Fragmenta ex commentariis in epistulam i ad Corinthios 1I Cor. i 2 [τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ, ἡγιασμένοις ἐν Χριστῷ Ἰησοῦ, κλητοῖς ἁγίο

 μαρτύρων εἰς Χριστὸν διὰ τοῦ θανάτου αὐτῶν ἐκεῖνος ὁ ἄρχων ἐστὶ τῶν μαρτύρων. τοῦτο μὲν τὸ μαρτύριον χριστοῦ παρ' οἷς μὲν βέβαιόν ἐστι, παρ' οἷς δὲ οὐ

 θαυμαστὸν εἰ, ὅλου τοῦ κόσμου λοιμώττοντος τῇ πλάνῃ, ὑπὲρ τοῦ λοιμοῦ τοῦ ἀληθινοῦ ἐχρῆν ἕνα ἀποθανεῖν ὑπὲρ τοῦ καταλύσαι τὸν τῆς ἀγνοίας καὶ τοῦ σκότο

 Σολομῶντος· τὴν δοκοῦσαν ἀπόλλυσι σοφίαν, οὐ τὴν ἀληθῆ. Πῶς δὲ καὶ Ἐν τῇ σοφίᾳ τοῦ θεοῦ οὐκ ἔγνω ὁ κόσμος διὰ τῆς σοφίας τὸν θεόν; ἡ σοφία τοῦ θεοῦ ἐν

 τῶν καταργου μένων. ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· ἣν οὐδεὶς τῶν ἀρχόν

 σοφίαι πᾶσαι τοῦ κόσμου τούτου λόγοι εἰσὶ διδακτοὶ ἀνθρώπων, ἃ μανθάνει τις καθ' ἕκαστον τῶν λογικῶν τεχνῶν· τὰ δὲ διδακτὰ τοῦ πνεύματος οὐ διδάσκει·

 πνευματικοῦ. καὶ ταῦτα τολμῶ λέγειν πειθόμενος ταῖς γραφαῖς· οὐ γὰρ εἶπεν πᾶσαν πνευματικὴν τροφὴν ἀληθῆ εἶναι βρῶιν, λέγων ἡ άρξ μου ἀληθή ἐτι βρῶι.

 τὴν ἄκαρπον υκῆν. πᾶν γὰρ δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰ πῦρ βάλλεται. ἐπέχωμεν μὴ λεχθῇ περὶ ἡμῶν ἔμεινα ἵνα ποιήσῃ ταφυλήν, ἐποίηε

 Ἰουδαίᾳ οἱ ἀπόστολοι ἔθηκαν, ἐν δὲ τοῖς ἔθνεσιν ὁ ἀπότολο τῶν ἐθνῶν καὶ ὁ συνεργὸς αὐτοῦ Βαρνάβας· δεξιὰ γὰρ ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνία, ἵνα ἡμε

 υναρμολογουμένη εἰ ναὸν ἅγιον ἐν κυρίῳ. ∆ύναται δὲ καὶ ἕκαστος ἡμῶν καθ' ἑαυτὸν εἶναι ναὸς ἑτέρῳ λόγῳ· εἰ γὰρ ναός ἐστιν ὁ ἔχων δόξαν θεοῦ, πᾶς ὁ ἔχων

 τὰ ἐνεστῶτα δὲ ἡμῶν ἐστιν· ὅτι συναγόμεθα ἐν τῷ ἐνεστῶτι αἰῶνι, ὅτι ἀκούομεν γραφῶν ἱερῶν, ὅτι εὐχόμεθα. τὰ δὲ μέλλοντα· ὅταν γὰρ ἔλθῃ τὸ τέλειον, τότ

 φησι Γέγονα ἄφρων· ὑμεῖ με ἠναγκάατε· τοιοῦ τόν τι καὶ ἐνθάδε νοήσας λέγει. ἔστι τις ἀνθρωπίνη ἡμέρα, καὶ ἔστι τις θεία ἡμέρα, περὶ ἧς γέγραπται μυρία

 κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. ∆ύο δὲ λεγομένων πραγμάτων ὀφείλει τις εἶναι τούτων διαφορά· ἃ μὲν γὰρ ὠνόμασε κρυπτὰ σκότους

 οὐκ ἔλαβες; ἐπὶ τίνι δὲ μέγα φρονεῖς; ἐπ' εὐγλωττίᾳ; ἀλλ' ὁ θεός σοι ταύτην κεχάρισται. ἀλλ' ἐπὶ γνώσει; καὶ τοῦτο θεῖον τὸ δῶρον. ἀλλ' ἐπὶ θαυματουργ

 πάντε μαρτυρηθέντε διὰ τῆ πίτεω οὐκ ἐκομίαντο τὴν ἐπαγγελίαν, τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶ ἡμῶν τελειωθῶιν. διὰ τοῦτο φησ

 ἀληθῶς φρόνιμοι ἐν Χριστῷ, ἀλλὰ ταῦτα λέγων εἰρωνικῶς προέτρεπεν αὐτοὺς γενέσθαι φρονίμους ἐν Χριστῷ. Ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι· οὐκέτι προσέθηκε

 ἐν τῷ τὴν ῥάβδον ἔχοντι, καὶ οὐ δείκνυσι τὴν ἀγάπην ἐν τῇ ἀποτομίᾳ τῆς ἐπιπλήξεως. εἶτα τὴν αἰτίαν τῆς τοιαύτης πεύσεως ἐπιφέρει λέγων Ὅλως ἀκούεται ἐ

 διτάλαντον τοῦ ἀργυρίου καὶ ἔλαβε τὰς τολὰ ἀπὸ Νεμὰν τοῦ Σύρου; ἆρ' οὖν Ἐλισσαῖος μὲν ταύτην τὴν χάριν εἶχεν, Παῦλος δὲ ὁ τοῦ Χριστοῦ ἀπό στολος ὁ ζηλ

 ἄφεσιν μὲν οὐκ ἔχει ἁμαρτη μάτων δύναται δὲ τὴν ἁμαρτίαν ἐπικαλύψαι. Μακάριοι γάρ φησιν ὧν ἀφέ θηαν αἱ ἁμαρτίαι, τῶν ἀπὸ τῶν ἐθνῶν προσελθόντων· καὶ ὧ

 ἐκκλησίᾳ· καὶ ἔσται ψόγος τῶν κρινομένων ὅτε δέονται καὶ τῶν ἐξουθενημένων μᾶλλον ἢ τῶν σοφῶν· ὁ μὲν γὰρ τῷ λόγῳ ἀκολουθῶν, εἰ καὶ δεῖται κριτοῦ, δεῖτ

 ὑπό τινος.] [Ὠριγένους] Ὑπεράνω δεῖ εἶναι ὧν ἔλαβον ἐξουσίαν· ἃ καὶ ποιήσαντες οὐχ ἁμαρτησόμεθα. οὕτω γὰρ <οἱ> φιλοτιμότερον πολιτευόμενοι πολιτεύοντα

 πνεύ ματός ἐστιν, οὗ ἔχετε ἀπὸ <τοῦ> θεοῦ; καὶ οὐκ ἐστὲ ἑαυτῶν, ἠγοράσθητε γὰρ τιμῆς. δοξάσατε δὴ τὸν θεὸν ἐν τῷ σώματι ὑμῶν.] [Ὠριγένους] Καλῶς ἀνθυπ

 ἐν τοῖς ἔργοις τοῦ γάμου ἢ τῇ προφάσει τοῦ ἑνὸς τὸν ἕτερον ἐκπεσεῖν τῆς ἐλπίδος τῆς ἐν Χριστῷ· πῶς γὰρ καὶ σωθήσεται ἔνοχος ὢν τῷ θανάτῳ τῆς γυναικός;

 6] καὶ πάλιν, φησίν, ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν. τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ' ἐπιταγήν. Πανταχοῦ ἀν

 αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ. τοῦτο δὲ δεύτερον καλόν ἐστιν· ἔστι γὰρ πρῶτον τούτου ἄλλο καλόν· καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. ποῖον δεύτερον καλό

 χρόνον ζῇ ὁ ἀνήρ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐτὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ. οὐκ ἀκούομεν τοῦ μόνον ἐν κυρίῳ, ἀλλὰ τὸ ἐλευθέρα ἐτὶν ᾧ θέλ

 σῶζον; Τήρησις ἐντολῶν θεοῦ. πᾶς γὰρ ὃ ἐὰν μίαν τῶν ἐντολῶν τούτων λύῃ τῶν ἐλαχίτων καὶ διδάξει οὕτω τοὺ ἀνθρώπου, οὐκ εἶπεν Οὐκ εἰσελεύσεται εἰς τὴν

 ἐπέταξεν, ἀλλ' αὐτεξούσιον εἴασεν. Γνώμην οὖν, φησὶν ὁ ἀπόστολος, δίδωμι, καὶ ἵνα παραστήσῃ ὅτι κύριος ἐν αὐτῷ λέγει εἶπεν ὡς ἠλεημένος ὑπὸ κυρίου πισ

 ἵνα κἂν γνῶσίν τις ἐπαγ γελλόμενος φάσκῃ μὴ βλάπτεσθαι ἀπὸ τῆς τῶν εἰδωλοθύτων χρήσεως αἰτία δὲ ἑτέροις βλάβης γίνηται, ὀφείλει πεφροντικέναι τοῦ πέλα

 ἀκουόντων Ἐπείνων καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν καὶ τὰ ἑξῆς. οὗτος οὖν ἐστιν ὁ μισθός, ἵνα ὅπου ἐξουσίαν ἔχω μὴ ποιήσω. 43 ix 19-23 [Ἐλεύθερος γὰρ ὢν ἐκ

 τελείοι καὶ τὰ ἑξῆς. οὗτος δύναται εἰπεῖν Ἕλληί τε καὶ βαρβάροι, οφοῖ τε καὶ ἀνοήτοι ὀφειλέτη εἰμί. [Ὠριγένους] Μόνος ὁ τέλειος δύναται εἰπεῖν τὴν τοῦ

 ἐτιν· εἰ δέ τι ἀγνοεῖ, ἀγνοεῖται. οὐ μόνον οὖν εἴ τις ἀγνοεῖ τὰ τοῦ ἀποστόλου οὗτος ἀγνοεῖται ὑπὸ τοῦ θεοῦ, ἀλλ' εἴ τις ἀγνοεῖ λέγων πνεύματι θείῳ <κα

 προφητεύητε, εἰέλθῃ δὲ ἄπιτο ἢ ἰδιώτη, οὐχ ὡς ἀδυνάτου ἀλλ' ὡς δυνατοῦ ὄντος τοῦ πάντα οὕτως προφητεύειν. δύο οὖν σημαινόμενά ἐστιν ἀπὸ τοῦ τῆς προφητ

 ὥσπερ ὁ χαλκὸς ἠχῶν ἄσημον δίδωσι φωνήν, ὥσπερ τὸ κύμβαλον τὸ ἀλαλάζον οὐδὲν τρανόν, τὸν αὐτὸν τρόπον, χωρὶς μὲν ἀγάπης, γλῶσσα κἂν ἀγγέλων ἐν ἀνθρώπο

 διαλεχθῆναι. 53 xiii9-12 [Ἐκ μέρους δὲ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. ὅτε ἤμην νήπι

 αὔξειν τὰ χαρίσματα, τῇ ὠφελείᾳ τῶν πλειόνων ἑαυτοὺς ἐπιδώσομεν. 61 xiv 13-14 [∆ιόπερ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. ἐὰν γὰρ προσεύχωμαι γ

 εἰκὸς αὐτοὺς ὑπό τινος πονηροῦ πνεύματος ἠπατῆσθαι τοῦ μεταχηματιζομένου εἰ ἄγγελον φωτό, ὡς προφητικοῦ τυχόντας ἀξιώματος. 69 xiv 30-31 [Ἐὰν δὲ ἄλλῳ

 τῶν γυναικῶν μαθηταί, οἱ μαθητευθέντες Πρισκίλλῃ καὶ Μαξιμίλλῃ, οὐ Χριστοῦ τοῦ ἀνδρὸς τῆς νύμφης. ἀλλ' ὅμως εὐγνωμονῶμεν καὶ πρὸς τὰ πιθανὰ ἐκείνων ἀπ

 ἀλλ' ἰδίως αὐτὸ ἐκδεχόμενοι· οἱ ἁμαρτάνοντες οὐχ ἑστήκασι, μὴ βιοῦντες κατὰ τὸ εὐ αγγέλιον. τίνες οὖν ἑστήκασιν ἐν τῷ εὐαγγελίῳ ἢ οἱ παραλαβόντες αὐτὸ

 συγκατέθετο. εἰ ἀνέστη Χριστὸς ἐκ νεκρῶν, πρωτότοκο δὲ ἐκεῖνός ἐστιν ἐκ νεκρῶν, οὐδεὶς δὲ πρωτότοκό ἐστιν ἑτερογενῶς, ἀνάγκη ὁμογενῆ εἶναι τὴν ἀνάστασ

 ἐνεστῶσαν, τὸ Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριτῷ ἠλπικότε ἐμὲν μόνον, ἐλεεινότεροι ἐμὲν πάντων ἀνθρώπων. καὶ ἐν τοῖς ἑξῆς δὲ ὡς κατὰ τοὺς λέγοντας μὴ εἶναι ἀ

 ὁ καιρὸς τοῦ ἀνατεῖλαι ἀπὸ τοῦ ἀνθρωπείου σώματος κατὰ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν τὸ ἀναστησόμενον, οὐ θέλεις περιμένειν, ἵνα καὶ τοῦτο ἴδῃς; ἢ οὐκ ο

 τοῦτό που ἀλλὰ παρεχώρησεν. εἶτα παρακαλεῖ αὐτὸν ὁ ἀπόστολος μακροθυμήσαντα ἐπανελθεῖν εἰς τὴν παροικίαν αὐτοῦ. οὗτος δὲ οὐδὲ ὅλως ἑώρακεν τὴν Κόρινθο

αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ. τοῦτο δὲ δεύτερον καλόν ἐστιν· ἔστι γὰρ πρῶτον τούτου ἄλλο καλόν· καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι. ποῖον δεύτερον καλόν; καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖττον γάρ ἐστι γαμῆσαι ἢ πυροῦσθαι. διὰ τοῦτο οἱ ἐν γάμοις πρώτοις ὄντες καὶ μηδέπω πεπειραμένοι δευτέρων ἀσκείτωσαν τὴν ἁγνείαν, ἵνα ἐὰν γένηταί τι ἀνθρώπινον μὴ ἀνάσκητοι καταληφθέντες ἀσχημονήσωσιν. κρεῖττον οὖν τὸ γαμῆσαι δεύτερον γάμον, οὐ γὰρ τὸν πρῶτον λέγει ἐνθάδε ὡς δῆλόν ἐστιν ἐκ τῆς λέξεως τῆς πυροῦσθαι. Ἐντεῦθεν εἰς ἑτέραν μεταβαίνει νομοθεσίαν· Τοῖς δὲ γεγαμηκόσι παραγγέλλω, οὐκ ἐγὼ ἀλλ' ὁ κύριος· ἡ νομοθεσία ἡ πρὸς τοὺς γεγαμηκότας οὐκ ἀπ' ἐμοῦ ἐστιν, ἀλλ' ἀπὸ τοῦ κυρίου. ἅμα δὲ τηρεῖ ἀναγκαῖον παρατήρημα, ὅτι γεγαμηκότας ὠνόμασεν ὅταν ἀμφότεροι ὦσι πιστοὶ καὶ ὁ ἀνὴρ καὶ ἡ γυνή. ὅ<τ>ι δὲ τοὺς ἄλλους ὅσοι ἑτεροζυγοῦιν οὐκ ὠνόμασεν ἐν γεγαμηκόσιν, δῆλον ἐκ τοῦ ἐπιφέρειν αὐτὸν Τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ κύριος. οὔκουν οἱ λοιποὶ οὐκ εἰσὶ γεγαμηκότες; οὐ γὰρ μετρεῖ αὐτοὺς γεγαμηκότας· οὐ γὰρ ἐπὶ τούτων ἁρμόζεται γυνὴ ἀνδρὶ παρὰ θεοῦ· ἐπὶ δὲ τῶν πιστῶν, ὅτε ἀμφότεροι κοινωνοῦσι καὶ εὐχῶν καὶ παιδοποιΐας ἁγίας καὶ πάντων ὧν χριστιανοὺς κοινωνεῖν δεῖ, λέγει ὅτι ὁ γάμος οὐκ ἀλλότριός ἐστι θεοῦ. Παραγγέλλω οὖν, οὐκ ἐγὼ ἀλλ' ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρίζεσθαι. τὸ μὲν προηγούμενον τοῦτό ἐστιν, συζυγίαν φθάσασαν δεδέθαι μὴ λυθῆναι. Ἐὰν δὲ καὶ χωρισθῇ· πολλὰ γὰρ ἂν γένοιτο αἴτια τοῦ καὶ χωρισθῆναι· οἷον πορνεία ἐὰν γένηται τῇ γυναικί, ἁμαρτία ἐστὶ κατέχειν τὴν πεπορνευκυῖαν γυναῖκα. ἐὰν οὖν καὶ χωρισθῇ καὶ γένηταί τι αἴτιον χωρισμοῦ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω. ὁμοίως δὲ καὶ ἄνδρα θέλω τοιοῦτον εἶναι, ἵνα μὴ ἀφίῃ γυναῖκα. Τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ κύριος. τοῖς μὲν γεγαμηκόσιν οὐκ ἐγὼ νομοθετῶ, ἀλλ' ὁ κύριος· τοῖς δὲ μὴ γεγαμηκόσιν ἀλλ' ἑτεροζυγοῦιν ἀπίτοι οὐκ ἔχω νόμον δοῦναι ἀπὸ θεοῦ· οὐδὲ γὰρ ἄξιοί εἰσι νόμων θεοῦ· ἀλλ' ἀκουέτωσαν ἡμῶν. καὶ χρήσομαι εἰς τὸ νοηθῆναι τὰ κατὰ τὸν τόπον γεγραμμένοις ἐν τῷ νόμῳ. οἱ νόμοι οἱ κατὰ Μωσέα οἱ μὲν θεοῦ εἰσιν, οἱ δὲ Μωσέως. καὶ τοῦτο ἐπιστάμενος ὁ κύριος διαφορὰν νόμων θεοῦ καὶ νόμων Μωσέως εἶπεν ἐπὶ μὲν τῶν ὑπὸ θεοῦ νενομοθετημένων Ὁ γὰρ θεὸ εἶπεν Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἐπὶ δὲ τῶν ὑπὸ Μωσέως Μωϋῆ διὰ τὴν κληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦαι τὰ γυναῖκα. τηρήσας γοῦν τὰ τοῦ βιβλίου τοῦ ἀποταίου εὑρήσεις οὐκ ἐκ προστάγματος κυρίου τὸν νόμον γεγραμμένον. Μωϋσῆς μὲν οὖν ὑπηρετῶν θεῷ νόμους ἔδωκεν δευτέρους παρὰ τοὺς νόμους τοῦ θεοῦ· Παῦλος δὲ ὑπηρετῶν τῷ εὐαγγελίῳ νόμους ἔδωκεν δευτέρους τοῖς ἐκκλησιαστικοῖς μετὰ τοὺς νόμους τοὺς ἀπὸ θεοῦ διὰ Ἰησοῦ Χριστοῦ. καὶ καλόν ἐστιν ἀκούειν νόμων ἀπὸ κυρίου ἢ ἀκούειν νόμων Παύλου τοῦ ἀποστόλου. κἂν γὰρ ἅγιος ᾖ, ἀλλὰ πολλῷ ὑποδεεστέρους ἔχει νόμους τῶν νόμων τοῦ κυρίου. 36 vii 14 [Ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀδελφῷ.] [Ὠριγένους] Ὡς κρᾶσίς τις γίνεται τῶν δύο, ἀνδρὸς καὶ γυναικός, εἰ άρκα μίαν ὥσπερ οἴνου καὶ ὕδατος· καὶ ὥσπερ μεταδίδωσιν ὁ πιστὸς ἁγιασμοῦ τῇ ἐθνικῇ γαμετῇ, ἢ τὸ ἐναντίον ἡ πιστὴ τῷ ἀπίστῳ ἀνδρί, οὕτω καὶ ὁ ἄπιστος μεταδίδωσι μολυσμοῦ τῇ πιστῇ γυναικὶ ἢ τῷ πιστῷ ἀνδρὶ ἡ ἄπιστος γυνή. διὰ τί γὰρ φησὶν Ἡγίασται ἡ ἄπιστος ἢ ὁ ἄπιστος τῷ λαμβάνειν τι ἀπὸ τοῦ πιστοῦ ἢ ἀπὸ τῆς πιστῆς, καὶ οὐχὶ βεβηλοῦται τῷ λαμβάνειν τι ἀπὸ τοῦ ἀπίστου μέρους; ἕκαστος γὰρ ἐκ τοῦ περιεύματο τῆ καρδία διαλεγόμενος τῷ ἑτέρῳ ἢ μεταδίδωσιν ἢ μεταλαμβάνει, καὶ τῷ χρόνῳ πάντως νικᾷ τὸ ἕτερον. καὶ τίς χρεία, φησί, τοιούτου ἀγῶνός τε καὶ κινδύνου; ἢ γὰρ ἐπιτεύξεται ἢ ἀποτεύξεται, καὶ ἤτοι τὴν ψυχὴν αὐτοῦ προσαπολέσει ἢ πολλὰ καμὼν μόγις κερδῆσαι δυνήσεται. διὰ τοῦτο καλόν ἐστι πρὶν προληφθῆναι ἄνθρωπον ἐπιμελῶς οὐ μόνον τοῦτο ἀλλὰ καὶ τὸ μέλλον σκοπεῖν, καὶ σκοπήσαντα ἢ μὴ γαμεῖν ἢ γαμοῦντα ἐν κυρίῳ γαμεῖν. γυνὴ γὰρ δέδεται ἐφ' ὅον