διαλεχθῆναι. 53 xiii9-12 [Ἐκ μέρους δὲ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου. βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον.] [Ὠριγένους] Ὁ δοκῶν προκόπτειν ἐνθάδε ὡς ἐν παιδίοις προκόπτει· ἐὰν δὲ ἔλθῃ τὸ τέλειον καὶ καταντήωμεν εἰ ἄνδρα τέλειον, τότε τὰ τῶν ἀνδρῶν χωρήσομεν καὶ γνῶσιν καὶ προφητείαν καὶ ὄψιν θεοῦ ἣν ὄψονται οἱ μακάριοι οἱ διὰ τὴν καθαρότητα τῆς καρδίας. 54 xiv 5 [Μείζων γὰρ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις, ἐκτὸς εἰ μὴ διερμη νεύει, ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ.] [Ὠριγένους] Ὁ τὸ οἰκοδομοῦν ἔχων χάρισμα μείζων ἐστὶν τοῦ μὴ τὸ τοιοῦτον ἔχοντος, ἅτε κοινωφελέστερος ὢν ὁ τὸ οἰκοδομοῦν ἔχων χάρισμα· ἐὰν δὲ γλώσσαις λαλῶν ἔxv καὶ τὸ διερμηνεύειν ἐπὶ τῷ τὴν ἐκκλησίαν οἰκοδομεῖν οὐκέτι μείζων ὁ προφητεύων. ἔστι γὰρ ὅτε ὑψηλὰ λαλεῖ, ἑαυτῷ λαλεῖ καὶ τῷ θεῷ ὡς μὴ δύνασθαι ἀκούειν τὴν ἐκκλησίαν. 55 xiv 6 [Νυνὶ δέ, ἀδελφοί, ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν, τί ὑμᾶς ὠφελήσω, ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν προφητείᾳ ἢ ἐν γνώσει ἢ ἐν διδαχῇ;] [Ὠριγένους] Προφητεία ἐστὶν ἡ διὰ λόγου τῶν ἀφανῶν σημαντικὴ γνῶσις, ἡ εἴδησις τῆς τοῦ κόσμου συστάσεως καὶ ἐνεργείας στοixείων καὶ χρόνων. διδαχὴ ἐστὶν ὁ εἰς τοὺς πολλοὺς διανεμόμενος διδασκαλικὸς λόγος. ἀποκάλυψίς ἐστιν ὅταν ὁ νοῦς ἔξω γίν<η>ται τῶν γηΐνων καὶ ἀποθ<ῆ>ται πᾶσαν πρᾶξιν σαρκικὴν δυνάμει θεοῦ· ὁ τούτου τυχὼν γέγονεν ἐν ἀποκαλύψει. τάχα δὲ καὶ ἡ περὶ τῶν μελλόντων γνῶσις δύναται ἀποκάλυψις λέγεσθαι, ἔξεστιν δὲ κατα χρηστικώτερον τοῖς ὀνόμασιν χρῆσθαι τὸν νοήσαντα τὴν ἑκάστου κυριολεξίαν. 56 xiv 7-9α [Ὅμως τὰ ἄψυχα φωνὴν διδόντα, εἴτε αὐλὸς εἴτε κιθάρα, ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ διδῷ, πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον; καὶ γὰρ ἐὰν ἄδηλον φωνὴν σάλπιγξ δῷ, τίς παρασκευάσεται εἰς πόλεμον; οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε, πῶς γνωσθήσεται τὸ λαλούμενον;] [Ὠριγένους] ∆υσωπῆσαι βούλεται τοὺς γλώσσῃ λαλοῦντας ιγᾶν ἐν ἐκκληίᾳ, ἐὰν μὴ ᾖ διερμηνευτή, καὶ φησὶ Τὰ ἄψυχα, αὐλὸς καὶ κιθάρα, τοῖς μουσικοῖς καὶ φθόγγοις διαστολὴν μὴ διδόντα οὐ γιγνώσκεται ποίῳ ῥυθμῷ ηὔλησε· καὶ ὁ στρατιώτης οὐχ ὁπλίζεται εἰς πόλεμον, ἐὰν μὴ τὴν διεγερτικὴν εἰς πόλεμον προῆται φωνὴν ἡ σάλπιγξ· καὶ οἱ λαλοῦντες γλώσσῃ καὶ μὴ διερμηνεύοντες οὐκ ὀφείλουσι λαλεῖν, ὡς μὴ διδόντες διαστολὴν τοῖς λόγοις εἰς τὸ νοηθῆναι· τὰ μὲν οὖν τῆς θεωρίας δόγματα αὐλὸν καὶ κιθάραν εἶπεν ὡς μηδὲν ἐμφαίνοντα ἠθικόν, τοὺς δὲ ἐπ' ἀρετὴν προτρεπομένους σάλπιγγα· διὰ τοῦδε ἔστιν εἰπεῖν ὅτι τὰ ἀσαφῆ τῆς γραφῆς, οἷον τὰ περὶ θυσιῶν ἐν Λευϊτικῷ καὶ τῆς σκηνῆς ἐν Ἐξόδῳ, οὐ δεῖ ἀναγιγνώσκειν, εἰ μή τις αὐτῶν σαφηνίζει τὸν νοῦν τῇ διηγήσει. 57 xiv 9β [Ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες.] [Ὠριγένους] Ὁ λαλῶν γλώσσῃ ἐν τῷ θεῷ λαλεῖ· εἰ καὶ μὴ νοοῦσιν οἱ ἄνθρωποι, ἀλλ' οὖν αἱ περὶ τὸν ἀέρα δυνάμεις ἀκούουσιν. 58 xiv 10 [Τοσαῦτα εἰ τύχοι γένη φωνῶν ἐστιν ἐν κόσμῳ, καὶ οὐδὲν αὐτῶν ἄφωνον.] [Ὠριγένους] Καὶ τὰ ἄψυχα οὖν φωνὴν δίδωιν, τινὰ μὲν αὐτῶν μετὰ ταύτης τῶν φθόγγων διαστολῆς, τινὰ δὲ αὖ ταύτης· πᾶν γὰρ σῶμα ἰδιότητα ἔχει φωνῆς, συγκροῦον ἑτέρῳ σώματι. 59 xiv 11 [Ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος.] [Ὠριγένους] Πᾶς ὁ λαλῶν τινι ἃ μὴ νοεῖ, ὁ ἀκούων δοκεῖ αὐτῷ βάρβαρος εἶναι, κἀκεῖνος τούτῳ. 60 xiv 12 [Οὕτως καὶ ὑμεῖς, ἐπεὶ ζηλωταί ἐστε πνευμάτων, πρὸς τὴν οἰκο δομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε.] [Ὠριγένους] Τὸ περισσεύειν γίνεται τῇ τῶν χαρισμάτων ὑπεροχῇ ἐκ τοῦ τὰ πρὸς οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖν, ὡς ὅτι οὐ περισσεύει ἐν τοῖς χαρίσμασιν ὁ μὴ ζητῶν τὸ κοινωφελές. εἰκὸς γὰρ ὅτι ἀργεῖ ἡ ἐνέργεια τοῦ χαρίσματος ὅταν μὴ λάμπῃ ἔμπροθεν τῶν ἀνθρώπων. διό, εἰ θέλομεν