Fragmenta in epistulam ii ad Corinthios (in catenis)

 φιλοτιμοῦνται. 2 Kor 1,17 Οὐ διά τι σαρκικὸν ἐλθεῖν ἐβουλευόμην ἀλλὰ διὰ τὸν θεόν· τὸ δὲ διὰ τὸν θεὸν βουλεύεσθαι παραγενέσθαι οὐκ ἐλαφρίας. Βουλευόμε

 αὐτοὺς ὡς ἀναξίους παρέδραμεν καίτοιγε θύρας ἀνεῳγμένης καὶ οὐδενὸς ἀποκλείοντος τῷ κηρύγματι. ἤτοι καὶ διὰ τοῦτο παρέδραμεν ὡς ῥάδιον δυνάμενος διορθ

 νόμου τὸν Μωϋσέα παραδηλοῖ. αὐτὸν δὲ τὸν νόμον διάκονον θανάτου λέγει, ἐπειδὴ ἐθανάτου ὁ νόμος τοὺς μὴ πληροῦντας αὐτόν. καὶ οὐχ ὡς διαβάλλων αὐτὸν το

 νόμου· διὰ γὰρ τὴν ὑπερβολὴν τῆς χάριτος τὰς θλίψεις πατοῦμεν. 2 Kor 4,2 Κρυπτά ἐστι τῆς αἰσχύνης τὰ φαῦλα καὶ τὰ αἰσχρὰ ἅπερ οἱ πράττοντες κρύπτειν σ

 σκῆνος ἀνίσταται. καὶ οἰκίαν εἶπε τὴν διαγωγὴν τήν τε θνητὴν καὶ τὴν προσδοκωμένην. ἑξῆς μέντοι δείκνυσιν ὅτι οἰκητήριον λέγει τὴν φθορὰν καὶ τὴν ἀφθα

 τὸ σάββατον, λέγει ὅτι ἡ μεῖς τῶν πιστῶν οὐδένα οἴδαμεν κατὰ σάρκα. ἀλλ' ἐπειδὴ ὑπέκρουε τὸ τὸν κύριον περιτμηθῆναι καὶ τηρῆσαι σάββατον, λέγει τοῦτο

 καρποφορίαν διεγερθῶσιν. 2 Kor 8,6 Ἡ προθυμία Μακεδόνων ἡ εἰς τὴν εὐποιΐαν προετρέψατο ἡμᾶς εἰς τὸ παρακαλέσαι Τίτον ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα καὶ ὑμᾶς εἰ

 τοὺς διωγμούς, οὐ σωματικὸν πάθος ὡς οἴονταί τινες. 2 Kor 12,7 Ὑποπτεύεται παρὰ πολλῶν ὡς ἄλγημα ἔχων περὶ τὴν κεφαλήν, τὸ δὲ ἀληθὲς τοὺς διωγμοὺς λέγ

νόμου· διὰ γὰρ τὴν ὑπερβολὴν τῆς χάριτος τὰς θλίψεις πατοῦμεν. 2 Kor 4,2 Κρυπτά ἐστι τῆς αἰσχύνης τὰ φαῦλα καὶ τὰ αἰσχρὰ ἅπερ οἱ πράττοντες κρύπτειν σπουδάζουσι διὰ τὴν αἰσχύνην· οὐ γὰρ μετέχει παρρησίας τὰ φαῦλα, ἀλλ' ἐν σκότει διαλανθάνει. 2 Kor 4,3 Κἂν ᾖ κεκαλυμμένον τὸ εὐαγγέλιον, τοῖς ἀπίστοις κεκάλυπται, οὐχ ὡς ἐν τῷ νόμῳ ἀπὸ παντὸς Ἰσραὴλ ἐκεκάλυπτο ἡ δόξα τοῦ προσώπου Μωϋσέως. 2 Kor 4,4 Ἐὰν μὲν ὁ θεὸς τοῦ αἰῶνος τούτου λέγηται συναπτομένης τῆς ἀναγνώσεως, καὶ τὸ ἐτύφλωσεν ἀκολουθίαν ἔχει. ἐὰν δὲ ὁ θεὸς ἐτύφλωσε, καθ' 288 ὑπερβατόν, ὡς τὸ ἔδωκεν αὐτοῖς ὁ θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ τὸ ἐγὼ ἐσκλήρυνα τὴν καρδίαν Φαραώ, κατὰ τὸν ἀποδοθέντα λόγον. 287,ξολ2 Ὥσπερ δὲ εἴρηται ἄρχων τοῦ αἰῶνος, οὐ φύσει ἄρχων ὤν, ἀλλ' ὅτι οἱ ἀπατηθέντες ἄρχοντα ἑαυτῶν ἀνέδειξαν αὐτὸν ὑπακούοντες αὐτῷ, οὕτως καὶ ὁ 288,ξολ2 θεὸς τοῦ αἰῶνος τούτου προσηγόρευται, οὐχ ὡς ἀληθῶς ὢν θεός, ἀλλ' ἀφ' ὧν τὰ ἔθνη λέγουσι καὶ νομίζουσιν ὀνομαζόμενος θεός, ὡς καὶ τῶν γαστριμάργων θεὸς ἡ κοιλία καλεῖται. 2 Kor 4,5 Εἰ ἑαυτοὺς ἐκηρύξαμεν, φησίν, ἐνῆν ὑποπτεῦσαι ὅτι δολοῦμεν τὸν λόγον· εἰ δὲ Ἰησοῦν Χριστὸν καὶ τὴν ἐκείνου δόξαν, οὐδὲ εἷς δόλος ἐν τῷ κηρύγματι κατὰ τὸ λεγόμενον· ὁ ζητῶν τὴν ἑαυτοῦ δόξαν οὐκ ἔστιν ἀληθινός, ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστιν. Εἰ ἑαυτοὺς ἐκηρύσσομεν, ἦν ὑποπτεῦσαι ὅτι δολοῦμεν τὸν λόγον, εἰ δὲ Χριστὸν καὶ τὴν αὐτοῦ δόξαν κηρύσσομεν, οὐδὲ εἷς δόλος ἐν τῷ κηρύγματι. 2 Kor 4,6 Ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ, ἀντὶ τοῦ διὰ Ἰησοῦν Χριστόν, δι' ἐκεῖνον. Πρὸς φωτισμὸν τῆς γνώσεως, ὅτι ἡ γνῶσις οὐ λογισμοῖς εὑρέθη, ἀλλὰ δι' ἀποκαλύψεως ἐξετέθη. Ἀντὶ τοῦ διὰ Ἰησοῦ Χριστοῦ ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν, καὶ ἡ γνῶσις οὐ λογισμοῖς εὑρέθη, ἀλλὰ δι' ἀποκαλύψεως καὶ ἐλλάμψεως ἐγνωρίσθη· οὐ γὰρ ἄν ποτε τούτου ἐφικέσθαι ἠδυνήθη ἄνθρωπος σαρκίον περιβεβλημένος. 2 Kor 4,7-9 ∆είκνυσι διὰ τούτων καὶ τῶν ἑξῆς, ὅτι οὐ συγχωρεῖ ὁ θεὸς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα. εἰ γὰρ καὶ θλιβόμεθα ὑπὸ τῶν διωκόντων, ἀλλ' οὐχ οὕτω στενοχωρούμεθα ὡς μηδαμοῦ ἔχειν ἀποφυγὴν καὶ ἀπόκλισιν· πλατύνει γὰρ ὁ θεὸς τοῖς δι' εὐσέβειαν θλιβομένοις, ὅθεν καὶ ὁ ∆αυίδ φησιν· ἐν θλίψει ἐπλάτυνάς με. 2 Kor 4,10 Τὴν νέκρωσιν ἀεὶ περιφέρομεν τῷ κινδυνεύειν ἀεὶ διὰ Χριστὸν κοινωνοὶ τῶν παθημάτων τοῦ Χριστοῦ ὄντες. 289 2 Kor 4,11 Ὁ κύριος δι' ἡμᾶς εἰς θάνατον παρεδόθη, ἡμεῖς δὲ ὑπὲρ ἑαυτῶν διὰ Ἰησοῦν, ἵνα κοινωνοὶ τῆς αὐτοῦ ζωῆς γενώμεθα. 2 Kor 4,12 ∆ιὰ τὸ κήρυγμα οἱ ἀπόστολοι ἐκινδύνευον, ἐκήρυττον δὲ ἵνα ζήσωσιν οἱ πιστεύοντες, καὶ τοῦτό ἐστιν τὸ ἡ δὲ ζωὴ ἐν ὑμῖν. 2 Kor 4,13 Ἐπειδή, φησί, πνεῦμα δουλείας ἐν τῷ νόμῳ, πνεῦμα δὲ υἱοθεσίας ἐν τῇ χάριτι. εἶπε δὲ ὅτι τὸ πνεῦμα τὸ αὐτὸ ἔχομεν ὃ καὶ εἶχεν ὁ ∆αυίδ, προσέθηκε τῆς πίστεως τὸ αὐτὸ πνεῦμα, οὐ τῆς νομικῆς δουλείας. Ἔχοντες, φησί, τὸ αὐτὸ πνεῦμα τῷ ∆αυὶδ τῷ κατὰ πίστιν λαλήσαντι, καθὼς ἔφη· ἐπίστευσα, διὸ ἐλάλησα. εἶτα εἰπὼν πνεῦμα προσέθηκε τῆς πίστεως· τοῦτο γὰρ κοινὸν νέας καὶ παλαιᾶς μόνον, ἐπεὶ ἐν μὲν τῷ νόμῳ πνεῦμα ἦν δουλείας, ἐν δὲ τῇ χάριτι πνεῦμα υἱοθεσίας. 2 Kor 4,17-18 Εἰ θάνατοι καὶ κίνδυνοι καὶ πειρασμοὶ παρηκολούθουν, πῶς ἐλαφροτέρα ἡ θλίψις; πῶς παραυτίκα; καὶ γὰρ παρέμειναν αὐτῷ οἱ πειρασμοὶ καὶ εἰς γῆρας ἐλαύνοντο. πῶς οὖν ἐλαφρά ἐστιν ἡ θλίψις τῶν ἁγίων; ἢ δηλονότι ἀντεξαγομένη πρὸς τὴν δόξαν τοῦ μέλλοντος αἰῶνος καὶ πρὸς τὰ προκείμενα ἀγαθὰ τοῖς δικαίοις· πρὸς γὰρ ταῦτα καὶ βαρύτατοι πείρας μοι ἐλαφροὶ καταφαίνονται. καὶ οὐχ ἁπλῶς ἐλαφραὶ αἱ θλίψεις ἀλλὰ καθ' ὑπερβολήν, αἵπερ θλίψεις πολὺ ὑστεροῦνται τοῦ μεγέθους τῆς δόξης· τὸ γὰρ μέγα σῶμα καὶ βαρύ ἐστιν. ἢ καὶ βάρος εἶπεν κατὰ μεταφορὰν τῶν σταθμίων· ἀντισταθμιζομένη γὰρ ταῖς θλίψεσιν ἡ δόξα βαρυτάτη πάνυ εὑρίσκεται. παραυτίκα δὲ λέγει τὸ πρόσκαιρον· κἂν γὰρ μακρὰν ᾖ τὸ θλίβον καὶ λυποῦν, ἀλλὰ πρόσκαιρον φαίνεται ὡς πρὸς τὸ τῆς δόξης ἀπέραντον. 2 Kor 5,1-2 Οἰκία σκήνους οὐ τὸ σκῆνος ἀλλ' ἡ οἰκία· ἡ γὰρ οἴκησις ἡ ἐνταῦθα παύεται, τὸ δὲ 290