ἐκκλησίᾳ· καὶ ἔσται ψόγος τῶν κρινομένων ὅτε δέονται καὶ τῶν ἐξουθενημένων μᾶλλον ἢ τῶν σοφῶν· ὁ μὲν γὰρ τῷ λόγῳ ἀκολουθῶν, εἰ καὶ δεῖται κριτοῦ, δεῖται μᾶλλον σοφοῦ, ἵνα νουθετηθῇ ἀπὸ τῆς σοφίας τοῦ σοφοῦ εἰσφέροντος αὐτῷ λόγους οἰκοδομοῦντας. [vi 4-5] τοὺς ἐξουθενημένους οὖν ἐν τῇ ἐκκλησίᾳ τούτους καθίζετε· πρὸς ἐντροπὴν ὑμῖν λέγω· οὕτως οὐκ ἔνι ἐν ὑμῖν οὐδεὶς σοφὸς ὃς δυνήσεται ἀνακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ; Ἐγκαλεῖ τῇ Κορινθίων ἐκκλησίᾳ ὅτι καίτοι ἐν μέσῃ τῇ Ἑλλάδι καθεζόμενοι σοφοὺς οὐκ εἶχον ἀληθινούς, καίτοι γε προειπὼν ὅτι πολλοὶ ἐπαγγέλλονται σοφίαν παρ' αὐτοῖς· δι' οὓς καὶ εἶπεν τὸ Ὁ δραόμενο τοὺ οφοὺ ἐν τῇ πανουργίᾳ αὐτῶν. ἀλλ' οἱ μὲν εἰσὶ σοφοὶ τοῦ αἰῶνο τούτου, οἱ δὲ σοφοὶ κατὰ θεόν. ᾔδει δὲ ὁ Παῦλος ἐκείνους· διὰ τοῦτο φησὶν Οὕτως οὐκ ἔνι ἐν ὑμῖν σοφὸς ὃς δυνήσεται ἀνακρῖναι ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ; [vi 6] ἀλλ' ἀδελφὸς μετὰ ἀδελφοῦ κρίνεται, καὶ τοῦτο ἐπὶ ἀπίστων; Ἔχομεν ἄρχοντας τῆς ἐκκλησίας ἐφ' οὓς ὀφείλομεν ἀναφέρειν τὰς ἡμετέρας κρίσεις, ἵνα μὴ καταγελώμεθα ἐν τοῖς τῶν ἐθνῶν δικαστηρίοις. [vi 7] ἤδη μὲν οὖν ἥττημα ὑμῖν ἐστιν ὅτι κρίματα ἔχετε μεθ' ἑαυτῶν, οὐ μεμνημένοι τοῦ ∆ιὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; ἀποστῶμεν τῶν κριμάτων τῶν βημάτων τῶν ἐθνικῶν, τοῦ ἔχειν δίκας καὶ πράγματα. ὁ γὰρ κρίματα ἔχων μετὰ τοῦ ἀδελφοῦ ἤδη ἡττᾶται, καὶ ὁ ἀδικούμενος νενίκηκεν· ὁ τυπτόμενος καὶ κακολογούμενος μηδὲ ἀμειβόμενος τὸν ταῦτα ποιοῦντα νενίκηκεν, φυλάττει γὰρ τὴν ἐντολὴν τὴν λέγουσαν ∆ιὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; [vi 8] ἀλλ' ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ τοῦτο ἀδελφούς. Πᾶς μὲν οὖν ὁ ταῦτα ποιῶν ἁμαρτάνει· ὅσῳ δὲ τιμιώτερόν ἐστι τὸ ἀδικού μενον πρόσωπον, τοσούτῳ τὸ ἁμάρτημα χαλεπώτερον. καὶ γὰρ εἰ ἀδικεῖ τις τὸν μακάριον, δυνάμει Χριστὸν ἀδικεῖ καὶ Χριστὸν ἀποστερεῖ. [vi 9] ἢ οὐκ οἴδατε ὅτι ἄδικοι θεοῦ βασιλείαν οὐ κληρονομήσουσιν; Εἰ ἡ βασιλεία τοῦ θεοῦ ἐν Χριστῷ ἐστιν, Χριστὸς δὲ ἡ δικαιούνη ἐστίν, ὁ δίκαιος βασιλείαν θεοῦ κληρονομεῖ ἐν Χριστῷ δικαιούνῃ ὄντι· καὶ ἀκολούθως ὁ ἐν τῇ ἐναντίᾳ καταστάσει, οὗτος οὐ κληρονομεῖ βασιλείαν θεοῦ. [vi 9] μὴ πλανᾶσθε· οὔτε πόρνοι· Μηδεὶ ὑμᾶ πλανάτω πιθανοῖς λόγοι· «Ἐλεήμων, χρηστός, φιλάνθρωπός ἐστιν ὁ θεός· ἀφίησι τὰ ἁμαρτήματα.» πάντα ἡμᾶ φανερωθῆναι δεῖ ἔμπροθεν τοῦ βήματο τοῦ χριτοῦ, ἵνα κομίηται ἕκατο τὰ διὰ τοῦ ώματο πρὸ ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν. μηδεὶς προφασιζέσθω Νέος ἤμην, ἄγαμος ἤμην, πρὶν γυναῖκα λαβεῖν πεπόρνευκα. διὰ τί δὲ οὐκ ἔλαβες γυναῖκα; οὐ πιστεύεις ὅτι Εἴ τι τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεό; ἀλλ' αἴρεις τὰ μέλη τοῦ χριτοῦ καὶ ποιεῖς πόρνη μέλη; ὁ πορνεύων εἰς τὸν τῶν ὅλων θεὸν ἀσεβεῖ. [Ὠριγένους] [vi 9-10] Μὴ πλανᾶσθε οὖν· οὔτε πόρνοι οὔτε εἰδωλολάτραι βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν· οὕτω δὲ οὐδὲ μοixοί. ὁ πορνεύων φθείρει τὸν ναὸν τοῦ θεοῦ· ὁ δὲ μοixεύων πρὸς τούτοις καὶ εἰς τὸν ἄνδρα πλημμελεῖ. οὐδὲ μοixοὶ οὖν· ἀλλ' οὐδὲ μαλακοί. παρακαλοῦμεν οὖν καὶ ὑμᾶς, ὦ παῖδες, τηρῆσαι τὴν ἑαυτῶν ὥραν καθαρὰν καὶ μὴ μολυνθῆναι τοιούτῳ γυναικείῳ μολυσμῷ. οὐδὲ ἀρσενοκοῖται βασιλείαν θεοῦ κληρονομήσουσιν· ἀλλ' ἀπείη ἐκκλησίᾳ κἂν ἕνα τοιοῦτον εὑρεθῆναι. Εἶτα ἐπικαταβαίνει καὶ ἐπὶ τὰ ἐλάττονα δοκοῦντα εἶναι ἁμαρτήματα λέγων Οὔτε κλέπται· τοῦτο δὲ τὸ ἁμάρτημα τὸ τῆς κλοπῆς σχεδὸν πάντες οἱ στρατευόμενοι ἁμαρτάνουσι, μὴ ἀρκούμενοι τοῖ ὀψωνίοι, ὡς ἐδίδαξε τὸ εὐαγγέλιον, ἀλλὰ διαείοντε καὶ υκοφαντοῦντε. ἀλλὰ καὶ οἱ ἐν ταῖς πραγματείαις ψεῦσται <κλέπται> εἰσίν, οὐ κληρονομοῦντες τὴν βασιλείαν τοῦ θεοῦ· οὕτως δὲ καὶ οἱ ἐν ταῖς πραγματείαις πλεονεκτοῦντες πλεονέκται εἰσίν· καὶ ἄλλοι μέθυσοι· ἀλλὰ καὶ λοιδόρους φησὶ μὴ κληρονομεῖν τὴν βασιλείαν τοῦ θεοῦ. Μηδενὸς οὖν βαιλεύοι ἡ ἁμαρτία· δεῖ γὰρ καθαρὰν εἶναι τὴν βασιλείαν τοῦ θεοῦ ἀπὸ πάντων ἁμαρτημάτων καὶ πταισμάτων, ἵν' ὁ θεὸς βασιλεύῃ. 28 vi 12 [Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει. πάντα μοι ἔξεστιν, ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθήσομαι