Fragmenta in epistulam ii ad Corinthios (in catenis)

 φιλοτιμοῦνται. 2 Kor 1,17 Οὐ διά τι σαρκικὸν ἐλθεῖν ἐβουλευόμην ἀλλὰ διὰ τὸν θεόν· τὸ δὲ διὰ τὸν θεὸν βουλεύεσθαι παραγενέσθαι οὐκ ἐλαφρίας. Βουλευόμε

 αὐτοὺς ὡς ἀναξίους παρέδραμεν καίτοιγε θύρας ἀνεῳγμένης καὶ οὐδενὸς ἀποκλείοντος τῷ κηρύγματι. ἤτοι καὶ διὰ τοῦτο παρέδραμεν ὡς ῥάδιον δυνάμενος διορθ

 νόμου τὸν Μωϋσέα παραδηλοῖ. αὐτὸν δὲ τὸν νόμον διάκονον θανάτου λέγει, ἐπειδὴ ἐθανάτου ὁ νόμος τοὺς μὴ πληροῦντας αὐτόν. καὶ οὐχ ὡς διαβάλλων αὐτὸν το

 νόμου· διὰ γὰρ τὴν ὑπερβολὴν τῆς χάριτος τὰς θλίψεις πατοῦμεν. 2 Kor 4,2 Κρυπτά ἐστι τῆς αἰσχύνης τὰ φαῦλα καὶ τὰ αἰσχρὰ ἅπερ οἱ πράττοντες κρύπτειν σ

 σκῆνος ἀνίσταται. καὶ οἰκίαν εἶπε τὴν διαγωγὴν τήν τε θνητὴν καὶ τὴν προσδοκωμένην. ἑξῆς μέντοι δείκνυσιν ὅτι οἰκητήριον λέγει τὴν φθορὰν καὶ τὴν ἀφθα

 τὸ σάββατον, λέγει ὅτι ἡ μεῖς τῶν πιστῶν οὐδένα οἴδαμεν κατὰ σάρκα. ἀλλ' ἐπειδὴ ὑπέκρουε τὸ τὸν κύριον περιτμηθῆναι καὶ τηρῆσαι σάββατον, λέγει τοῦτο

 καρποφορίαν διεγερθῶσιν. 2 Kor 8,6 Ἡ προθυμία Μακεδόνων ἡ εἰς τὴν εὐποιΐαν προετρέψατο ἡμᾶς εἰς τὸ παρακαλέσαι Τίτον ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα καὶ ὑμᾶς εἰ

 τοὺς διωγμούς, οὐ σωματικὸν πάθος ὡς οἴονταί τινες. 2 Kor 12,7 Ὑποπτεύεται παρὰ πολλῶν ὡς ἄλγημα ἔχων περὶ τὴν κεφαλήν, τὸ δὲ ἀληθὲς τοὺς διωγμοὺς λέγ

αὐτοὺς ὡς ἀναξίους παρέδραμεν καίτοιγε θύρας ἀνεῳγμένης καὶ οὐδενὸς ἀποκλείοντος τῷ κηρύγματι. ἤτοι καὶ διὰ τοῦτο παρέδραμεν ὡς ῥάδιον δυνάμενος διορθώσασθαι τὰ ἐκεῖ ὕστερον ἐπιδημῶν ὡς οὐδενὸς ὄντος τοῦ παρεμποδίζοντος. 2 Kor 2,14 Τοῦτ' ἔστι τῷ δημοσιεύοντι ἡμῶν τὰς ὕβρεις καὶ τὰς περιστάσεις τὰς διὰ Χριστόν. μείζονα δὲ χάριν ὁμολογεῖ ἐφ' οἷς θριαμβεύεσθαι καταξιοῦται διὰ Χριστόν. ταῦτα δὲ λέγει καὶ διὰ τοὺς Korινθίους· ἐδεδίει γὰρ μήποτε ὀκλάσωσιν δι' ἃς ὑπέμενον θλίψεις καὶ ἐκπέσωσι τῆς σωτηρίας. 2 Kor 2,15-16 Οἱ εἰδωλολάτραι ἐν θανάτῳ ὄντες τῷ νοητῷ διὰ τὴν οὖσαν ἐν αὐτοῖς ἀγνωσίαν καὶ πώρωσιν, καὶ δευτέρῳ περιπίπτουσι θανάτῳ μὴ παραδεχόμενοι τὸ εὐαγγελικὸν κήρυγμα· οἱ δὲ διὰ τῆς νομικῆς παιδεύσεως πρὸς τὰς ἀρχὰς ἐλθόντες τῆς γνώσεως τοῦ θεοῦ, γεγόνασι μέν πως ἐν ζωῇ, ὅμως ἐὰν πιστεύσωσι τῷ Χριστῷ, παραδέχονται τὴν ὀσμὴν τῆς γνώσεως τοῦ πατρὸς ἐκ ζωῆς εἰς ζωήν. Μετ' ὀλίγα ἄλλως ἑρμηνεύει τὴν περικοπὴν ταύτην. Τὰ τοιαῦτα κατορθοῦντο Χριστοῦ εἶναι εὐωδία, οὐ τῶν τυχόντων ἀλλὰ τῶν γησίως δουλευόντων τῷ θεῷ. καὶ ὡς φορτικὰ μὲν οὐ λέγει ταῦτα περὶ ἑαυτοῦ, ἐξ ὧν δὲ ἐπάγων λέγει οὐ γάρ ἐσμεν ὡς οἱ πολλοί, ἐπέδειξεν ἑαυτόν. 2 Kor 2,17 Καπηλεύεσθαι λέγει τὸν λόγον ἤτοι παραμιγνύμενον περιτομῇ καὶ τηρήσει σαββάτων ἢ διὰ τὸ πορισμὸν νομίζειν τινὰς τὴν εὐσέβειαν. λέγω δὲ ὅτι ἐξ εἰλικρινείας φθέγγομαι, καὶ αὐτὸ τοῦτο ἐκ θεοῦ ἔχειν φησί, καὶ οὐκ ἀπὸ οἰκείας δυνάμεως. λέγει δὲ καὶ ἄλλην διάνοιαν, ὅτι διὰ τοῦτο ἐξ εἰλικρινείας, ἐπειδὴ ἐκ θεοῦ λαλοῦμεν, οὐ παίζοντες τὰ πράγματα ἀλλὰ θεοῦ ἀποκάλυψιν κηρύττοντες. Τοῦτο λέγει, ἐπειδὴ ἦσαν καὶ ψευδαπόστολοι πορισμὸν ἡγούμενοι τὸν περὶ τῆς εὐσεβείας λόγον. εἶτα ἐπάγει ἐξ εἰλικρινείας, ἀντὶ τοῦ οὐ παίζομεν φησί τὰ πράγματα, ἀλλὰ τὴν ἐκ θεοῦ ἀποκάλυψιν κηρύττομεν οὐ καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ. καπηλεύεται δὲ ὁ λόγος τοῦ θεοῦ παραμιγνύμενος περιτομῇ καὶ σαββάτῳ καὶ ἐν τῷ νομίζειν πορισμὸν εἶναι τὴν εὐσέβειαν. 284 2 Kor 3,1 Ἐντεῦθεν θέλει δεῖξαι ὅσον ὁ νόμος τῆς χάριτος ἀπολιμπάνεται, ἵνα μή τινες τῶν ἐκ περιτομῆς τῷ ἀξιώματι Μωϋσέως καὶ τῶν προφητῶν δυσωποῦντες τοὺς ἀπὸ τῶν ἐθνῶν εἰς τὴν τοῦ νόμου μετενέγκωσι τήρησιν. 2 Kor 3,2-3 Τοῦτ' ἔστιν αὕτη ὑμῶν ἡ πίστις καὶ ὁ βίος ἐπιστολὴ πᾶσι γίνεται καὶ γνώρισμα τοῦ ἡμετέρου κηρύγματος. ἐγγεγραμμένη δὲ πνεύματι, λέγει, τῇ ἐνεργείᾳ τοῦ πνεύματος τοῦ ἁγίου. διὰ δὲ τοῦ εἰπεῖν πλαξὶ λιθίναις καὶ καρδίαις σαρκίναις τὴν ὑπεροχὴν τῆς χάριτος πρὸς τὸν νόμον δείκνυσιν, ὅσῳ καρδία τῆς ἀψύχου πλακὸς κρείττω. δείκνυσι δὲ καὶ ὅσον ἡ χάρις τοῦ πνεύματος ἀμείνω τοῦ νόμου καὶ τῆς διακονίας τῶν προφητῶν τὸ κήρυγμα τῶν ἀποστόλων ἀνώτερον. 2 Kor 3,5 Ἀφ' ἑαυτῶν ἀντὶ τοῦ ἀπ' ἀλλήλων. 2 Kor 3,6 Γράμμα λέγει τὸν νόμον, πνεῦμα δὲ τὴν χάριν· ὁ γὰρ νόμος προστάσσων μέν, οὐ βοηθῶν δέ, βαρεῖ καὶ θανατοῖ διὰ τῆς κολάσεως τοὺς μὴ δυνηθέντας αὐτὸν πληρῶσαι, τὸ δὲ πνεῦμα καθαρὸν ἀπὸ ἁμαρτίας ποιοῦν καὶ παρέχον τὰ χαρίσματα δηλονότι πρὸς ζωὴν ὁδηγεῖ. 2 Kor 3,7-9 Καὶ μὴν οὐκ ἐν πλαξὶν ἐγένετο ἡ δόξα ἀλλ' ἐν προσώπῳ Μωϋσέως ὡς ἑξῆς αὐτός φησιν· διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην. ἀλλ' οὐ βουλόμενος πρὸς τὸν προφήτην Μωϋσέα εἰπεῖν, τὸν νόμον καλεῖ Μωϋσέα, καὶ πρὸς τοῦτον ποιεῖται τὸν λόγον δεικνὺς ἐλάττονα τὴν δοθεῖσαν τῷ Μωϋσεῖ χάριν τῆς ἀποστολικῆς χάριτος. Εἰ δὲ ἡ διακονία τοῦ θανάτου. Μωϋσέα λέγει διακονίαν θα285 νάτου, θάνατον καλῶν τὸν νόμον, ἐπειδὴ θάνατον προεξένησε παρακουσθείς. ἀλλ' οὐκ ἀπὸ τούτου διαβέβληται ὁ νόμος· λέγονται γὰρ καὶ οἱ ἀπόστολοι ὀσμὴ θανάτου εἰς θάνατον. ∆ιακονίαν δὲ πνεύματος λέγει τοὺς ἀποστόλους, καὶ διακονίαν θανάτου τὸν Μωϋσέα. ἀλλὰ φειδόμενος Μωϋσέως πλακῶν μέμνηται· Μωϋσῆς πλάκας κατήγαγεν ἐξ ὄρους, ἀπόστολοι πνεῦμα τῷ κόσμῳ ἀποσταλέντες ἐκόμισαν. 284,ξολ2 Καὶ μὴν οὐκ ἐν πλαξὶν ἐγένετο ἡ δόξα ἀλλ' ἐν προσώπῳ Μωϋσέως. καὶ βουλόμενος ὧδε καὶ πρὸς τὸν Μωϋσέα εἰπεῖν, διὰ τοῦ