Fragmenta in epistulam ii ad Corinthios (in catenis)

 φιλοτιμοῦνται. 2 Kor 1,17 Οὐ διά τι σαρκικὸν ἐλθεῖν ἐβουλευόμην ἀλλὰ διὰ τὸν θεόν· τὸ δὲ διὰ τὸν θεὸν βουλεύεσθαι παραγενέσθαι οὐκ ἐλαφρίας. Βουλευόμε

 αὐτοὺς ὡς ἀναξίους παρέδραμεν καίτοιγε θύρας ἀνεῳγμένης καὶ οὐδενὸς ἀποκλείοντος τῷ κηρύγματι. ἤτοι καὶ διὰ τοῦτο παρέδραμεν ὡς ῥάδιον δυνάμενος διορθ

 νόμου τὸν Μωϋσέα παραδηλοῖ. αὐτὸν δὲ τὸν νόμον διάκονον θανάτου λέγει, ἐπειδὴ ἐθανάτου ὁ νόμος τοὺς μὴ πληροῦντας αὐτόν. καὶ οὐχ ὡς διαβάλλων αὐτὸν το

 νόμου· διὰ γὰρ τὴν ὑπερβολὴν τῆς χάριτος τὰς θλίψεις πατοῦμεν. 2 Kor 4,2 Κρυπτά ἐστι τῆς αἰσχύνης τὰ φαῦλα καὶ τὰ αἰσχρὰ ἅπερ οἱ πράττοντες κρύπτειν σ

 σκῆνος ἀνίσταται. καὶ οἰκίαν εἶπε τὴν διαγωγὴν τήν τε θνητὴν καὶ τὴν προσδοκωμένην. ἑξῆς μέντοι δείκνυσιν ὅτι οἰκητήριον λέγει τὴν φθορὰν καὶ τὴν ἀφθα

 τὸ σάββατον, λέγει ὅτι ἡ μεῖς τῶν πιστῶν οὐδένα οἴδαμεν κατὰ σάρκα. ἀλλ' ἐπειδὴ ὑπέκρουε τὸ τὸν κύριον περιτμηθῆναι καὶ τηρῆσαι σάββατον, λέγει τοῦτο

 καρποφορίαν διεγερθῶσιν. 2 Kor 8,6 Ἡ προθυμία Μακεδόνων ἡ εἰς τὴν εὐποιΐαν προετρέψατο ἡμᾶς εἰς τὸ παρακαλέσαι Τίτον ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα καὶ ὑμᾶς εἰ

 τοὺς διωγμούς, οὐ σωματικὸν πάθος ὡς οἴονταί τινες. 2 Kor 12,7 Ὑποπτεύεται παρὰ πολλῶν ὡς ἄλγημα ἔχων περὶ τὴν κεφαλήν, τὸ δὲ ἀληθὲς τοὺς διωγμοὺς λέγ

καρποφορίαν διεγερθῶσιν. 2 Kor 8,6 Ἡ προθυμία Μακεδόνων ἡ εἰς τὴν εὐποιΐαν προετρέψατο ἡμᾶς εἰς τὸ παρακαλέσαι Τίτον ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα καὶ ὑμᾶς εἰς καρποφορίαν προτρέψηται. διὰ δὲ τοῦτο εἶπε καὶ ταύτην, ἐπειδὴ εἶχον παρ' αὐτοῦ τὴν χάριν τῆς διδασκαλίας. 2 Kor 8,8 ∆ιὰ τῆς ἑτέρων λέγει τῶν Μακεδόνων. 2 Kor 8,18- Τοῦτο συναπτέον πρὸς τὸ συνεπέμψαμεν τὸν ἀδελφὸν οὗ ὁ ἔπαινος ἐν τῷ εὐαγγελίῳ, ἵνα πολλῇ καὶ ἁδρᾷ τῇ παρὰ τῶν ἐξ ἐθνῶν εὐποιΐᾳ ἀρκέσωσιν ὑπηρετήσασθαι, περιστελλόμενοι καὶ φυλαττόμενοι, μή τις ἡμᾶς μωμήσηται ὡς ἐμποδίζοντας τῇ εὐποιΐᾳ τῇ εἰς τοὺς ἁγίους. Ἐνώπιον μὲν κυρίου καλὸν τὸ ὑπηρετεῖν τῇ εὐποιΐᾳ, ἐνώπιον δὲ ἀνθρώπων τὸ μὴ μωμηθῆναι καὶ διαβληθῆναι ἐν τῇ ἁδρότητι τῆς διακονίας. 2 Kor 10,2-6 Οὐχ ὡς οἱ στρατιῶται τοῦ κόσμου ὀψώνια λαμβάνουσιν, οὕτως καὶ ἡμεῖς ἐπὶ τῷ λαμβάνειν ὀψώνια κηρύττομεν. Καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή. ἐπειδὴ ᾔδειν ὅτι τινὲς λόγῳ πείθονται καὶ παραινέσει, οὐκ ἐβουλήθην εὐθὺς ἀποτομίᾳ χρήσασθαι ᾗ λογίζομαι ἐπί τινας, ἐπεὶ οὐκ ἐφαίνοντο οἱ λόγῳ μόνῳ ὑπακούοντες. 296 πρῶτον δὲ λόγῳ ἐπέπληξα, ἵνα διδαχθῶσιν οἱ διὰ τούτου ἐπανορθούμενοι ἑαυτοὺς καὶ ἐλεγχθῶσιν οἱ μὴ ὑπακούοντες λόγῳ, χρῄζοντες δὲ τῆς διὰ τῶν πραγμάτων ἀποτομίας. 295,ξολ2 Εἰδὼς ὅτι καὶ ἀκούοντές τινες πείθονται, οὐ βούλομαι ἤδη ἀπο296,ξολ2 τομίᾳ χρήσασθαι, ἀλλ' ὅταν ὑπακούοντες φανῶσιν, ἵνα δειχθῶσιν, τίνες οἱ λόγῳ παιδευόμενοι καὶ τίνες οἱ ἐπιστροφίας δεόμενοι. 2 Kor 10,7 Ἕκαστον ἀκριβῶς δοκιμάζετε τὸ κατ' ἀξίαν τῆς ἀναστροφῆς τοῦ προσώπου. τοῦτο δὲ ὁρᾷ εἰς τοὺς ἀποστόλους· ἐπειδὴ γὰρ ἔμελλεν ἐλέγχειν τοὺς ἐκ περιτομῆς, ἐκεῖνοι δὲ προεβάλλοντο Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἀσφαλίσασθε, φησί, μή ποτε τὸ ἀξίωμα τῶν προσώπων μὴ ἐάσῃ ὑμᾶς τὸ ἀληθὲς συνιδεῖν. 2 Kor 10,12 Ταῦτα γράφομεν οὐ μιμούμενοι τοὺς συνιστῶντας ἑαυτούς- οὐ γὰρ καλὸν τοῦτο-· οὐ γὰρ νοοῦσιν ὅτι αὐτοὶ ἐν ἑαυτοῖς αὐτοὺς μετροῦσιν καὶ οὐκ ἄλλῳ δύνανται παρατίθεσθαι· ἄλλοις γὰρ συγκρινόμενοι οὐδέν εἰσιν. 2 Kor 10,14 Οὐχ ὡς εὐτελεῖς ἐπὶ μείζοσι καυχώμεθα ὑπὲρ τὸ ἑαυτῶν μέτρον· καὶ γὰρ ἕως ὑμῶν ἤλθομεν καὶ ἐκηρύξαμεν τὸν λόγον. 2 Kor 10,15-16 Ἐκεῖνοι τοῖς ἡμετέροις καυχῶνται καμάτοις, ἡμεῖς δὲ οὔ, ἀλλὰ κατὰ νόμον τὸν κανόνα καὶ τὸ μερισθὲν ἡμῖν μέτρον καυχώμεθα, ἐλπίζοντες αὐξηθείσης τῆς ὑμετέρας πίστεως καὶ ἐπέκεινα ὑμῶν εὐαγγελίσασθαι. κανόνα δὲ λέγει τὸ μέχρις αὐτῶν τέως ἀφικέσθαι. 2 Kor 10,17 Εἰ καὶ καυχώμεθα, ἀλλ' οὐχ ὡς συνέσει οἰκείᾳ κατορθοῦντες ἀλλὰ τῇ χάριτι τοῦ πνεύματος. 2 Kor 11,2 Ἀπεθάνετε, φησί, τῷ νόμῳ, ἑτέρῳ ἀνδρὶ γεγόνατε, τῷ ἐκ νεκρῶν ἀναστάντι. πῶς οὖν παρθένος ἁγνὴ πρότερον γαμουμένη; ἀλλὰ 297 διὰ λουτροῦ παλιγγενεσίας ἀναγεννηθεῖσα καὶ εἰς ἕτερον βίον μετελθοῦσα, παρθένος ἁγνὴ δικαίως ὠνόμασται. 2 Kor 11,4 Τὸν Χριστιανισμὸν βεβαιοῖ ἡ εἰς Χριστὸν πίστις καὶ ἡ τοῦ πνεύματος ἔλλαμψις. εἰ τοίνυν ταῦτα παρ' ὑμῶν μὴ ἐλάβετε, καλῶς ἐζητεῖτε τοὺς ἔτι κατὰ νόμον ζῆν βουλομένους. 2 Kor 11,10-12 Οὐ Korινθίους ὀνειδίζων τοῦτό φησιν, ἀλλὰ τοὺς ὡς ἐμπορίᾳ χρωμένους τῷ κηρύγματι ἐλέγχει. διό φησιν ὅτι οὐ παύομαι καυχώμενος, ὅτι οὐ πεποίηκα ἐμπορίαν τὸ κήρυγμα ὡς ἐκεῖνοι· οὐδὲ γὰρ ἔλαβόν τι παρ' ὑμῶν οὐδὲ λαμβάνω, οὐχ ὡς μὴ ἀγαπῶν ὑμᾶς- ἀγαπῶ γάρ-ἀλλ' ἵνα τῶν κατηγόρων ἐκκόψω τὴν πρόφασιν, ἵνα εἴτε ψευδῶς εἴτε ἀληθῶς καυχῶνται, φανερωθῶσιν ὡς καὶ ἡμεῖς πεφανερώμεθα. 2 Kor 12,2-5 Τοῦτο ἰσχυρὸν δεῖξαι ψυχὴν ἀθάνατον· εἰ γὰρ ᾔδει ὅτι θνητὴ ἦν, οὐκ ἂν ἀμφέβαλλεν, πότερον τὴν ὀπτασίαν ἐκτὸς σώματος εἶδεν ἢ ἐν σώματι. τὸ δὲ ἕως τρίτου οὐρανοῦ τοῦ διαστήματος ἔφη τὸ τρίτον· εἰ γὰρ ἦν ἕως τριῶν οὐρανῶν ἀνελθών, πάντως ἂν ἐκεῖ τὰ ἄρρητα ῥήματα ἤκουσεν καὶ οὐκ ἐν τῷ παραδείσῳ. καὶ μηδεὶς οἰέσθω τὸν παράδεισον εἶναι ὑπὲρ τὸν οὐρανόν· κατὰ γὰρ ἀνατολὰς πεφύτευται ἐπὶ τῆς γῆς ἐν τῷ τόπῳ τῷ Ἐδέμ, ὅθεν καὶ ὁ Ἀδὰμ ἐπλάσθη ὡς Μωϋσῆς ἱστορεῖ. ἀσθενείας δέ φησι