αὔξειν τὰ χαρίσματα, τῇ ὠφελείᾳ τῶν πλειόνων ἑαυτοὺς ἐπιδώσομεν. 61 xiv 13-14 [∆ιόπερ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ. ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ, τὸ πνεῦμά μου προσεύχεται, ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν.] [Ὠριγένους] Ἐὰν μὴ ἔxv τὸ χάρισμα τοῦ διερμηνεύειν ὁ γλώσσῃ λαλῶν, κἂν μὴ οἱ ἄλλοι νοῶσιν ἀλλ' αὐτὸς νοεῖ τὰ ἀπὸ τοῦ πνεύματος αὐτῷ ἐμβαλλόμενα εἰς τὸ κινεῖσθαι λαλεῖν. ὅταν δὲ τὸ λαλούμενον νοηθείη παρ' ἄλλοις, τότε καρπὸς δοκεῖ οὗτος εἶναι τοῦ λαλοῦντος πρὸς τοὺς νοοῦντας. 62 xiv 15-17 [Τί οὖν ἐστιν; προσεύξωμαι τῷ πνεύματι, προσεύξωμαι δὲ καὶ τῷ νοΐ· ψαλῶ τῷ πνεύματι, ψαλῶ δὲ καὶ τῷ νοΐ. ἐπεὶ ἐὰν εὐλογήσῃς τῷ πνεύματι, ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ; ἐπειδὴ τί λέγεις οὐκ οἶδεν· σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς, ἀλλ' ὁ ἕτερος οὐκ οἰκοδομεῖται.] [Ὠριγένους] Καὶ διὰ τούτων τὸ κοινωφελὲς τῆς ἐκκλησίας διδασκόμεθα ζητεῖν. 63 xiv 18-9 [Εὐχαριστῶ τῷ θεῷ μου, πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶν. ἀλλ' ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους διὰ τοῦ νοός μου λαλῆσαι, ἵνα καὶ ἄλλους κατηχήσω, ἢ μυρίους λόγους ἐν γλώσσῃ.] [Ὠριγένους] Καὶ τὸ πνευματικῶς λαλεῖν τοὺς αἰσθητοὺς λόγους τὰς πέντε αἰσθήσεις τὸ κοινωφελές ἐστιν ζητεῖν· ὁ δὲ τῆς κατηχήσεως λόγος ὁ διὰ τῶν πέντε αἰσθήσεων ἐπὶ τῶν ἀκουόντων ἐν ἐκκλησίᾳ τέτακται, ὡς καὶ αὐτῶν ὑπὸ τῶν πέντε λόγων κατηχουμένων. οἱ γὰρ μὴ εἰδότες τὴν τῶν λεγομένων τρανότητα, ἀλλὰ μόνῃ τῇ ψιλῇ τῶν γραφῶν περιηχήσει προσέχοντες, κατηχούμενοι χρηματίζουσιν· οἱ δὲ τῆς τῶν φθόγγων διατολῆ ἀκούοντες ἀπὸ τῆς γραφῆς οὗτοι οὐ κατηχούμενοι ἀλλὰ πιστοί. 64 xiv 20 [Ἀδελφοί, μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε.] [Ὠριγένους] Ἐπειδὴ ἃ προστάσσει δυνατά ἐστιν, δυνατὸν ἡμᾶς τελείους γενέσθαι ταῖς φρεσίν. τοῦτο δὲ σχεδὸν ἑρμηνεύει τὸ Ἐὰν μὴ τραφῆτε καὶ γένηθε ὡ τὰ παιδία· στραφεὶς γὰρ γίνεται ὡς παιδίον ὁ τῇ κακίᾳ νηπιάζων. 65 xiv 21 [Ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώοι καὶ ἐν χείλειν ἑτέροι λαλήω τῷ λαῷ τούτῳ, καὶ οὐδ' οὕτως εἰακούονταί μου, λέγει Κύριος.] [Ὠριγένους] Καὶ τὸν προφητικὸν λόγον νόμον ἐκάλεσεν· ταῦτα δὲ τὰ ῥήματα εὕρομεν παρὰ Ἀκύλᾳ καὶ ταῖς λοιπαῖς ἐκδόσεσιν, οὐ μὴν παρὰ τοῖς ἑβδομήκοντα. 66 xiv 24-5 [Ἐὰν δὲ πάντες προφητεύωσιν, εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης, ἐλέγχεται ὑπὸ πάντων, ἀνακρίνεται ὑπὸ πάντων, καὶ οὕτως τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται· καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προκυνήει τῷ θεῷ, ἀπαγγέλλων ὅτι ὁ θεὸ ὄντω ἐν ἡμῖν ἐτιν.] [Ὠριγένους] Ἐπειδὴ τὸ προφητικὸν χάρισμα ποιεῖ γινώκειν τὰ κρυπτὰ τῆς καρδίας τοῦ ἀπίστου καὶ ἰδιώτου καὶ πλησιάζοντος αὐτοῖς, δῆλον ὅτι ὅταν ἔλθῃ τὸ τέλειον, τελείως γιγνώσκουσιν παντὸς ἰδιώτου καὶ ἀπίστου τὰ κρυπτά, εἰκὸς δὲ ὅτι τότε καὶ τοῦ ἁγίου ἀνθρώπου τὰ κρυπτὰ φανερὰ γίνεται τοῖς προφήταις, τάχα τοῖς μείζοσιν τὰ τῶν καταδεεστέρων. <καὶ> ὁ ὠφελούμενος εὐλαβεῖται ἐμβλέψαι εἰς τὸ πρόσωπον τοῦ θεοῦ· διὸ φανταζόμενος τὸν θεὸν πίπτει ἐπὶ πρόσωπον, καὶ τὴν ὑπεροχὴν καὶ τὴν δόξαν αὐτῷ διδούς, καὶ οὕτως προκυνεῖ τῷ θεῷ. τὸ δὲ ἐλέγξαι καὶ ἀνακρῖναι τὰ κρυπτὰ τῆς καρδίας, ὅ ἐστι φανερὰ ποιῆσαι, χαρακτηρίζει ὅτι ὁ θεὸς ἐν τῷ πνεύματί ἐστι τῶν τοιούτων. εἰ δὲ καὶ τὰ λοιπὰ χαρίσματα σημεῖά ἐστι τοῦ ὄντω εἶναι θεόν, ἐν τίνι ζητητέον; 67 xiv 26-27 [Τί οὖν ἐστιν, ἀδελφοί; ὅταν συνέρχησθε, ἕκαστος ὑμῶν ψαλμὸν ἔχει, διδαχὴν ἔχει, γλῶσσαν ἔχει, ἀποκάλυψιν ἔχει, ἑρμηνείαν ἔχει· πάντα πρὸς οἰκοδομὴν γινέσθω. εἴτε γλώσσῃ τις λαλεῖ, κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς, καὶ ἀνὰ μέρος, καὶ εἷς διερμηνευέτω.] [Ὠριγένους] Ὅταν συνέλθωμεν, πᾶσι τοῖς ἔχουσι χαρίσματα ἐπιτρεπτέον λαλεῖν τοῖς δυναμένοις διδάσκειν. 68 xiv 29 [Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν, καὶ οἱ ἄλλοι διακρινέ τωσαν.] [Ὠριγένους] Ἄλλους λέγει τοὺς ἔχοντας χάρισμα διασαφεῖν τοὺς πνευματικοὺς τῶν προφητῶν λόγους, εἴ γε αὐτοὶ οἱ προφητεύοντες οὐκ ἔσχον τῆς διακρίσεως τὸ χάρισμα· ἐν ᾧ γὰρ οὐκ ἔχουσι τοῦτο