ὁ καιρὸς τοῦ ἀνατεῖλαι ἀπὸ τοῦ ἀνθρωπείου σώματος κατὰ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν τὸ ἀναστησόμενον, οὐ θέλεις περιμένειν, ἵνα καὶ τοῦτο ἴδῃς; ἢ οὐκ οἶδας ὅτι καὶ ἐπὶ τῶν ἄλλων πάντων σπερμάτων οὐ πᾶς καιρὸς ἐπιτήδειός ἐστι πρὸς τὸ ἀνατεῖλαι τὰ σπέρματα; ἀλλ' ἐγείρεται κόκκος σίτου τῷδε τῷ καιρῷ τοῦ ἐνιαυτοῦ· ἐγείρεται τὸ γίγαρτον τῇδε τῇ ὥρᾳ τοῦ ἐνιαυτοῦ· ὁ πυρὴν τῆς ἐλαίας κατὰ τόνδε τὸν μῆνα, οὐ κατὰ πάντα χρόνον. θέλεις δὲ ἐπὶ τοῦ σώματος τοῦ ἀνθρώπου, ἵνα πιστεύσῃς, κατ' ἐνιαυτὸν ὡς τὸ γίγαρτον, ὡς τὴν ἐλαίαν, ἀνίστασθαι τοὺς νεκροὺς καὶ οὐχὶ ἕνα καιρὸν παράδοξον ὄψει ἵνα εἰδῇς τὴν ἀνάστασιν τῶν νεκρῶν; τίς ὁ εἷς καιρός; ἐπὶ συντελείᾳ τοῦ αἰῶνος. ἵνα μετὰ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν μηκέτι ᾖς ἐν τῷ αἰῶνι τῷ ἐνεστῶτι πονηρῷ. Ἰησοῦς γὰρ Χριστὸς πέπονθεν ὅπω ἐξέληται ἡμᾶ ἐκ τοῦ αἰῶνο τοῦ ἐνετῶτο πονηροῦ· καὶ ἐξαγοραζόμενοι τὸν καιρὸν ὅτι αἱ ἡμέραι πονηραί εἰιν. καλῶς οὖν ὁ θεὸς καὶ τοῦτο μετὰ τῶν ἄλλων ᾠκονόμησεν. 88 xv 51 [Ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ κοιμησόμεθα πάντες δὲ ἀλλαγησόμεθα.] [Ὠριγένους] Πάντας τοὺς ὁμοίους ἑαυτῷ ὁ Παῦλος ἐν τῇ πρὸς Θεσσαλονικεῖς ˉα ζῶντα καλεῖ· ὁ γὰρ τῶν ζώντων θεὸ καὶ Παύλου καὶ τῶν ὁμοίων αὐτοῦ θεός ἐστιν. 89 xvi 10-12 [Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς, τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς καὶ ἐγώ· μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με, ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν. Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ· ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.] [Ὠριγένους] Κατὰ τὰς ἀρχὰς τῆς ἐπιστολῆς ἔφασκεν Ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν· ἕκατο γὰρ ὑμῶν, φησί, λέγει Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ- τούτου περὶ οὗ φησι τοιαύτης στάσεως καὶ ταραχῆς οὔσης ἐν τῇ Κορινθίων ἐκκλησίᾳ. ὁ θαυμάσιος οὗτος Ἀπολλὼς ἐπίσκοπος ὢν τῶν κατὰ τὸν καιρὸν ἐκεῖνον ὡς ἐπὶ κριτὴν κατέφυγεν τὸν ἀπόστολον. Παῦλος τὰ τῆς ἀποστολῆς ἐποίει· οὐκ ἦν αὐτῷ τὰ πράγματα ἐπιβάλλοντα διατρίβοντι ἐν τῇ Ἀσίᾳ τότε καταλιπεῖν τὰ ἐν τῇ Ἀσίᾳ καὶ γενέσθαι εἰς τὴν Κόρινθον· ἀλλ' ἀνθ' ἑαυτοῦ ἐξελέξατο Τιμόθεον καὶ ἔπεμψεν αὐτὸν διορθωσόμενον τὰ ἐν Κορίνθῳ καὶ ἀναγκαίως μετὰ τῆς ἐπιστολῆς πέμπων αὐτὸν παρακατατιθέναι τῇ ἐκκλησίᾳ. ὅτε γὰρ ἐπεδήμουν οἱ ἅγιοι ὠφελοῦντες τοὺς ἀκούοντας, οὐκ ἐν ἀθενείᾳ παρεγίνοντο οὐδὲ ἐν φόβῳ οὐδὲ ἐν τρόμῳ· ὅτε δὲ παρεγίνοντο πρὸς τοὺς ἀσθενεστέρους, ἐν ἀθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ ἐπεδήμουν· τοιοῦτοι ἦσαν Κορίνθιοι, ὥστε οὐ Παῦλον τὸν μέγαν ἐπιδημεῖν αὐτοῖς ἀλλὰ τὸν ἀσθενῆ, καθὸ ἔλεγεν Ἐγενόμην τοῖ ἀθενέιν ὡς ἀθενή, ἵνα τοὺ ἀθενεῖ κερδήω. καὶ διὰ τοῦτο ἔλεγεν Κἀγὼ ἐν ἀθενείᾳ ἐγενόμην πρὸ ὑμᾶ· διὰ τοῦτο καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγένετο, ὅπως τῶν ἀκουόντων περιγένηται. ἐπειδὴ οὖν τὸ ἐν φόβῳ καὶ ἐν τρόμῳ ἐπιδημεῖν τὸν μέλλοντα ὠφελεῖν περὶ τοὺς ἀκροατάς ἐστιν, παρακαλεῖ νῦν τοὺς Κορινθίους ἵνα ἀφόβως γένηται Τιμόθεος πρὸς αὐτούς· τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς καὶ ἐγώ· ὅπερ ἐγὼ ἐπεποιήκειν ἂν ἐπιδημήσας ὑμῖν, τοῦτο ποιεῖ ὑμῖν ὁ Τιμόθεος. μή τις οὖν αὐτὸν ἐξουθενήσῃ· εἰ γὰρ τοῦτον ἐξουθενεῖτε, κἀμέ· τὸ γὰρ ἔργον κυρίου ἐργάζεται ὡς καὶ ἐγώ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· νῦν μὲν ἔρχεται πρὸς ὑμᾶς εἰρήνην ποιήσων. στάσιν γὰρ ὑμῶν εὑρίσκει ἐν τῇ ἐκκλησίᾳ· ἀλλ' ὁμονοήσαντες καὶ διορθωθέντες ἐκ τῶν λεγομένων ὑπ' αὐτοῦ <καὶ> εἰρήνην ἀναλαβόντες, προπέμψατε αὐτὸν ἐν τῇ ὑμετέρᾳ ὁμονοίᾳ καὶ εἰρήνῃ, ἵνα ἔλθῃ πρὸς ἐμέ. ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν· ποίων ἀδελφῶν; περὶ ὧν προεῖπεν ὅτι Οὓ ἐὰν δοκιμάητε δι' ἐπιτολῆ, τούτου πέμψω. ἐκδέχομαι οὖν ἀκούων αὐτὸν ἐπανελευσόμενον, ἀπαγγέλλοντά μοι τὰ καθ' ὑμᾶς. Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ παρεκάλεσα αὐτόν, ἵνα ἔλθῃ πρὸς ὑμᾶς· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα ἔλθῃ νῦν. ἄνθρωπος ἦν, ὡς εἰκός, ἅγιος, εἰρήνης φίλος, καὶ βλέπων στάσιν καὶ ταραχὴν ἐν τῇ ὑπ' αὐτὸν ἐκκλησίᾳ, οὐκ ἐπεδικάζετο