Fragmenta in epistulam ii ad Corinthios (in catenis)

 φιλοτιμοῦνται. 2 Kor 1,17 Οὐ διά τι σαρκικὸν ἐλθεῖν ἐβουλευόμην ἀλλὰ διὰ τὸν θεόν· τὸ δὲ διὰ τὸν θεὸν βουλεύεσθαι παραγενέσθαι οὐκ ἐλαφρίας. Βουλευόμε

 αὐτοὺς ὡς ἀναξίους παρέδραμεν καίτοιγε θύρας ἀνεῳγμένης καὶ οὐδενὸς ἀποκλείοντος τῷ κηρύγματι. ἤτοι καὶ διὰ τοῦτο παρέδραμεν ὡς ῥάδιον δυνάμενος διορθ

 νόμου τὸν Μωϋσέα παραδηλοῖ. αὐτὸν δὲ τὸν νόμον διάκονον θανάτου λέγει, ἐπειδὴ ἐθανάτου ὁ νόμος τοὺς μὴ πληροῦντας αὐτόν. καὶ οὐχ ὡς διαβάλλων αὐτὸν το

 νόμου· διὰ γὰρ τὴν ὑπερβολὴν τῆς χάριτος τὰς θλίψεις πατοῦμεν. 2 Kor 4,2 Κρυπτά ἐστι τῆς αἰσχύνης τὰ φαῦλα καὶ τὰ αἰσχρὰ ἅπερ οἱ πράττοντες κρύπτειν σ

 σκῆνος ἀνίσταται. καὶ οἰκίαν εἶπε τὴν διαγωγὴν τήν τε θνητὴν καὶ τὴν προσδοκωμένην. ἑξῆς μέντοι δείκνυσιν ὅτι οἰκητήριον λέγει τὴν φθορὰν καὶ τὴν ἀφθα

 τὸ σάββατον, λέγει ὅτι ἡ μεῖς τῶν πιστῶν οὐδένα οἴδαμεν κατὰ σάρκα. ἀλλ' ἐπειδὴ ὑπέκρουε τὸ τὸν κύριον περιτμηθῆναι καὶ τηρῆσαι σάββατον, λέγει τοῦτο

 καρποφορίαν διεγερθῶσιν. 2 Kor 8,6 Ἡ προθυμία Μακεδόνων ἡ εἰς τὴν εὐποιΐαν προετρέψατο ἡμᾶς εἰς τὸ παρακαλέσαι Τίτον ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα καὶ ὑμᾶς εἰ

 τοὺς διωγμούς, οὐ σωματικὸν πάθος ὡς οἴονταί τινες. 2 Kor 12,7 Ὑποπτεύεται παρὰ πολλῶν ὡς ἄλγημα ἔχων περὶ τὴν κεφαλήν, τὸ δὲ ἀληθὲς τοὺς διωγμοὺς λέγ

τοὺς διωγμούς, οὐ σωματικὸν πάθος ὡς οἴονταί τινες. 2 Kor 12,7 Ὑποπτεύεται παρὰ πολλῶν ὡς ἄλγημα ἔχων περὶ τὴν κεφαλήν, τὸ δὲ ἀληθὲς τοὺς διωγμοὺς λέγει, ἐπειδὴ ἀπὸ διαβολικῆς ἐνεργείας ἐγίνοντο οἱ πειρασμοί. τὸν δὲ πειρασμὸν ὑπηρετούμενον τῷ διαβόλῳ ἄγγελον σατᾶν προσηγόρευσεν ἀπὸ μεταφορᾶς τῶν ἀγγέλων τῶν ὑπηρετουμένων θεῷ. τὸ δὲ ἐδόθη κατὰ συγχώρησιν θεοῦ νοητέον ὡς καὶ ἐπὶ τοῦ Ἰώβ· οὐ γὰρ ὁ θεὸς δίδωσι κακά. 298 2 Kor 12,9 Ἔχεις χάριν ἀποστολικήν, μὴ ζήτει ταύτην καὶ ἄνευ πειρασμῶν κατορθοῦν· ἡ γὰρ δύναμίς μου τελειοῦται ἐν διωγμοῖς καὶ θλίψεσιν. 2 Kor 12,13 Εἰ μὴ ἄρα μοι τοῦτο ἔχετε ἐγκαλεῖν, ὅτι οὐκ ἔλαβόν τι παρ' ὑμῶν εἰς διατροφὴν ἀποναρκήσας πρὸς τὴν ἔνδειαν, ἐν ᾧ εἰ καὶ ἡμαρτηκέναι με νομίζετε, σύγγνωτέ μοι καὶ χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην ἣν ἠδικεῖσθαι παρ' ἐμοῦ νομίζετε. 2 Kor 12,14 Τοῦτο μαρτύρεται αὐτοὺς πρὸς τὸ δεύτερον καὶ τρίτον γενέσθαι πρὸς αὐτοὺς διὰ τὸ κήρυγμα. 2 Kor 13,4 Ὥσπερ ὁ Χριστὸς εἴρηται ἁμαρτία καὶ κατάρα γεγονέναι, οὔτε ἁμαρτία ὢν οὔτε κατάρα, ἀλλὰ τὰ ἡμέτερα κακὰ ἰδιοποιήσατο, ἵνα ἡμᾶς ἀπ' αὐτῶν ἐξέληται· οὕτω καὶ νῦν ἐξ ἀσθενείας οὐ τῆς ἑαυτοῦ λέγεται ἐσταυρῶσθαι, ἀλλ' ἧς ἀνεδέξατο ὑπὲρ ἡμῶν, τὰ ὑπὲρ ἡμῶν οἰκονομῶν.