Fragmenta in epistulam ii ad Corinthios (in catenis)

 φιλοτιμοῦνται. 2 Kor 1,17 Οὐ διά τι σαρκικὸν ἐλθεῖν ἐβουλευόμην ἀλλὰ διὰ τὸν θεόν· τὸ δὲ διὰ τὸν θεὸν βουλεύεσθαι παραγενέσθαι οὐκ ἐλαφρίας. Βουλευόμε

 αὐτοὺς ὡς ἀναξίους παρέδραμεν καίτοιγε θύρας ἀνεῳγμένης καὶ οὐδενὸς ἀποκλείοντος τῷ κηρύγματι. ἤτοι καὶ διὰ τοῦτο παρέδραμεν ὡς ῥάδιον δυνάμενος διορθ

 νόμου τὸν Μωϋσέα παραδηλοῖ. αὐτὸν δὲ τὸν νόμον διάκονον θανάτου λέγει, ἐπειδὴ ἐθανάτου ὁ νόμος τοὺς μὴ πληροῦντας αὐτόν. καὶ οὐχ ὡς διαβάλλων αὐτὸν το

 νόμου· διὰ γὰρ τὴν ὑπερβολὴν τῆς χάριτος τὰς θλίψεις πατοῦμεν. 2 Kor 4,2 Κρυπτά ἐστι τῆς αἰσχύνης τὰ φαῦλα καὶ τὰ αἰσχρὰ ἅπερ οἱ πράττοντες κρύπτειν σ

 σκῆνος ἀνίσταται. καὶ οἰκίαν εἶπε τὴν διαγωγὴν τήν τε θνητὴν καὶ τὴν προσδοκωμένην. ἑξῆς μέντοι δείκνυσιν ὅτι οἰκητήριον λέγει τὴν φθορὰν καὶ τὴν ἀφθα

 τὸ σάββατον, λέγει ὅτι ἡ μεῖς τῶν πιστῶν οὐδένα οἴδαμεν κατὰ σάρκα. ἀλλ' ἐπειδὴ ὑπέκρουε τὸ τὸν κύριον περιτμηθῆναι καὶ τηρῆσαι σάββατον, λέγει τοῦτο

 καρποφορίαν διεγερθῶσιν. 2 Kor 8,6 Ἡ προθυμία Μακεδόνων ἡ εἰς τὴν εὐποιΐαν προετρέψατο ἡμᾶς εἰς τὸ παρακαλέσαι Τίτον ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα καὶ ὑμᾶς εἰ

 τοὺς διωγμούς, οὐ σωματικὸν πάθος ὡς οἴονταί τινες. 2 Kor 12,7 Ὑποπτεύεται παρὰ πολλῶν ὡς ἄλγημα ἔχων περὶ τὴν κεφαλήν, τὸ δὲ ἀληθὲς τοὺς διωγμοὺς λέγ

νόμου τὸν Μωϋσέα παραδηλοῖ. αὐτὸν δὲ τὸν νόμον διάκονον θανάτου λέγει, ἐπειδὴ ἐθανάτου ὁ νόμος τοὺς μὴ πληροῦντας αὐτόν. καὶ οὐχ ὡς διαβάλλων αὐτὸν τοῦτό φησιν, καὶ γὰρ καὶ τοὺς ἀποστόλους ὀσμὴν θανάτου εἶπεν διὰ τοὺς μὴ ὑπακούοντας τῷ κηρύγματι. ὀσμὴ δὲ θα285,ξολ2 νάτου ἡ περὶ γεέννης ἀπειλὴ αἰώνιον ἐπάγουσα τοῖς ἀπίστοις θάνατον, καὶ ὀσμὴ ζωῆς τὸ κήρυγμα τῆς βασιλείας εἰς ζωὴν αἰώνιον διαπέμπον τοὺς ἑπομένους τῇ διδασκαλίᾳ. ἡ δὲ ὀσμὴ πρόδρομός ἐστιν τοῦ πράγματος. ∆ιάκονον κατακρίσεως καὶ θανάτου λέγει Μωϋσέα- κατέκρινε γὰρ ἐν τῷ νόμῳ τοὺς μὴ ὑπακούοντας-καὶ διακονίαν πνεύματος τοὺς ἀποστόλους· Μωϋσῆς γὰρ τὸν νόμον κατήνεγκεν, οἱ δὲ ἀπόστολοι τὸ πνεύμα τῷ κόσμῳ διεκόμισαν. 2 Kor 3,10 Τὸ δεδοξασμένον τοῦ νόμου γράμμα ἀνεξεταζόμενον πρὸς τὴν ὑπερβάλλουσαν δόξαν τοῦ πνεύματος οὐ δεδόξασται. οὐδ' ἂν εἴποι τις δεδοξάσθαι ἐν τούτῳ τῷ λόγῳ τῆς συγκρίσεως τῆς πρὸς τὸ ὑπερέχον. 2 Kor 3,11 Ἔδειξεν ὅτι δεῖ παύσασθαι καὶ ἀργῆσαι τὸν νόμον, ἀντεισαχθεῖσαν δὲ τοῦ πνεύματος τὴν χάριν διαμεῖναι. 2 Kor 3,12-14 Ἔχοντες οὖν τοιαύτην ἐλπίδα. ἡ ἐλπὶς ἡ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ἐδήλωσε δὲ ὅτι μένει ἡ χάρις καὶ μετὰ τὴν ἀνάστασιν τὰς προσθήκας λαμβάνουσα πρὸς τὸ μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ τέλος τοῦ καταργουμένου· ὡς γὰρ οὐκ 286 ἠδύνατο τῇ δόξῃ ... προσέχειν, οὕτως οὐκ ἐδύναντο οὐδὲ τῷ τέλει τοῦ νόμου, τοῦτ' ἔστιν ὅτι παυθήσεται ὁ νόμος. αὐτίκα φησίν· ἄχρι σήμερον ἔχουσι κάλυμμα. τὸ τέλος τοῦ νόμου, ὅταν ἀρθῇ τὸ κάλυμμα καὶ θεάσωνται τὴν δόξαν τοῦ πνεύματος, ὅτι ἐν Χριστῷ καταργεῖται, τοῦτ' ἔστι διὰ τῆς εἰς αὐτὸν πίστεως. 285,ξολ2 Ποίαν ἐλπίδα; ὅτι οὐ καταργεῖται ἡ τοῦ πνεύματος χάρις ὥσπερ ὁ νόμος, ἀλλὰ μένει καὶ μετὰ τὴν ἀνάστασιν. Ἡμεῖς διὰ τὴν μακαρίαν ἐλπίδα τοῦ παραμένειν τοῦ πνεύματος τὴν χάριν μετὰ παρρησίας διδάσκομεν, καὶ οὐ μιμούμεθα τὰ Μωϋσέως ἐπιτάγματα, ὃς διὰ 286,ξολ2 τοῦ ἐπὶ πρόσωπον καλύμματος ἐσήμανεν ὅτι οὐ δύνανται ἀτενίσαι καὶ συνιδεῖν Ἰουδαῖοι ὅτι τέλος λήψεται καὶ ἀργήσει ὁ νόμος. Μένει τὸ κάλυμμα μηδὲ ὄψιν δεικνύον ὅτι Χριστοῦ ἐλθόντος καταργεῖται ὁ νόμος. 2 Kor 3,15-16 Ὥσπερ Μωϋσῆς λαλῶν μὲν Ἰουδαίοις εἶχε τὸ κάλυμμα, ὑποστρέφων δὲ πρὸς κύριον περιαιρεῖται αὐτό, καὶ νῦν Ἰουδαῖοι μετὰ τὸ ἀναγνῶναι τὸν νόμον καὶ ἀποδοῦναι τὴν βίβλον ἀποφέρουσιν τὸ κάλυμμα ὡς ὑποστρέψαντος Μωϋσέως πρὸς κύριον. ἐὰν οὖν ἀποστὰς ἔλθῃς πρὸς τὸ πνεῦμα, περιαιρεῖταί σου τὸ κάλυμμα ὥσπερ καὶ Μωϋσέως ὑποστρέφοντος πρὸς κύριον. 2 Kor 3,17 Ὁ καταξιωθεὶς πνεύματος κυρίου οὗτος ἠλευθηρώθη τῆς κατακρίσεως τοῦ νόμου· διὰ γὰρ τοῦ πνεύματος ἐνεργεῖται τὰ χαρίσματα. καὶ ἡ δωρεὰ πρὸς τοὺς ἀξίους. 2 Kor 3,18 Ἡμεῖς, φησίν, οἱ ἀπόστολοι ἀνακεκαλυμμένῳ προσώπῳ ὁρώμεθα ὑπὸ τῶν ἀνθρώπων· εἰπὼν δὲ ἡμεῖς πάντες δείκνυσι κοινὴν τοῦ πνεύματος τὴν εὐεργεσίαν. καὶ Μωϋσέως μὲν ἡ δόξα ἀπρόσιτος ἦν Ἰσραηλίταις, ἡμῶν δὲ ἡ δόξα τοῦ θεοῦ εὐπρόσιτός ἐστιν· στηρίσαντες γὰρ ἑαυτοὺς τῇ πίστει καὶ καθάραντες κατοπτριζόμεθα τὴν δόξαν τοῦ θεοῦ, τοῦτ' ἔστι καὶ ὁρῶμεν καὶ ἀπομασσόμεθα ὡς ἐν ἐσόπτρῳ ταῖς ψυχαῖς τὴν εἰκόνα τῆς δόξης τοῦ πνεύματος. ἀπὸ νομικῆς ἐπιστήμης εἰς πνευματικὴν χάριν μεταμορφούμεθα. ἢ οὕτως νοητέον· ἀπὸ τῆς δόξης τοῦ πνεύματος τῆς ἐνεργουμένης ἐν ἡμῖν ἐρχόμεθα 287,ξολ2 δηλονότι εἰς δόξαν τῆς υἱοθεσίας. τὸ δὲ καθάπερ δηλοῖ ἅτε δὴ ἀπὸ κυρίου πνεύματος. ἐπιτηρητέον δὲ ὅτι κύριον τὸ πνεῦμα τὸ ἅγιον εἶπεν, οὐχὶ τὸν υἱὸν τοῦ θεοῦ. καὶ ὥσπερ ὁ μέν τις ὁρᾷ τὸ ἔσοπτρον ἐκεῖνο, ὁ δὲ δέχεται τοῦ ὁρῶντος τὸ ἴνδαλμα, οὕτω καὶ ἐπὶ τοῦ πνεύματος· οἱ γὰρ τὴν δόξαν τοῦ Χριστοῦ κατοπτριζόμενοι αὐτοὶ ἀπὸ τῆς δόξης ὁμοιότητά τινα ἀποφέροντες εἰς δόξαν, τοῦτ' ἔστιν ἐπισπῶνται καὶ λαμβάνουσι δόξαν τῆς πνευματικῆς εἰκόνος. 286.30 Μεταμορφούμεθα ἀπὸ νομικῆς ἐπιστήμης εἰς πνευματικὴν χάριν, καὶ ἀπὸ δόξης οὐ 287 τῆς τοῦ νόμου ἀλλὰ τῆς τοῦ πνεύματος, εἰς δόξαν τὴν τῆς υἱοθεσίας· λουτροῦ γὰρ τυχόντες εἰς υἱοθεσίαν ἐρχόμεθα. 2 Kor 4,1 Τὴν τῆς χάριτος λέγει, οὐ τὴν τοῦ