οὐκ ἔλαβες; ἐπὶ τίνι δὲ μέγα φρονεῖς; ἐπ' εὐγλωττίᾳ; ἀλλ' ὁ θεός σοι ταύτην κεχάρισται. ἀλλ' ἐπὶ γνώσει; καὶ τοῦτο θεῖον τὸ δῶρον. ἀλλ' ἐπὶ θαυματουργίαις; καὶ ταύτῃ τοῦ πνεύματος ἡ ἐνέργεια. εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; οὐδεὶς ἐπ' ἀλλοτρίαις παρακαταθήκαις μέγα φρονεῖ, ἐπαγρυπνεῖ δὲ ταύταις ἵνα φυλάξῃ τῷ δεδωκότι. ∆εήσει ἀπὸ τῶν γραφῶν συνάγειν τί σημαίνει τὸ διακρίνειν, ἵν' οὕτως ἐφαρμόσωμεν τοῖς νῦν λεγομένοις. Ὁ θεὸ ἔτη φησὶν ἐν υναγωγῇ θεῶν, ἐν μέῳ δὲ θεοὺ διακρινεῖ· ἐν τούτῳ φαίνεται ἔργον θεοῦ τὸ διακρίνειν· ἄλλου γὰρ ὄντος τοῦ κρίνειν, ὅπερ συμβαίνει περὶ τοὺς ἀξίους κρίσεως, ἀγαθόν ἐστι τὸ ἐν υναγωγῇ θεῶν εὑρεθῆναι θεόν, ἵνα μηκέτι κριθῇ τις ἀλλὰ διακριθῇ καὶ οἱονεὶ τάξιν πιστευθῇ μίαν τινὰ ὧν πιστεύονται οἱ ἐν υναγωγῇ θεοί. ἀλλὰ καὶ ἐν τῷ Προφῆται δύο ἢ τρεῖ λαλείτωαν καὶ οἱ ἄλλοι διακρινέτωαν ἔοικεν τὸ δια κρίνειν ἐκεῖ ἐπὶ τοῦ διαρθροῦν λαμβάνειν οἱονεὶ Τρανούτωσαν τὰ λεγόμενα καὶ διακρινέτωσαν καὶ νοείτωσαν. ἐν δὲ τῷ Ὁ διακρινόμενο ἐὰν φάγῃ κατακέκριται ὅτι οὐκ ἐκ πίτεω, τὸ διακρινόμενο φαίνεται ὅτι ἐπὶ ψόγου λέλεκται. καὶ πάλιν Προλαμβάνεθε ἀλλήλους, μὴ εἰ διακρίει διαλογιμῶν ἁμαρτάνοντες· εὑρέθη τοίνυν ἀπὸ τῆς γραφῆς ἡ λέξις ὅτε μὲν ἐπὶ τῶν κρειττόνων τεταγμένη ὅτε δὲ ἐπὶ τῶν ἐναντίων. ἐνθάδε οὖν λέγεται τὸ διακρίνειν ἀντὶ τοῦ Σὲ μὲν οὐδεὶς διακρίνει τῶν ἐν Κορίνθῳ οὐδὲ κρίνει· σὺ δὲ διακρίνεις οἰκονόμου μυτηρίων θεοῦ, καὶ λέγεις Ἐγώ εἰμι Παύλου καὶ φάσκεις Ἐγὼ Κηφᾶ ἢ φῂς Ἐγώ εἰμι Ἀπολλώ. θεοῦ ἔργον ἐστὶ τὸ διακρίνειν τοὺς ἀποστόλους, οὐ σόν. ὥσπερ οὖν οὐ χρή σε κρίνειν, οὐδὲ διακρίνειν τοὺς ὑπηρέτα τοῦ εὐαγγελίου· ἐν τῇ γὰρ διακρίσει ᾗ διακρίνεις τοὺς ἀποστόλους αὐτὸς σαυτὸν διακρίνεις καὶ χωρίζεις ἁμαρτάνων. Χριστὸς γὰρ ἦλθεν τὰ διακεκριμένα ἑνῶσαι, ἵνα μηκέτι ἦμεν δivρημένοι. ἐὰν τελειωθῶμεν ὥστε τὴν άρκα μηκέτι ἐπιθυμεῖν κατὰ τοῦ πνεύματο τὸ δὲ πνεῦμα κατὰ τῆ αρκό, τῷ νενεκρῶθαι τὰ μέλη τὰ ἐπὶ τῆ γῆ, οὐκέτι ἐσόμεθα ἐν διακρίσει ἀλλ' οἱονεὶ ἐν συγκράσει καὶ τῇ ἐπὶ τὸ αὐτὸ συναγωγῇ ἡμῶν. Νοείσθω δὲ καὶ ἁπλούστερον ἐπὶ διαφόρων σχισμάτων. Ἴδωμεν δὲ καὶ τὸ Τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; ἀμφίβολος γὰρ ἡ λέξις· δύναται γὰρ νοεῖσθαι ὅτι πᾶν κτῆμα ὃ ἔχομεν λαβόντες ἀπὸ θεοῦ ἔχομεν, καὶ πάλιν Τί προσποιῇ ἔχειν ὃ μὴ ἔλαβες; οἷον ἐάν τις μὴ λαβὼν χάρισμα ἄνωθεν παρὰ θεοῦ προσποιῆται ἐν χαρίσματι εἶναι, λέγεται πρὸς τὸν τοιοῦ τον μὴ λαβόντα Τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών; ἤδη κεκορεσμένοι ἐστέ; ἤδη ἐπλουτήσατε; χωρὶς ἡμῶν ἐβασιλεύσατε; Ὁ πεινῶν καὶ διψῶν τὴν δικαιούνην <τὴν> τῶν λογίων τῆς ἀληθείας οὐκ ἀρκεῖται ἑνὶ διδασκάλῳ, ἀλλ' ἐὰν εὕρῃ δεύτερον συγχρῆται καὶ τούτῳ, ἀκορέστως γὰρ ἔχει τῶν καλῶν· ἐὰν καὶ τρίτου εὐπορήσῃ, γίνεται καὶ παρὰ τὸν τρίτον· οὐκ ἀποδιελὼν ἑαυτῷ ἕνα λέγει Ἐγώ εἰμι Παύλου ἢ Κηφᾶ ἢ Ἀπολλώ. ἐπεὶ οὖν ἐμφαίνει τὸ κεκορέσθαι τόν, πλειόνων <ὄν>των διδασκάλων καὶ Παύλου διδάσκοντος καὶ Κηφᾶ καὶ Ἀπολλώ, ἑνὶ προσκλινό μενον μὴ ὠφελεῖσθαι ἀπὸ πάντων, διὰ τοῦτο λέγει Κορινθίοις Ἤδη κεκορε σμένοι ἐστέ; ἀκόλουθον δὲ τούτῳ τὸ Ἤδη ἐπλουτήσατε; οἷον Συνηγάγετε τὸν πλοῦτον τὸν ἀπὸ τῶν μαθημάτων τῶν ἀπὸ Παύλου καὶ οὐκέτι χρῄζετε τῶν <ἀπ'> Ἀπολλὼ ἢ τῶν ἀπὸ Κηφᾶ; ἢ πάντων καταφρονεῖτε, ὡς ἐμπεφορημένοι καὶ πλουτοῦντες ἐν παντὶ λόγῳ καὶ πάῃ γνώει· ἀκολούθως δὲ καὶ τὸ Χωρὶς ἡμῶν ἐβασιλεύσατε; ἐμὲ γὰρ τὸ ὅσον ἐφ' ὑμῖν ἀπεχωρίσατε τῆς βασιλείας καὶ ἑαυτοὺς δέ, ἀπὸ τῶν λοιπῶν ἑνί τινι προσκλιθέντες· καὶ οὐ λέγει χωρὶς ἐμοῦ ἀλλ' ἡμῶν, ἵνα ἐμπεριλάβῃ καὶ κοινὸν αὐτὸ ποιήσῃ· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. Ἅμα δὲ τάχα καὶ μυστήριόν τι ὑποβάλλει κατὰ τὸν τόπον. οἱ γὰρ ὑποδεέστεροι τάχιον ἐν τῇ ἐπαγγελίᾳ γίνονται, οἱ δὲ τελειότεροι βράδιον ἀπολαμβάνουσι τὰς ἐπαγγελίας· καὶ τοῦτο ἀπὸ γραφῆς δείξω· οἱ ὑπὸ τῷ Μωσῆ κληρο δοτούμενοι πρῶτοι εἰλήφασι τὴν ἐπαγγελίαν, οἱ δὲ ὑπὸ τῷ Ἰησοῦ κληροδοτού μενοι ὕστερον εἰλήφασιν· ἀλλὰ καὶ περὶ πάντων τῶν δικαίων λέγεται τὸ Οὗτοι