Fragmenta in epistulam ii ad Corinthios (in catenis)

 φιλοτιμοῦνται. 2 Kor 1,17 Οὐ διά τι σαρκικὸν ἐλθεῖν ἐβουλευόμην ἀλλὰ διὰ τὸν θεόν· τὸ δὲ διὰ τὸν θεὸν βουλεύεσθαι παραγενέσθαι οὐκ ἐλαφρίας. Βουλευόμε

 αὐτοὺς ὡς ἀναξίους παρέδραμεν καίτοιγε θύρας ἀνεῳγμένης καὶ οὐδενὸς ἀποκλείοντος τῷ κηρύγματι. ἤτοι καὶ διὰ τοῦτο παρέδραμεν ὡς ῥάδιον δυνάμενος διορθ

 νόμου τὸν Μωϋσέα παραδηλοῖ. αὐτὸν δὲ τὸν νόμον διάκονον θανάτου λέγει, ἐπειδὴ ἐθανάτου ὁ νόμος τοὺς μὴ πληροῦντας αὐτόν. καὶ οὐχ ὡς διαβάλλων αὐτὸν το

 νόμου· διὰ γὰρ τὴν ὑπερβολὴν τῆς χάριτος τὰς θλίψεις πατοῦμεν. 2 Kor 4,2 Κρυπτά ἐστι τῆς αἰσχύνης τὰ φαῦλα καὶ τὰ αἰσχρὰ ἅπερ οἱ πράττοντες κρύπτειν σ

 σκῆνος ἀνίσταται. καὶ οἰκίαν εἶπε τὴν διαγωγὴν τήν τε θνητὴν καὶ τὴν προσδοκωμένην. ἑξῆς μέντοι δείκνυσιν ὅτι οἰκητήριον λέγει τὴν φθορὰν καὶ τὴν ἀφθα

 τὸ σάββατον, λέγει ὅτι ἡ μεῖς τῶν πιστῶν οὐδένα οἴδαμεν κατὰ σάρκα. ἀλλ' ἐπειδὴ ὑπέκρουε τὸ τὸν κύριον περιτμηθῆναι καὶ τηρῆσαι σάββατον, λέγει τοῦτο

 καρποφορίαν διεγερθῶσιν. 2 Kor 8,6 Ἡ προθυμία Μακεδόνων ἡ εἰς τὴν εὐποιΐαν προετρέψατο ἡμᾶς εἰς τὸ παρακαλέσαι Τίτον ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα καὶ ὑμᾶς εἰ

 τοὺς διωγμούς, οὐ σωματικὸν πάθος ὡς οἴονταί τινες. 2 Kor 12,7 Ὑποπτεύεται παρὰ πολλῶν ὡς ἄλγημα ἔχων περὶ τὴν κεφαλήν, τὸ δὲ ἀληθὲς τοὺς διωγμοὺς λέγ

τὸ σάββατον, λέγει ὅτι ἡ μεῖς τῶν πιστῶν οὐδένα οἴδαμεν κατὰ σάρκα. ἀλλ' ἐπειδὴ ὑπέκρουε τὸ τὸν κύριον περιτμηθῆναι καὶ τηρῆσαι σάββατον, λέγει τοῦτο εὐκαίρως, ἵνα τοὺς ἐν νόμῳ ὠφελήσῃ. νῦν δὲ οὐδέπω τοῦτο ... ἔγνωμεν· οὐ γὰρ βούλεται ἡμᾶς ζῆν κατὰ νόμον. Τοῦτο οὐ μόνον πρὸς τὸ νεκρῶσαι τὰς ἐπιθυμίας εἴρηται, ἀλλὰ μηδὲ πρὸς τὸ ὑπακούειν ἔτι τῷ νόμῳ· εἰ γὰρ καὶ περιετμήθη Χριστὸς καὶ γέγονεν ὑπὸ τὰς παρατηρήσεις τοῦ νόμου, ὅ ἐστιν εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν. ὅτε γὰρ ἐν ἀνθρώποις ἦν, ὡς ἄνθρωπος ἐπολιτεύσατο πληρῶν τὸν νόμον τῷ βίῳ· ἀποθανὼν δὲ καὶ ἀναστὰς ἄφθαρτος κατήργησε τὰ τοῦ νόμου, τῆς δὲ οὐρανίου πολιτείας ὑπέδειξε τὴν ὁδόν. διὸ καὶ οἱ βαπτιζόμενοι τὰς σωματικὰς πολιτείας ὡς ἀποθανόντες νεκροῦσιν, 293,ξολ2 τὴν δὲ ἐν οὐρανοῖς καθαρὰν διαγωγὴν μιμούμενοι συνάπτουσιν ἑαυτοὺς κατὰ τὴν καρδίαν θεῷ. 2 Kor 5,17 Εἴ τις ἐν Χριστῷ ζῇ καὶ βαπτίζεται, οὗτος καινή ἐστι κτίσις, οὐκέτι κατὰ νόμον ζῶν ἀλλὰ κατὰ τὴν καινὴν χάριν τοῦ πνεύματος. εἴτε γὰρ εἴποις νόμον εἴτε χάριν, πάντα ἐκ θεοῦ· οὐδὲ γάρ φαμεν μὴ ἐκ θεοῦ εἶναι τὸν νόμον, εἰ καὶ ἔλαβε τέλος. 2 Kor 5,18 Τὸ κήρυγμα εἶναί φησι διακονίαν καταλλαγῆς, δι' οὗ πιστεύοντες καταλλαγησόμεθα τῷ θεῷ. 2 Kor 5,19 Οὕτω νοητέον· ὅτι θεὸς ἦν κόσμον ἑαυτῷ καταλλάσσων ἐν Χριστῷ. οὕτως οὖν στικτέον· ὅτι θεὸς ἦν ἐν Χριστῷ κόσμον ἑαυτῷ καταλλάσσων, τοῦτ' ἔστι διὰ Χριστοῦ. 2 Kor 5, Νῦν ἡμεῖς ἀντὶ τοῦ Χριστοῦ πρεσβεύομεν παρακαλοῦντος ὑμᾶς τοῦ θεοῦ δι' ἡμῶν. εἶτα καὶ δείκνυσιν ὅτι λυπεῖται διὰ τοὺς τηροῦντας τὸν νόμον· ὑπὲρ Χριστοῦ γάρ, φησίν, οὐχ ὑπὲρ τοῦ νόμου. ὁ δὲ θεὸς δι' ἡμῶν παρακαλεῖ ὡς διὰ Χριστοῦ, οὗ ἡμεῖς διάκονοι καὶ ὑπηρέται ἐσμέν. 2 Kor 5,21 Ἔδειξεν ἐντεῦθεν ὅπως λυπεῖται διὰ τοὺς τηρεῖν τὸν νόμον φιλονεικοῦντας· τηροῦντες γὰρ νόμον, φησίν, ἁμαρτωλοὶ γεγόναμεν. Χριστὸς ἁμαρτία γέγονεν, ἵνα ἡμᾶς τῆς ἁμαρτίας ἀπαλλάξῃ. θεὸς δὲ ταῦτα παρέσχεν· δέξασθε τὴν καταλλαγὴν ἀποστάντες τοῦ τὰ νόμιμα τηρεῖν. 2 Kor 6,1 Οὐ μόνον παρακαλεῖν ἐπέτρεπε τοῖς ἀποστόλοις ἀλλὰ καὶ συνεργεῖν καὶ συμπονεῖν αὐτοῖς πρὸς σωτηρίαν, ἵνα γνησίως τὴν παρὰ τοῦ θεοῦ δέξωνται χάριν. 294 2 Kor 6,4 Ὡς θεμέλιον ἀρραγῆ προκαταβάλλεται τὴν ὑπομονήν, ἧς ὑπούσης εὐχερές ἐστι πᾶσαν ἐπιθεῖναι ἐντολήν. 2 Kor 6,7 Ὅπλα δικαιοσύνης δεξιὰ τὸ ἔργων ἔχεσθαι ἀγαθῶν, ἀριστερὰ δὲ τὸ ἔργων ἀπέχεσθαι πονηρῶν, διὰ δὲ ἀμφοτέρων τούτων δικαιοσύνη κατορθοῦται· δῆλον γὰρ ὅτι ἐνὸς ἀπόντος τὸ ἕτερον ἀργὸν καθίσταται. 2 Kor 6,8 ∆ιὰ δόξης μὲν τῶν δεχομένων τὸν λόγον καὶ θαυμαζόντων αὐτόν, ἀτιμίας δὲ τῶν ὑβριζόντων τοὺς πιστεύοντας· ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῶν ἑξῆς. 2 Kor 6,11-13 Εἰπὼν οὐ στενοχωρεῖσθε ἐν ἡμῖν διδάσκει τοῦτο ἀντὶ τοῦ οὐ στενοχωροῦμεν ὑμᾶς τῇ σωτηρίῳ διδασκαλίᾳ οὐδὲ ἐλλείψει τῇ παρ' ἡμῶν· ἡ γὰρ καρδία ἡμῶν πεπλάτυνται καὶ τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς διδασκαλίαν. καὶ ὑμεῖς οὖν ὡς κατ' ἀντίδοσιν πλατύνατε ὑμῶν τὴν διάνοιαν καὶ καταδέξασθε τὴν διδασκαλίαν· οὐχ οὕτω γὰρ ἥπλωται ὑμῶν ἡ καρδία ὡς δέξασθαι τὰς παρ' ἐμοῦ διδασκαλίας. ὥστε στενοχωρεῖσθε δι' ἑαυτοὺς οὐκ ὄντες πλειόνων παραγγελμάτων δεκτικοί. 2 Kor 7,9 ∆έξασθε λέγοντας ἡμᾶς· ἵνα ἐν μηδενὶ ζημιωθῆτε ἐξ ἡμῶν. εἰ γὰρ σεσιωπήκειν, φησί, καὶ μὴ ἐπέπληξα, οὐκ ἐλυπεῖσθε· εἰ δὲ μὴ ἐλυπήθητε, ἐζημιώθητε ἂν μὴ μετανοοῦντες. Χαίρω, φησίν, ἐπὶ ταῖς θλίψεσιν ὑμῶν, ὅτι οὔκ εἰσι κοσμικαὶ ἀλλὰ πνευματικαί. μνημονεύει δὲ ἑξῆς τῶν διὰ Χριστὸν συμβάντων αὐτῷ ἐν τῇ Ἀσίᾳ. 2 Kor 7,12 Καὶ μὴν διὰ τοῦτο ἔγραψεν. ἀλλ' ὡς ἔοικεν καὶ ὡς ἡ ἔκβασις ἔδειξεν, οὐ διὰ τοῦτο ἔγραφον, ἀλλὰ διὰ τὸ δειχθῆναι τὴν σπουδὴν ὑμῶν καὶ τὴν ὑπακοήν· ὥστε ἑτέρου προφάσει ἕτερον κατενοήθη. 295 2 Kor 7,13 Ἐν τούτῳ ἀναπέπαυται, ὅτι ὑπήκουον αὐτοῦ τῇ διδασκαλίᾳ. 2 Kor 8,2 Ἐν ᾧ, φησί, πάνυ θλίβονται διωκόμενοι, ἐν τούτῳ πλέον χαίρουσιν, καὶ ἡ κατὰ βάθους πτωχεία αὐτῶν ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. μαρτυρεῖ δὲ τοῖς Μακεδόσιν ὁ ἀπόστολος ὅτι καὶ πτωχοὶ ὄντες δαψιλεῖς εἰς εὐποιΐαν ἐγένοντο, ἵνα καὶ οἱ Korίνθιοι πρὸς