πάντε μαρτυρηθέντε διὰ τῆ πίτεω οὐκ ἐκομίαντο τὴν ἐπαγγελίαν, τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶ ἡμῶν τελειωθῶιν. διὰ τοῦτο φησὶν χωρὶς ἡμῶν ἐβασιλεύσατε; καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συμβασιλεύσωμεν. ὅταν γὰρ ὑμεῖς οἱ μαθηταὶ καὶ ἀκροαταὶ βασιλεύσητε, τότε ἀναγκαῖόν ἐστι καὶ ἡμᾶς καταντῆσαι ἐπὶ τὴν τοῦ θεοῦ καὶ κυρίου Ἰησοῦ τελείαν βασιλείαν. 20 iv 9-10 [δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους. ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ἡμεῖς μωροὶ διὰ Χριστόν, ὑμεῖς δὲ φρόνιμοι ἐν Χριστῷ· ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ὑμεῖς ἔνδοξοι, ἡμεῖς δὲ ἄτιμοι.] [Ὠριγένους] Ὅσῳ τις ἐπιδικάζεται τῶν ἀληθινῶν καὶ ἐπουρανίων πρωτείων, τοσούτῳ ἀπὸ τῆς ταπεινοφροσύνης ἔσχατος γίνεται πάντων ἀνθρώπων· οἶμαι καὶ τοιοῦτόν τι τὸν ἀπόστολον νενοηκότα εἰρηκέναι Ἐμοὶ τῷ ἐλαχιτοτέρῳ πάντων ἁ<γί>ων ἐδόθη ἡ χάρι αὕτη. οὐχ ὅτι κατὰ τὸν ἁγιασμὸν ἐλάττων ἦν πάντων ἁγίων· τοῦτο γὰρ οὔτε ἐφρόνει οὔτε εἰ ἔλεγεν ἠλήθευεν· ἀλλ' ἐπὶ πάντων τῶν πιστευόντων ταπεινότερον ἑαυτὸν ἐποίει, γενόμενος ἤπιο ἐν μέῳ πάντων, ὡ ἐὰν τροφὸ θάλπῃ τὰ ἑαυτῆ τέκνα. ἐπεὶ οὖν ἐπετήδευον οἱ ἀπόστολοι ἔσχατοι εἶναι τῇ ἑαυτῶν προαιρέσει, παντὶ δὲ ἐπιτηδεύματι καλῷ, ἐὰν μὴ μαρτυρήσῃ ὁ θεὸς καὶ πληρώσῃ τὸ βούλημα τοῦ ἐπιτηδεύοντος, οὐκ ἀκολουθεῖ τὸ ἀγαθὸν τέλος διὰ τοῦ ἐπιτηδεύοντος· διὰ τοῦτο τυχὸν εἴρηκεν ὁ ἀπόστολος ∆οκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους· εἰ γὰρ καὶ ἐγώ, φησίν, πεποίηκα καὶ οἱ ἀπόστολοι ἵνα ἔσχατοι γινώμεθα, ἀλλ' ἀποδείξεως ἐδεόμεθα καὶ τῆς ἀπὸ θεοῦ χάριτος ἵνα τελειωθῶμεν ἐν τῷ ἔσχατοι εἶναι τῷ κόσμῳ. τὸ δὲ ∆οκῶ ὥσπερ ἀλλαχοῦ εἶπεν ∆οκῶ δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν. Ἁρμόζον δὲ καὶ τοῖς ἀπὸ θεοῦ ἀποδεδειγμένοις ἐσχάτοις τὸ γενέσθαι πρώτοις παρὰ τῷ θεῷ· ἀληθὲς γὰρ ὅτι οἱ ἔχατοι γίνονται πρῶτοι. ἁρμόζει δὲ αὐτοῖς καὶ τὸ εἶναι ἐπιθανατίους. ὅσῳ γάρ τις τελειότερον χριστιανίζει, τοσούτῳ μᾶλλον ἐπιθανάτιός ἐστιν. πότε γὰρ οὐ κινδυνεύει, ἐλέγχων τὸν ἁμαρτάνοντα πολλάκις ἰσχυρότερον ὑπάρχοντα ἐν τῷ βίῳ καὶ κολάσαι δυνάμενον, ἐπιδημῶν τόποις ὅπου οὐκ ὠνομάθη Χριτό, καὶ τιθεὶς θεμέλιον ξενίζοντα καὶ ταράσσοντα τοὺς ἀκούοντας; ἀληθῶς γὰρ ἔλεγεν ὁ Παῦλος Καθ' ἡμέραν ἀποθνήκω, νὴ τὴν ὑμετέραν καύχηιν ἣν ἔχω ἐν Χριτῷ Ἰηοῦ τῷ κυρίῳ ἡμῶν. ἀλλ' ὑποφαίνεταί μοι ἐρευνῶντι τὸν λόγον δixῶς δύνασθαι τὸν ἐπιθανάτιον λαμβάνεσθαι· καθ' ἕνα μὲν τὸν εἰρημένον τρόπον καθ' ὃν δεῖ πάντοτε τὴν νέκρωιν τοῦ Ἰηοῦ ἐν τῷ ώματι περιφέρειν· καθ' ἕτερον δὲ ἐπιθανάτιός ἐστιν ὁ δίκαιος σύμμορφος ὢν τοῦ θανάτου τοῦ Χριστοῦ ἀεὶ ἀποθνήσκων τῷ κόσμῳ, οὕτω δὲ πρέπον ἐστὶ θεὸν ἀποδεικνύειν καὶ ἐσχάτους καὶ ἐπιθανατίους τοὺς ἀποστόλους τοῦ Χριστοῦ ὄντας. Εἶτα ἀναγκαῖόν ἐστιν ἰδεῖν τὸ ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις. ἐὰν Παῦλος ἀγωνίζηται καὶ Πέτρος, οἱ ἄγγελοι τοῦ θεοῦ ἐπὶ τὴν καινὴν θέαν ταύτην ἐπείγονται ἵνα ἴδωσιν ἄνθρωπον σάρκα περιβεβλημένον παλαίοντα πρὸ τὰ ἀρχά, πρὸ τὰ ἐξουία, πρὸ τοὺ κομοκράτορα τοῦ κόσμου τούτου, πρὸ τὰ πνευματικὰ τῆ πονηρία ἐν τοῖ ἐπουρανίοι· καὶ οἱ ἄνθρωποι δὲ παρεγίνοντο καινὸν θέαμα ἰδεῖν, κήρυκα καὶ διδάσκαλον καινοῦ λόγου. οὕτως ὁ Παῦλος θέατρον ἦν ὅλων τῶν ἐπὶ γῆς καὶ τῶν ἀγγέλων τῶν εὐφραινομένων ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Εἶτα ὁ τηλικοῦτος ὡς ἔσχατος ἐν κόσμῳ ἐπιπλήσσει τοῖ πεφυιωμένοι, καὶ φησὶ πρὸς αὐτοὺς Ἡμεῖς μωροὶ διὰ Χριστόν. Παῦλος γὰρ διδούς μοι ἐντολὴν καὶ λέγων Εἴ τι δοκεῖ ἐν ὑμῖν οφὸ εἶναι ἐν τῷ αἰῶνι τούτῳ μωρὸ γενέθω, ἵνα γένηται οφό, πολλῷ πλέον αὐτὸς ἐτήρει τὸ ἐν κόσμῳ τούτῳ μωρὸς γενέσθαι. πῶς γὰρ οὐκ ἦν ἐν τῷ κόσμῳ τούτῳ μωρός, καταγγέλλων τὸν ἐταυρωμένον καὶ ἀνάταιν νεκρῶν καὶ τὰ περὶ τοῦ μέλλοντο αἰῶνο, καὶ πείθων τοὺς ἀνθρώπους καταφρονεῖν τῆς παρούσης ζωῆς; Εἶτα εἰρωνείᾳ Ὑμεῖς φρόνιμοι φησὶν ἐν Χριστῷ· οὐ γὰρ ἦσαν