Fragmenta in epistulam ii ad Corinthios (in catenis)

 φιλοτιμοῦνται. 2 Kor 1,17 Οὐ διά τι σαρκικὸν ἐλθεῖν ἐβουλευόμην ἀλλὰ διὰ τὸν θεόν· τὸ δὲ διὰ τὸν θεὸν βουλεύεσθαι παραγενέσθαι οὐκ ἐλαφρίας. Βουλευόμε

 αὐτοὺς ὡς ἀναξίους παρέδραμεν καίτοιγε θύρας ἀνεῳγμένης καὶ οὐδενὸς ἀποκλείοντος τῷ κηρύγματι. ἤτοι καὶ διὰ τοῦτο παρέδραμεν ὡς ῥάδιον δυνάμενος διορθ

 νόμου τὸν Μωϋσέα παραδηλοῖ. αὐτὸν δὲ τὸν νόμον διάκονον θανάτου λέγει, ἐπειδὴ ἐθανάτου ὁ νόμος τοὺς μὴ πληροῦντας αὐτόν. καὶ οὐχ ὡς διαβάλλων αὐτὸν το

 νόμου· διὰ γὰρ τὴν ὑπερβολὴν τῆς χάριτος τὰς θλίψεις πατοῦμεν. 2 Kor 4,2 Κρυπτά ἐστι τῆς αἰσχύνης τὰ φαῦλα καὶ τὰ αἰσχρὰ ἅπερ οἱ πράττοντες κρύπτειν σ

 σκῆνος ἀνίσταται. καὶ οἰκίαν εἶπε τὴν διαγωγὴν τήν τε θνητὴν καὶ τὴν προσδοκωμένην. ἑξῆς μέντοι δείκνυσιν ὅτι οἰκητήριον λέγει τὴν φθορὰν καὶ τὴν ἀφθα

 τὸ σάββατον, λέγει ὅτι ἡ μεῖς τῶν πιστῶν οὐδένα οἴδαμεν κατὰ σάρκα. ἀλλ' ἐπειδὴ ὑπέκρουε τὸ τὸν κύριον περιτμηθῆναι καὶ τηρῆσαι σάββατον, λέγει τοῦτο

 καρποφορίαν διεγερθῶσιν. 2 Kor 8,6 Ἡ προθυμία Μακεδόνων ἡ εἰς τὴν εὐποιΐαν προετρέψατο ἡμᾶς εἰς τὸ παρακαλέσαι Τίτον ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα καὶ ὑμᾶς εἰ

 τοὺς διωγμούς, οὐ σωματικὸν πάθος ὡς οἴονταί τινες. 2 Kor 12,7 Ὑποπτεύεται παρὰ πολλῶν ὡς ἄλγημα ἔχων περὶ τὴν κεφαλήν, τὸ δὲ ἀληθὲς τοὺς διωγμοὺς λέγ

φιλοτιμοῦνται. 2 Kor 1,17 Οὐ διά τι σαρκικὸν ἐλθεῖν ἐβουλευόμην ἀλλὰ διὰ τὸν θεόν· τὸ δὲ διὰ τὸν θεὸν βουλεύεσθαι παραγενέσθαι οὐκ ἐλαφρίας. Βουλευόμενος ἐλθεῖν πρὸς ὑμᾶς κατεπαγγειλάμην ὑμῖν τοῦτο οὐχ ὑπὸ προπετείας καὶ ἐλαφρότητος· οὐδὲ γὰρ ὃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι ἀλλὰ πνευματικά. πρέπει δὲ τὸν περὶ πνευματικῶν βουλευόμενον μηδαμοῦ διαψεύδεσθαι, ἵνα ᾖ παρ' αὐτῷ τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ. 2 Kor 1,18 Τὸ μὲν ἐλθεῖν ἢ μὴ οὐκ ἐν ἐμοί, τὸ δὲ προθέσθαι ἐν ἐμοί. εἰ μὲν οὖν ναὶ καὶ οὒ εἶχε τὸ κήρυγμα, δικαίως εἶχέ μου ἡ βουλὴ τῆς πρὸς ὑμᾶς ἀφίξεως ναὶ καὶ οὔ· εἰ δὲ ὁ λόγος ἀληθής, δι' ὅλου καὶ τὸ τῆς βουλῆς ἀληθές. Πιστεύω τῷ θεῷ ὅτι οὐδὲν ὧν ἐκηρύξαμεν ψεῦδός ἐστιν. 2 Kor 1,19 Οὐδὲ γὰρ ὁ τοῦ θεοῦ υἱὸς ὁ κύριος ἡμῶν Ἰησοῦς ἐγένετο ψεύστης. 2 Kor 1,20-22 ∆ιὰ τοῦ Χριστοῦ τῷ θεῷ καὶ πατρὶ τὸ ἀμὴν ἀναπέμπομεν. τὴν δὲ εἰς Χριστὸν βεβαίωσιν διὰ τοῦ θεοῦ ἐλάβομεν. διὰ δὲ τοῦ σφραγισάμενος ἡμᾶς ἐδήλωσεν ἡμῶν τὴν πρὸς τὸν θεὸν 281 οἰκειότητα καὶ τὴν ἀπὸ τοῦ πονηροῦ ἀλλοτρίωσιν· καὶ γὰρ καὶ οἱ ποιμένες σφραγῖδα τοῖς ποιμνίοις ἐπιτιθέασιν τὰ ἴδια αὐτῶν ἀπὸ τῶν ἀλλοτρίων διακρίνοντες. εἰπὼν δὲ ἀρραβῶνα ἐνέφηνεν, ὅτι μικρόν τι ἐνέχυρον ἀπὸ τῆς γνώσεως εἰλήφαμεν, τὸ δὲ τέλειον ἡμῖν κεχρεώστηται· ὁ γὰρ ἀρραβὼν μέρος ἐξ ὅλου. 2 Kor 1,23-24 Ἐπειδὴ πολλὰ ἦν τὰ κατ' αὐτῶν ἐγκλήματα, οὐκ ἠβούλετο ἀπελθὼν κατακρῖναι αὐτούς. Ἐλλειπῶς εἴρηται ὁ λόγος· θέλει γὰρ εἰπεῖν ὅτι ἠβουλόμην ἐλθεῖν πρὸς ὑμᾶς, ἀλλ' οὐχ ὡς κύριός ἐστι καὶ διδάσκαλος τῆς ὑμετέρας πίστεως. Τὸ μὲν πταῖσαι ὑμᾶς ἐν ὑμῖν, τὸ δὲ διορθῶσαι πταίοντας ἐν ἡμῖν, ἵνα συνεργοὶ τῆς κατὰ θεὸν χαρᾶς γενώμεθα. Ἐν ὑμῖν τὸ πιστεῦσαι, ἐν ἡμῖν τὸ διορθοῦσθαι τοὺς πταίοντας, ἵνα συνεργοὶ γενώμεθα τῆς χάριτος τοῦ θεοῦ. χαρὰν δὲ τὴν κατὰ θεὸν λέγει· οὐ γὰρ ἂν αὐτοῖς εἰς κοσμικὴν χαρὰν συνήργησεν ὁ ἀπόστολος. Εἰπὼν τῇ πίστει, ἐνέφηνεν ὅτι τοῖς ἔργοις ἀπολιμπάνονται. διὸ ὡς ἄκαρπον ἔχουσι τὴν πίστιν καὶ ἔτι ἀτελὲς οὖσαν, συνεργὸν αὐτοῖς εἶναί φησιν. 2 Kor 2,1 ∆ιὰ τοῦτο οὐκ ἦλθον, οὐχ ἵνα μὴ λυπήσω ὑμᾶς ἀλλ' ἐμαυτόν, καὶ ἵνα μή τινας κατακρίνω ἐφ' οἷς πράττουσιν. 2 Kor 2,2 Οὐκ ἐκ τῶν ὁμοίων ὑμεῖς λυπεῖτέ με κἀγὼ ὑμᾶς· ὑμεῖς μὲν γὰρ ἐξ ὧν ἁμαρτάνετε λυπεῖτέ με, ἐγὼ δὲ ἐξ ὧν ἐπιπλήττω λυπῶ ὑμᾶς. ἀλλὰ εὐφραίνει ὁ λυπούμενος-ἔοικε γὰρ αἰσθόμενος λυπεῖσθαι-· ὁ γὰρ μὴ λυπηθεὶς δῆλον ὡς οὐδ' ἐφρόντισεν ἐγκληθείς. εἰ γὰρ καὶ λυπῶ ὑμᾶς, ἁρμόδιον πρᾶγμα ποιῶ, σύντεινον εἰς ἐμὴν εὐφροσύνην ἐπὶ τῇ ὑμετέρᾳ ὠφελείᾳ. 2 Kor 2,3 Τοῦτο ἔγραψα τὸ ὅτι φειδόμενος ὑμῶν οὐκ ἦλθον, ἐν τῷ τέλει τῆς ἐπιστολῆς ταύτης ἔνθα κεῖται μή πως ἐλθόντα με 282 ταπεινώσῃ ὁ θεός. καὶ διὰ τοῦτο ἔγραψα, ἵνα ἐν ἡδονῇ ὑμᾶς εὕρω διορθωθέντας ἵνα μὴ λυπῆσθε. οὐ τὸ ἐμαυτοῦ δὲ σκοπῶν τοῦτο εἶπον ἀλλὰ τὸ ὑμέτερον· οἶδα γὰρ ὅτι ἐὰν ἴδητέ με χαίροντα χαίρετε, καὶ ἐὰν εἰδῆτέ με ἀλγοῦντα ἀλγεῖτε. Ταῦτα ἔγραψα, ἵνα εἰ βούλεσθέ με ἐλθεῖν πρὸς ὑμᾶς, προδιορθώσησθε τὰ πταίσματα. 2 Kor 2,4 ∆είξας ὅτι τὰ αὐτὰ πταίσματα ἴδια ποιεῖται, πένθη καὶ δάκρυα ἐνέφηνεν ἣν ἔχει πρὸς αὐτοὺς ἀγάπην. εἰπὼν ἔγραψα ὑμῖν, οὐχ ἵνα ἁπλῶς λυπηθῆτε, ἀλλ' ἵνα διαδέξηται τὴν λύπην ἡ κατὰ θεὸν χαρά. 2 Kor 2,5 Εἴ τις ἐμὲ καὶ ἀγαπῶντα λελύπηκεν, οὐκ ἐμὲ μόνον λελύπηκεν ἀλλ' ἀπὸ μέρους καὶ ὑμᾶς, ἵνα μὴ ἐπιβαρῶ λέγων καὶ τὸν Χριστόν· ἐσιώπησε δὲ τὸ εἰπεῖν «καὶ τὸν Χριστόν», ἵνα μὴ καὶ εἰπὼν βαρήσῃ. 2 Kor 2,6 Ἐπιτιμίαν λέγει τὴν κατάγνωσιν τὴν ἐκ τῶν πλειόνων. 2 Kor 2,7 Χαρίσασθαι αὐτῷ τοῦτο. 2 Kor 2,8-9 Ὑπηκούσατέ μοι εἰς τὸ κατακρῖναι, ὑπακούσατέ μοι καὶ εἰς τὸ ἀνακαλέσασθαι αὐτὸν κατακριθέντα. 2 Kor 2,10 Χαρίσασθε αὐτῷ, φησί, τοῦτο· γινώσκετε γὰρ ὅτι ὧν ὑμεῖς χαρίζεσθε τούτῳ κἀγὼ βούλομαι χαρίζεσθαι. διὰ δὲ τούτου δείκνυσιν ὅτι ἐκ διαθέσεως τῆς περὶ αὐτοὺς τὰ αὐτὰ αὐτοῖς φρονεῖν βούλεται. 2 Kor 2,12-13 Φαίνεται λυπηθεὶς πρὸς τοὺς ἐν Τρῳάδι, ὅτι μὴ περὶ πολλοῦ ἐποίησαν τὸν Τίτον μηδὲ κατέσχον αὐτὸν ἕως τῆς αὐτοῦ ἐπιδημίας, ἀλλ' ὡς χαῦνοι περὶ τὴν πίστιν εἴασαν ἀπελθεῖν. σωφρονίζων οὖν 283