐ τὴν ἀληθῆ. Πῶς δὲ καὶ Ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν; ἡ σοφία τοῦ θεοῦ ἐν

 τῶν καταργου μένων. ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· ἣν οὐδεὶς τῶν ἀρχόν

 σοφίαι πᾶσαι τοῦ κόσμου τούτου λόγοι εἰσὶ διδακτοὶ ἀνθρώπων, ἃ μανθάνει τις καθ' ἕκαστον τῶν λογικῶν τεχνῶν· τὰ δὲ διδακτὰ τοῦ πνεύματος οὐ διδάσκει·

 πνευματικοῦ. καὶ ταῦτα τολμῶ λέγειν πειθόμενος ταῖς γραφαῖς· οὐ γὰρ εἶπεν πᾶσαν πνευματικὴν τροφὴν ἀληθῆ εἶναι βρῶιν, λέγων ἡ άρξ μου ἀληθή ἐτι βρῶι.

 τὴν ἄκαρπον υκῆν. πᾶν γὰρ δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰ πῦρ βάλλεται. ἐπέχωμεν μὴ λεχθῇ περὶ ἡμῶν ἔμεινα ἵνα ποιήσῃ ταφυλήν, ἐποίηε

 Ἰουδαίᾳ οἱ ἀπόστολοι ἔθηκαν, ἐν δὲ τοῖς ἔθνεσιν ὁ ἀπότολο τῶν ἐθνῶν καὶ ὁ συνεργὸς αὐτοῦ Βαρνάβας· δεξιὰ γὰρ ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνία, ἵνα ἡμε

 υναρμολογουμένη εἰ ναὸν ἅγιον ἐν κυρίῳ. ∆ύναται δὲ καὶ ἕκαστος ἡμῶν καθ' ἑαυτὸν εἶναι ναὸς ἑτέρῳ λόγῳ· εἰ γὰρ ναός ἐστιν ὁ ἔχων δόξαν θεοῦ, πᾶς ὁ ἔχων

 τὰ ἐνεστῶτα δὲ ἡμῶν ἐστιν· ὅτι συναγόμεθα ἐν τῷ ἐνεστῶτι αἰῶνι, ὅτι ἀκούομεν γραφῶν ἱερῶν, ὅτι εὐχόμεθα. τὰ δὲ μέλλοντα· ὅταν γὰρ ἔλθῃ τὸ τέλειον, τότ

 φησι Γέγονα ἄφρων· ὑμεῖ με ἠναγκάατε· τοιοῦ τόν τι καὶ ἐνθάδε νοήσας λέγει. ἔστι τις ἀνθρωπίνη ἡμέρα, καὶ ἔστι τις θεία ἡμέρα, περὶ ἧς γέγραπται μυρία

 κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. ∆ύο δὲ λεγομένων πραγμάτων ὀφείλει τις εἶναι τούτων διαφορά· ἃ μὲν γὰρ ὠνόμασε κρυπτὰ σκότους

 οὐκ ἔλαβες; ἐπὶ τίνι δὲ μέγα φρονεῖς; ἐπ' εὐγλωττίᾳ; ἀλλ' ὁ θεός σοι ταύτην κεχάρισται. ἀλλ' ἐπὶ γνώσει; καὶ τοῦτο θεῖον τὸ δῶρον. ἀλλ' ἐπὶ θαυματουργ

 πάντε μαρτυρηθέντε διὰ τῆ πίτεω οὐκ ἐκομίαντο τὴν ἐπαγγελίαν, τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶ ἡμῶν τελειωθῶιν. διὰ τοῦτο φησ

 ἀληθῶς φρόνιμοι ἐν Χριστῷ, ἀλλὰ ταῦτα λέγων εἰρωνικῶς προέτρεπεν αὐτοὺς γενέσθαι φρονίμους ἐν Χριστῷ. Ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι· οὐκέτι προσέθηκε

 ἐν τῷ τὴν ῥάβδον ἔχοντι, καὶ οὐ δείκνυσι τὴν ἀγάπην ἐν τῇ ἀποτομίᾳ τῆς ἐπιπλήξεως. εἶτα τὴν αἰτίαν τῆς τοιαύτης πεύσεως ἐπιφέρει λέγων Ὅλως ἀκούεται ἐ

 διτάλαντον τοῦ ἀργυρίου καὶ ἔλαβε τὰς τολὰ ἀπὸ Νεμὰν τοῦ Σύρου; ἆρ' οὖν Ἐλισσαῖος μὲν ταύτην τὴν χάριν εἶχεν, Παῦλος δὲ ὁ τοῦ Χριστοῦ ἀπό στολος ὁ ζηλ

 ἄφεσιν μὲν οὐκ ἔχει ἁμαρτη μάτων δύναται δὲ τὴν ἁμαρτίαν ἐπικαλύψαι. Μακάριοι γάρ φησιν ὧν ἀφέ θηαν αἱ ἁμαρτίαι, τῶν ἀπὸ τῶν ἐθνῶν προσελθόντων· καὶ ὧ

 ἐκκλησίᾳ· καὶ ἔσται ψόγος τῶν κρινομένων ὅτε δέονται καὶ τῶν ἐξουθενημένων μᾶλλον ἢ τῶν σοφῶν· ὁ μὲν γὰρ τῷ λόγῳ ἀκολουθῶν, εἰ καὶ δεῖται κριτοῦ, δεῖτ

 ὑπό τινος.] [Ὠριγένους] Ὑπεράνω δεῖ εἶναι ὧν ἔλαβον ἐξουσίαν· ἃ καὶ ποιήσαντες οὐχ ἁμαρτησόμεθα. οὕτω γὰρ <οἱ> φιλοτιμότερον πολιτευόμενοι πολιτεύοντα

 πνεύ ματός ἐστιν, οὗ ἔχετε ἀπὸ <τοῦ> θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν, ἠγοράσθητε γὰρ τιμῆς. δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν.] [Ὠριγένους] Καλῶς ἀνθυπ

 ἐν τοῖς ἔργοις τοῦ γάμου ἢ τῇ προφάσει τοῦ ἑνὸς τὸν ἕτερον ἐκπεσεῖν τῆς ἐλπίδος τῆς ἐν Χριστῷ· πῶς γὰρ καὶ σωθήσεται ἔνοχος ὢν τῷ θανάτῳ τῆς γυναικός;

 6] καὶ πάλιν, φησίν, ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν. Πανταχοῦ ἀν

 αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ. τοῦτο δὲ δεύτερον καλόν ἐστιν· ἔστι γὰρ πρῶτον τούτου ἄλλο καλόν· καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. ποῖον δεύτερον καλό

 χρόνον ζῇ ὁ ἀνήρ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐτὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ. οὐκ ἀκούομεν τοῦ μόνον ἐν κυρίῳ, ἀλλὰ τὸ ἐλευθέρα ἐτὶν ᾧ θέλ

 σῶζον; Τήρησις ἐντολῶν θεοῦ. πᾶς γὰρ ὃ ἐὰν μίαν τῶν ἐντολῶν τούτων λύῃ τῶν ἐλαχίτων καὶ διδάξει οὕτω τοὺ ἀνθρώπου, οὐκ εἶπεν Οὐκ εἰσελεύσεται εἰς τὴν

 ἐπέταξεν, ἀλλ' αὐτεξούσιον εἴασεν. Γνώμην οὖν, φησὶν ὁ ἀπόστολος, δίδωμι, καὶ ἵνα παραστήσῃ ὅτι κύριος ἐν αὐτῷ λέγει εἶπεν ὡς ἠλεημένος ὑπὸ κυρίου πισ

 ἵνα κἂν γνῶσίν τις ἐπαγ γελλόμενος φάσκῃ μὴ βλάπτεσθαι ἀπὸ τῆς τῶν εἰδωλοθύτων χρήσεως αἰτία δὲ ἑτέροις βλάβης γίνηται, ὀφείλει πεφροντικέναι τοῦ πέλα

 ἀκουόντων Ἐπείνων καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν καὶ τὰ ἑξῆς. οὗτος οὖν ἐστιν ὁ μισθός, ἵνα ὅπου ἐξουσίαν ἔχω μὴ ποιήσω. 43 ix 19-23 [Ἐλεύθερος γὰρ ὢν ἐκ

 τελείοι καὶ τὰ ἑξῆς. οὗτος δύναται εἰπεῖν Ἕλληί τε καὶ βαρβάροι, οφοῖ τε καὶ ἀνοήτοι ὀφειλέτη εἰμί. [Ὠριγένους] Μόνος ὁ τέλειος δύναται εἰπεῖν τὴν τοῦ

 ἐτιν· εἰ δέ τι ἀγνοεῖ, ἀγνοεῖται. οὐ μόνον οὖν εἴ τις ἀγνοεῖ τὰ τοῦ ἀποστόλου οὗτος ἀγνοεῖται ὑπὸ τοῦ θεοῦ, ἀλλ' εἴ τις ἀγνοεῖ λέγων πνεύματι θείῳ <κα

 προφητεύητε, εἰέλθῃ δὲ ἄπιτο ἢ ἰδιώτη, οὐχ ὡς ἀδυνάτου ἀλλ' ὡς δυνατοῦ ὄντος τοῦ πάντα οὕτως προφητεύειν. δύο οὖν σημαινόμενά ἐστιν ἀπὸ τοῦ τῆς προφητ

 ὥσπερ ὁ χαλκὸς ἠχῶν ἄσημον δίδωσι φωνήν, ὥσπερ τὸ κύμβαλον τὸ ἀλαλάζον οὐδὲν τρανόν, τὸν αὐτὸν τρόπον, χωρὶς μὲν ἀγάπης, γλῶσσα κἂν ἀγγέλων ἐν ἀνθρώπο

 διαλεχθῆναι. 53 xiii9-12 [Ἐκ μέρους δὲ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. ὅτε ἤμην νήπι

 αὔξειν τὰ χαρίσματα, τῇ ὠφελείᾳ τῶν πλειόνων ἑαυτοὺς ἐπιδώσομεν. 61 xiv 13-14 [∆ιόπερ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. ἐὰν γὰρ προσεύχωμαι γ

 εἰκὸς αὐτοὺς ὑπό τινος πονηροῦ πνεύματος ἠπατῆσθαι τοῦ μεταχηματιζομένου εἰ ἄγγελον φωτό, ὡς προφητικοῦ τυχόντας ἀξιώματος. 69 xiv 30-31 [Ἐὰν δὲ ἄλλῳ

 τῶν γυναικῶν μαθηταί, οἱ μαθητευθέντες Πρισκίλλῃ καὶ Μαξιμίλλῃ, οὐ Χριστοῦ τοῦ ἀνδρὸς τῆς νύμφης. ἀλλ' ὅμως εὐγνωμονῶμεν καὶ πρὸς τὰ πιθανὰ ἐκείνων ἀπ

 ἀλλ' ἰδίως αὐτὸ ἐκδεχόμενοι· οἱ ἁμαρτάνοντες οὐχ ἑστήκασι, μὴ βιοῦντες κατὰ τὸ εὐ αγγέλιον. τίνες οὖν ἑστήκασιν ἐν τῷ εὐαγγελίῳ ἢ οἱ παραλαβόντες αὐτὸ

 συγκατέθετο. εἰ ἀνέστη Χριστὸς ἐκ νεκρῶν, πρωτότοκο δὲ ἐκεῖνός ἐστιν ἐκ νεκρῶν, οὐδεὶς δὲ πρωτότοκό ἐστιν ἑτερογενῶς, ἀνάγκη ὁμογενῆ εἶναι τὴν ἀνάστασ

 ἐνεστῶσαν, τὸ Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριτῷ ἠλπικότε ἐμὲν μόνον, ἐλεεινότεροι ἐμὲν πάντων ἀνθρώπων. καὶ ἐν τοῖς ἑξῆς δὲ ὡς κατὰ τοὺς λέγοντας μὴ εἶναι ἀ

 ὁ καιρὸς τοῦ ἀνατεῖλαι ἀπὸ τοῦ ἀνθρωπείου σώματος κατὰ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν τὸ ἀναστησόμενον, οὐ θέλεις περιμένειν, ἵνα καὶ τοῦτο ἴδῃς; ἢ οὐκ ο

 τοῦτό που ἀλλὰ παρεχώρησεν. εἶτα παρακαλεῖ αὐτὸν ὁ ἀπόστολος μακροθυμήσαντα ἐπανελθεῖν εἰς τὴν παροικίαν αὐτοῦ. οὗτος δὲ οὐδὲ ὅλως ἑώρακεν τὴν Κόρινθο

ἐν τῷ τὴν ῥάβδον ἔχοντι, καὶ οὐ δείκνυσι τὴν ἀγάπην ἐν τῇ ἀποτομίᾳ τῆς ἐπιπλήξεως. εἶτα τὴν αἰτίαν τῆς τοιαύτης πεύσεως ἐπιφέρει λέγων Ὅλως ἀκούεται ἐν ὑμῖν πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν. μανθάνομεν ὅτι περὶ πορνείας ἡμᾶς κατεπᾴδεσθαι δεῖ ἵνα μὴ πέσωμεν, καὶ ἄλλο δεῖ μαθεῖν ἵνα καὶ οἱ μὴ συνειδότες ἑαυτοῖς πορνείαν, συνειδότες δὲ συναγομένοις πορνεύουσιν, μὴ φυσιῶνται, εἰδότες ὅτι καὶ αὐτοὶ ἁμαρτωλοί εἰσι τῷ ἁμαρτωλὸν εἶναι τὸν συναγόμενον μετ' αὐτῶν· ὅλῃ γὰρ τῇ ἐκκλησίᾳ ἐγκαλεῖ περὶ ἑνὸς πορνεύσαντος, καὶ τῇ φυσιώσει αὐτῶν ἐγκαλεῖ ὡς οὐ κατὰ λόγον γινομένῃ, μάλιστα διὰ τὸ ἔτι εἶναι πόρνον ἐν αὐτοῖς. καὶ τρίτον μανθάνομεν ὅτι καὶ πορνειῶν εἰσὶ διαφοραί, ὥστε εἶναι πορνείαν βαρυτάτην τινὰ καὶ ἄλλην ἐλάττονα καὶ ἄλλην ἔτι ἐλάττονα. οὐκοῦν ἐν τῇ κρίσει τοῦ θεοῦ οὐχ ἁπλῶς οἱ πόρνοι κρίνονται οὐδὲ τὴν αὐτὴν καταδίκην λήψονται διὰ τὸ πεπορνευκέναι, ἀλλὰ καὶ ἡ ποσότης καὶ ἡ ποιότης αὔξει τὴν κόλασιν καὶ ἡ προαίρεσις καὶ ὁ χρόνος. ἐν Κορίνθῳ τοίνυν εἷς τις παράνομον γάμον ἐγάμησεν· τὴν γὰρ μητρυιὰν αὐτοῦ ἠγάγετο· ἀλλὰ τὸν τοιοῦτον γάμον πορνείαν ὁ ἀπόστολος καλεῖ καὶ τοιαύτην οἵαν μηδὲ ἐν τοῖς ἔθνεσίν ἐστιν ἀκούειν, ἵνα διδάξῃ ἡμᾶς ὅτι, ἐάν ποτε παρανόμως γαμῶμεν, οὐ λογίζεται ἡμῖν εἰς γάμον τὸν νομιζόμενον γάμον εἶναι ἀλλ' εἰς πορνείαν. Εἶτα τοῦτον καταλιπὼν κατὰ τῆς τούτου συμμορίας τὴν κατηγορίαν εἰσφέρει· Καὶ ὑμεῖς πεφυσιωμένοι ἐστὲ καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο ποιήσας. πᾶσιν ἐπιπλήσσει ὡς κακῶς αὐτὸν παραδεξαμένοις. ἐπὰν γὰρ <ἐν μέσῳ> ὄντος τοῦ ἁμαρτήσαντος φυσιώμεθα ἡμεῖς οἱ δοκοῦντες ἑαυτοῖς συνειδέναι τὰ κρείττονα, λέγεται τὸ καὶ ὑμεῖς πεφυσιωμένοι ἐστέ. 24 v 3-5 [ἐγὼ μὲν γὰρ ὡς ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον ἐν τῷ ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου Ἰησοῦ.] [Ὠριγένους] Οὐκ εἰς ὄλεθρον τῆς ψυχῆς, οὐκ εἰς ὄλεθρον τοῦ πνεύματος, ἀλλ' εἰς ὄλεθρον τῆς σαρκός· ἵνα γὰρ τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου, παραδίδοται. ἐξέβαλεν γὰρ ὁ Παῦλος τὸν τοιοῦτον, οὐκ εἰδὼς ὅτι μετανοήει καὶ ἐπιτρέψει ἀλλὰ θέλων αὐτὸν παιδεῦσαι. ἄλλο γάρ ἐστιν ἐκκόψαι τινὰ ὡς ἀνεπίδεκτον μετανοίας καὶ ἐπιστροφῆς, ἄλλο παραιτήσασθαι ἐπὶ τοῦ παρόντος καὶ ἐκβάλλειν τῆς ποίμνης, ὡς ποιμὴν ἐκβάλλει πρόβατον ψώραν ἔχον, ἵνα μὴ ἡ νομὴ τοῦ τραύματος ἐκείνου ἐφ' ὅλον τὸ ποίμνιον νεμηθῇ. Θεραπευέσθωσαν οὖν οἱ κακῶς διάγοντες ἔξω γενόμενοι τῆς ποίμνης, ἐξομο λογούμενοι καὶ πενθοῦντες τὰ ἴδια ἁμαρτήματα, ἐν νηστείαις καὶ πένθεσι καὶ κλαυθμοῖς καὶ τοῖς παραπλησίοις τὰ τῆς μετανοίας προσάγοντες. παραδίδονται γὰρ ἵνα παιδευθῶσιν, ὥστε αὐτῶν ὀλοθρευθῆναι τὴν σάρκα, τοῦτ' ἔστι τὸ φρόνημα τῆ αρκό· οὐχ ἵνα τῆς ψυχῆς αὐτῶν ἅψηται, οὐχ ἵνα ἐκστήσῃ αὐτούς, οὐχ ἵνα ἄλλο τι ποιήσῃ, ἀλλ' ἵνα ἐξουσίαν λάβῃ μόνης τῆς <σαρκὸς> αὐτῶν, οὐκ ἐμοῦ διδόντος τὴν ἐξουσίαν ἀλλὰ τῆς ἐν ἐμοὶ δυνάμεως τοῦ Ἰησοῦ. Ἀπὸ τοῦ κρείττονος αὐτοῦ ὅλην ὠνόμασε τὴν σωτηρίαν, ἵνα μὴ εἴπῃ Καὶ τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου, ἀλλὰ τὸ πνεῦμα σωθῇ, ἀπὸ τοῦ κρείττονος ὀνομάσας ὅλου τοῦ ἀνθρώπου τὴν σωτηρίαν. ὡς γὰρ σωθησόμενον αὐτὸν κελεύει παραληφθῆναι εἰς τὴν ἐκκλησίαν ἐν τῇ δευτέρᾳ ἐπιστολῇ. Ἀπεῖναι δὲ τῷ σώματι καὶ παρεῖναι τῷ πνεύματι Παύλου ἐστὶ καὶ τῶν παραπλησίων αὐτῷ· ἔφη γὰρ καὶ ἑτέρωθι Εἰ γὰρ καὶ τῇ αρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι ὺν ὑμῖν εἰμι, χαίρων καὶ βλέπων τὸ τερέωμα τῆ εἰ Χριτὸν πίτεω ὑμῶν. οὐδεὶς δὲ ἡμῶν δύναται εἰπεῖν ὅτι Πάρειμι καὶ βλέπω τῆς ἐκκλη σίας τὰ προτερήματα ἢ τὴν τάξιν καὶ τὸ τερέωμα τῆ εἰ Χριτὸν πίτεω. τοιοῦτος ἦν Ἐλισσαῖος· εἰ γὰρ καὶ μὴ παρῆν τῷ σώματι, πνεύματι συναπῆλθεν τῷ Γιεζῇ καὶ φησὶ πρὸς αὐτὸν Οὐχὶ ἡ καρδία μου ἦν μετὰ οῦ ἡνίκα ἔλαβε τὸ