Fragmenta in epistulam ii ad Corinthios (in catenis)

 φιλοτιμοῦνται. 2 Kor 1,17 Οὐ διά τι σαρκικὸν ἐλθεῖν ἐβουλευόμην ἀλλὰ διὰ τὸν θεόν· τὸ δὲ διὰ τὸν θεὸν βουλεύεσθαι παραγενέσθαι οὐκ ἐλαφρίας. Βουλευόμε

 αὐτοὺς ὡς ἀναξίους παρέδραμεν καίτοιγε θύρας ἀνεῳγμένης καὶ οὐδενὸς ἀποκλείοντος τῷ κηρύγματι. ἤτοι καὶ διὰ τοῦτο παρέδραμεν ὡς ῥάδιον δυνάμενος διορθ

 νόμου τὸν Μωϋσέα παραδηλοῖ. αὐτὸν δὲ τὸν νόμον διάκονον θανάτου λέγει, ἐπειδὴ ἐθανάτου ὁ νόμος τοὺς μὴ πληροῦντας αὐτόν. καὶ οὐχ ὡς διαβάλλων αὐτὸν το

 νόμου· διὰ γὰρ τὴν ὑπερβολὴν τῆς χάριτος τὰς θλίψεις πατοῦμεν. 2 Kor 4,2 Κρυπτά ἐστι τῆς αἰσχύνης τὰ φαῦλα καὶ τὰ αἰσχρὰ ἅπερ οἱ πράττοντες κρύπτειν σ

 σκῆνος ἀνίσταται. καὶ οἰκίαν εἶπε τὴν διαγωγὴν τήν τε θνητὴν καὶ τὴν προσδοκωμένην. ἑξῆς μέντοι δείκνυσιν ὅτι οἰκητήριον λέγει τὴν φθορὰν καὶ τὴν ἀφθα

 τὸ σάββατον, λέγει ὅτι ἡ μεῖς τῶν πιστῶν οὐδένα οἴδαμεν κατὰ σάρκα. ἀλλ' ἐπειδὴ ὑπέκρουε τὸ τὸν κύριον περιτμηθῆναι καὶ τηρῆσαι σάββατον, λέγει τοῦτο

 καρποφορίαν διεγερθῶσιν. 2 Kor 8,6 Ἡ προθυμία Μακεδόνων ἡ εἰς τὴν εὐποιΐαν προετρέψατο ἡμᾶς εἰς τὸ παρακαλέσαι Τίτον ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα καὶ ὑμᾶς εἰ

 τοὺς διωγμούς, οὐ σωματικὸν πάθος ὡς οἴονταί τινες. 2 Kor 12,7 Ὑποπτεύεται παρὰ πολλῶν ὡς ἄλγημα ἔχων περὶ τὴν κεφαλήν, τὸ δὲ ἀληθὲς τοὺς διωγμοὺς λέγ

σκῆνος ἀνίσταται. καὶ οἰκίαν εἶπε τὴν διαγωγὴν τήν τε θνητὴν καὶ τὴν προσδοκωμένην. ἑξῆς μέντοι δείκνυσιν ὅτι οἰκητήριον λέγει τὴν φθορὰν καὶ τὴν ἀφθαρσίαν. 289,ξολ2 Οἰκίαν σκήνους λέγει τὸ σῶμα, ὅπερ, φησίν, ἐὰν καὶ διαφθαρῇ ἐν πειρασμοῖς καὶ κινδύνοις 290,ξολ2 διὰ Χριστόν, ἀποθησόμεθα αὐτὸ ὡς οἰκίαν φθαρτὴν καὶ ἐν ἐσχάτῳ τῶν χειροποιήτων. εὑρήσομεν δὲ ἐν οὐρανοῖς ἑτέραν οἰκίαν ἣν παρέχει ὁ θεὸς ἄφθαρτον καὶ ἀχειροποίητον. διὰ δὲ τούτων τήν τε θνητὴν διαγωγὴν καὶ τὴν ἀθάνατον ἐμφαίνει. ∆ιὰ τοῦ ἐπενδύσασθαι δείκνυσιν ὅτι ἡ φθαρτὴ σὰρξ ἀνίσταται καὶ τὴν ἀθάνατον ἐπενδύεται· ἡ γὰρ ἐπένδυσις λέγεται πρὸς ἑτέρῳ ἐνδύματι. οἰκίαν δὲ δύο λέγει, τὴν θνητὴν καὶ τὴν προσδοκωμένην· καὶ δύο οἰκητήρια, τὴν φθορὰν καὶ τὴν ἀφθαρσίαν, ὅτι τὸ μὲν ἀπολυόμεθα, τὸ δὲ ἐπενδυόμεθα. οἰκητήριον δὲ λέγει τὸ ἐξ οὐρανοῦ τὴν ἐξ οὐρανῶν ἀφθαρσίαν, καθὸ οὐκ ἔστι χειροποιητὴ ἀλλὰ θεοῦ δωρεά. 2 Kor 5,3 Πάντες μὲν δίκαιοι καὶ ἄδικοι ἐνδύονται τὴν ἀφθαρσίαν. ἐὰν μέντοι τις παραδοθῇ τῇ κολάσει, οὐδὲν διαφέρει γυμνοῦ. 2 Kor 5,4 Τὸ ἀκόλουθον θέλει· ἐφ' ὃ ἐπενδύσασθαι θέλομεν τὴν ἀφθαρσίαν, ἀλλ' οὐκ αὐτὸ τὸ σῶμα ἐκδύσασθαι εἰς φθοράν. διὸ καὶ ἐπήγαγεν· ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς. 2 Kor 5,5 Εἰς αὐτὸ τοῦτο, δηλονότι εἰς τὸ ἀφθάρτους γενέσθαι. 2 Kor 5,6 Ἀντὶ τοῦ πεπεισμένοι ὅτι ἐπιδημοῦντες ἐν τῷ σώματι, τοῦτ' ἔστιν ἐν σαρκὶ ἔτι διάγοντες ἐν τῷ κόσμῳ τούτῳ. 291 2 Kor 5,7 ∆ιὰ πίστεως ἐλπίζομεν εἰς θεόν· οὐ γὰρ τὸ εἶδος αὐτοῦ ὁρατὸν ἡμῖν ἐστιν· τοῦτο δὲ πιστεύομεν ὅτι πρὸς αὐτὸν ἐκδημήσομεν, ὅτε αὐτὸν ὀψόμεθα καθ' ὅσον ἀνθρώπῳ θεὸν ἰδεῖν δυνατόν. σωματικῶς γὰρ καὶ Μωϋσῆς εἶδεν, καὶ ἄγγελοι ὁρῶσιν καθὼς αὐτοῖς ὁρᾶν δυνατόν· θεὸν γὰρ οὐδεὶς ἑώρακεν πώποτε καὶ πᾶν κτίσμα τῆς τοῦ θεοῦ ἀπολιμπάνεται ὄψεως. 2 Kor 5,7-9 Ἐὰν ὧδε ᾖς εὐάρεστος, ἀναντιρρήτως ἐκεῖ εὐαρεστότερος εἶ, οὐκέτι ἀγωνιζόμενος ἀλλ' ἔχων τὸ ἀσφαλὲς τῆς εὐαρεστήσεως. ἐγχωρεῖ δὲ τὸ διὰ πίστεως περιπατοῦμεν οὐ διὰ εἴδους καὶ περὶ τῆς οἰκονομίας τοῦ θεοῦ λόγου εἰρῆσθαι, ἐπειδὴ αὐτὸς οὐκ ἦν τῶν τεθεαμένων τὸν κύριον ἐν σαρκὶ πρὸ τοῦ πάθους. 2 Kor 5,12 Οἱ ἀρέσκοντες ἀνθρώποις καὶ μὴ δι' αὐτὴν τὴν εὐλάβειαν καυχώμενοι δηλονότι διὰ πρόσωπον ἀνθρώπων καυχῶνται· ἡ γὰρ καρδία ὑπὸ θεοῦ κατοπτεύεται. 2 Kor 5,13 Ἔκστασιν καλεῖ τὸ καύχημα. καυχώμεθα ἵνα ἐκεῖνος δοξασθῇ, σιωπῶμεν τὴν καύχησιν- ὅπερ σωφρονεῖν λέγει-ἵνα ὑμᾶς διδάξωμεν μὴ καυχᾶσθαι. ἔκστασιν δὲ καλεῖ τὸ τὸν ὀφείλοντα φεύγειν τὸ καυχᾶσθαι ἀναγκάζεσθαι καυχᾶσθαι. Ἔκστασιν λέγει τὸ καύχημα τὸ ἐπὶ τῇ πολιτείᾳ· ἐξεστηκότων γὰρ τὸ καυχᾶσθαι, σωφρονούντων τὸ μετριάζειν. πολλάκις οὖν ἀναγκαζόμεθα ἐξίστασθαι καὶ καυχᾶσθαι, ἵνα ὁ θεὸς δι' ἡμῶν δοξασθῇ. σπουδάζομεν δὲ σωφρονεῖν καὶ μετριάζειν, ἵνα καὶ ὑμᾶς διδάξωμεν μὴ καυχᾶσθαι. ἔκστασιν δὲ λέγει τὸ τὸν ὀφείλοντα λέγειν τὸ καυχᾶσθαι ἀναγκάζεσθαι εἰς τοῦτο ἔρχεσθαι. 292 2 Kor 5,14-15 Βουλόμενοι σιωπῆσαι ἀναγκαζόμεθα καυχᾶσθαι, συνεχόμενοι ὑπὸ τῆς Χριστοῦ ἀγάπης, ἵνα ἐκεῖνος δοξάζηται. Οἱ πάντες ἀπέθανον· τοὺς πιστοὺς λέγει καὶ διὰ τοῦ βαπτίσματος καὶ διὰ τῆς ζωῆς νεκρουμένους τῷ κόσμῳ. Καὶ μηκέτι ἑαυτοῖς ζῶσιν· καὶ γὰρ ἐγὼ εἰ ἐμαυτῷ ἔζων, οὐκ ἐκαυχώμην, ἐπεὶ δὲ Χριστῷ ζῶ, δι' ἐκεῖνον καὶ σιωπῶ ἂν δέῃ πρὸς τὸ ὑμῶν συμφέρον, δι' ἐκεῖνον καὶ καυχῶμαι, ἵνα ἐκεῖνος δοξασθῇ. Εἴτε ἐξιστάμεθα, φησίν, εἴτε σωφρονοῦμεν ὑμῖν, πάντα διὰ τὴν ἀγάπην τοῦ Χριστοῦ πράττομεν. ἐπεὶ οὖν ὁ ὑπὲρ τινῶν ἀποθνήσκων τοὺς ἤδη κατακεκριμένους θανάτου ἀπαλλάττει, καὶ ὅσον τὸ ἐφ' ἡμῖν ἀποθανόντες ἦμεν, εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν. ἄρα οἱ πάντες ἀπέθανον ὅσον τῇ καταδίκῃ. τοὺς πιστοὺς δὲ λέγει οἵτινες διὰ τοῦ βαπτίσματος ἐνεκρώθησαν τῷ κόσμῳ, μηκέτι ἑαυτοῖς ζῶντες ἀλλὰ τῷ Χριστῷ· καὶ γὰρ ἀποθανὼν ὑπὲρ πάντων Χριστὸς καὶ τὸ κοινὸν χρέως ἀποδούς, ἑαυτῷ ὀφειλέτην τὸν κόσμον κατέστησεν. 2 Kor 5,16 Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα. ἐπειδὴ σαρκὸς ἡ περιτομὴ καὶ τόδε φάγε καὶ τόδε μὴ φάγῃς καὶ