τῶν καταργου μένων. ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν· ἣν οὐδεὶς τῶν ἀρχόν των τοῦ αἰῶνος τούτου ἔγνωκεν, εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν.] [Ὠριγένους] Ἵνα μὴ εἴποι τις Ἆρ' οὖν, ἐπεὶ τὰς ἀποδείξεις τῆς πίστεως ἐν δυνάμει καὶ ἐν πνεύματι ἔφερεν, οὐκ εἶχεν σοφίαν οὐδεμίαν, ἀλλὰ τοῦτό ἐστι τὸ μυτήριον τῆ θεοσεβείας, πιστεῦσαι μόνον, καὶ οὐκ ἐπαγγελία σοφίας ἐν αὐτῷ· ἐπιφέρει καὶ λέγει Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων. ἄλλο γάρ ἐστιν εἰσαγαγεῖν τινὰς εἰς τὴν πίστιν, ἄλλο τὴν σοφίαν τοῦ θεοῦ ἀποκαλύπτειν. ἀναπτύσσομεν οὖν τὴν σοφίαν τοῦ θεοῦ οὐ τοῖς εἰσαγομένοις οὐδὲ τοῖς ἀρχομένοις οὐδὲ τοῖς μηδέπω ἀπόδειξιν τοῦ ὑγιοῦς βίου δεδωκόσιν· ἀλλ' ὅτ' ἂν γυμναάμενο ὃν δεῖ τρόπον τὰ αἰθητήρια πρὸ διάκριιν καλοῦ τε καὶ κακοῦ ἐπιτήδειος γένηται καὶ πρὸς τὸ ἀκοῦσαι σοφίαν, τότε λαλοῦμεν σοφίαν ἐν τοῖς τελείοις· σοφίαν δὲ λέγω οὐ τοῦ αἰῶνος τούτου οὐδὲ παραπλησίαν τῆς σοφίας τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου. ἅμα δὲ δεδήλωκεν ὅτι τὰ φερό μενα παρὰ τοῖς ἄλλοις μαθήματα οὐκ ἐστὶν ἀνθρώπων κατὰ τὴν ἀρχὴν ἀλλὰ δυνάμεων ἀοράτων τῶν καταργουμένων. καὶ εἴποιμι δ' ἂν ὅτι ποιητικὴ σοφία ἐστὶ τοῦ αἰῶνος τούτου, τάχα δὲ καὶ ἡ ῥητορική· σοφία δὲ καὶ ἡ ἐπαγγελλομένη λέγειν περὶ οὐρανοῦ καὶ γῆς καὶ περὶ διοικήσεως τῶν ὅλων. ἡμεῖς οὖν εἰ σοφίαν λαλοῦμεν καὶ λέγομεν αὐτὴν ἐν τοῖς τελείοις, οὐ τὴν τοῦ αἰῶνος τούτου λέγομεν· οὔτε γὰρ διὰ ποιημάτων ἢ διά τινος τοιαύτης τέχνης. [Ὠριγένους] Ἀλλὰ λαλοῦμεν σοφίαν ἐν μυστηρίῳ, ἃ οὐκ ἔγνωσται τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου τοῖς ἐνεργοῦσι τὴν οφίαν τῶν οφῶν τοῦ κόσμου τούτου· οὕτω δὲ οὐκ ἔγνωσαν· ἐπεβούλευσαν τῷ σωτῆρι καὶ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ καὶ ἐσταύρωσαν αὐτόν· εἰ γὰρ ἔγνωσαν οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύ ρωσαν. οὐκοῦν ζητητέον καὶ ἐν τῷ λόγῳ σοφίαν, ἀλλὰ μετὰ τὴν πίστιν, μετὰ τὴν πολιτείαν, κατὰ τὸ γεγραμμένον Ἐπεθύμηα οφίαν, διατήρηον ἐντολά. 10 ii 9-11 [Ἀλλὰ καθὼς γέγραπται Ἃ ὀφθαλμὸ οὐκ εἶδεν καὶ οὖ οὐκ ἤκουεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅα ἡτοίμαεν ὁ Θεὸ τοῖ ἀγαπῶιν αὐτόν. ἡμῖν δὲ ὁ θεὸς ἀπεκάλυψεν διὰ τοῦ πνεύματος, τὸ γὰρ πνεῦμα πάντα ἑρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ; οὕτως καὶ τὰ τοῦ θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ πνεῦμα τὸ θεοῦ.] [Ὠριγένους] Οἶδεν διαφορὰν ἡ γραφὴ ἀγαπώντων τὸν θεὸν καὶ φοβουμένων τὸν θεόν, καὶ οἶδεν πολλῷ ὑπερέχοντας τῶν φοβουμένων τοὺς ἀγαπῶντας. ἡτοίμασται μὲν οὖν τινα καὶ τοῖς φοβουμένοις· πλὴν μεῖζον ἡτοίμασε τοῖς ἀγαπῶσιν παρὰ τὰ ἡτοιμασμένα τοῖς φοβουμένοις. τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ θεοῦ. ἔστι πνεῦμα ὅπερ δύναται πάντα ἐρευνᾶν· ἡ ψυχὴ τοῦ ἀνθρώπου οὐ δύναται πάντα ἐρευνᾶν, ἀλλ' ἔδει γενέσθαι κρεῖττον ἐν ἡμῖν πνεῦμα, ἵν' ἐκείνου γενομένου ἐν ἡμῖν ἐρευ νῶντος πάντα καὶ τὰ βάθη τοῦ θεοῦ, ἀνακραθέντος τε ἡμῖν, ἡμεῖς ἐκείνῳ συνε ρευνήσωμεν πάντα καὶ τὰ βάθη τοῦ θεοῦ. 11 ii 12-15 [Ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς πνεύματος, πνευματικοῖς πνευματικὰ συγκρίνοντες. ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος τοῦ θεοῦ, μωρία γὰρ αὐτῷ ἐστίν, καὶ οὐ δύναται γνῶναι ὅτι πνευματικῶς ἀνακρίνεται. ὁ δὲ πνευματικὸς ἀνακρίνει μὲν πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται.] [Ὠριγένους] Κατανοήσωμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἐὰν γὰρ μὴ γένηται τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ διδάσκον ἡμᾶς ἐν ἡμῖν, οὐ δυνάμεθα λέγειν ὅτι οἴ δαμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν, καὶ γὰρ οὐδεὶς οἶδεν τὰ τοῦ θεοῦ εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ. ἃ καὶ λαλοῦμεν φησὶν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις ἀλλ' ἐν διδακτοῖς πνεύματος καὶ τὰ ἑξῆς. αἱ