αʹ Ὅτι ἀκατάληπτον τὸ θεῖον καὶ ὅτι οὐ δεῖ ζητεῖν

 Τοῦ ὁσίου ἀββᾶ Ἰωάννου πρεσβυτέρου Δαμασκηνοῦ ἔκδοσις ἀκριβὴς τῆς ὀρθοδόξου πίστεως Ὅτι ἀκατάληπτον τὸ θεῖον καὶ ὅτι οὐ δεῖ ζητεῖν καὶ περιεργάζεσθαι

 Χρὴ οὖν τὸν περὶ θεοῦ λέγειν ἢ ἀκούειν βουλόμενον σαφῶς εἰδέναι, ὡς οὐδὲ πάντα ἄρρητα οὐδὲ πάντα ῥητά, τά τε τῆς θεολογίας τά τε τῆς οἰκονομίας, οὔτε

 Ὅτι μὲν οὖν ἔστι θεός, τοῖς μὲν τὰς ἁγίας γραφὰς δεχομένοις, τήν τε παλαιὰν καὶ καινὴν διαθήκην φημί, οὐκ ἀμφιβάλλεται, οὔτε δὲ τοῖς τῶν Ἑλλήνων πλείσ

 Ὅτι μὲν οὖν ἔστι θεός, δῆλον: τί δέ ἐστι κατ' οὐσίαν καὶ φύσιν, ἀκατάληπτον τοῦτο παντελῶς καὶ ἄγνωστον. Ὅτι μὲν γὰρ ἀσώματον, δῆλον. Πῶς γὰρ σῶμα τὸ

 Ὅτι μέν ἐστι θεός, ἱκανῶς ἀποδέδεικται, καὶ ὅτι ἀκατάληπτός ἐστιν ἡ αὐτοῦ οὐσία. Ὅτι δὲ εἷς ἐστι καὶ οὐ πολλοί, τοῖς μὲν τῇ θείᾳ πειθομένοις γραφῇ οὐκ

 Οὗτος τοίνυν ὁ εἷς καὶ μόνος θεὸς οὐκ ἄλογός ἐστι. Λόγον δὲ ἔχων οὐκ ἀνυπόστατον ἕξει, οὐκ ἀρξάμενον τοῦ εἶναι οὐδὲ παυσόμενον: οὐ γὰρ ἦν, ὅτε ἦν ποτε

 Δεῖ δὲ τὸν λόγον καὶ πνεῦμα ἔχειν: καὶ γὰρ καὶ ὁ ἡμέτερος λόγος οὐκ ἄμοιρός ἐστι πνεύματος. Ἀλλ' ἐφ' ἡμῶν μὲν τὸ πνεῦμα ἀλλότριον τῆς ἡμετέρας ἐστὶν ο

 Πιστεύομεν τοιγαροῦν εἰς ἕνα θεόν, μίαν ἀρχὴν ἄναρχον, ἄκτιστον, ἀγέννητον ἀνόλεθρόν τε καὶ ἀθάνατον, αἰώνιον, ἄπειρον, ἀπερίγραπτον, ἀπεριόριστον, ἀπ

 Τὸ θεῖον ἁπλοῦν ἐστι καὶ ἀσύνθετον. Τὸ δὲ ἐκ πολλῶν καὶ διαφόρων συγκείμενον σύνθετόν ἐστιν. Εἰ οὖν τὸ ἄκτιστον καὶ ἄναρχον καὶ ἀσώματον καὶ ἀθάνατον

 Πάντα μὲν οὖν ταῦτα κοινῶς ἐπὶ πάσης τῆς θεότητος ἐκληπτέον καὶ ταυτῶς καὶ ἁπλῶς καὶ ἀμερῶς καὶ ἡνωμένως, διακεκριμένως δὲ τὸ πατὴρ καὶ τὸ υἱὸς καὶ τὸ

 Ἐπεὶ δὲ πλεῖστα περὶ θεοῦ σωματικώτερον ἐν τῇ θείᾳ γραφῇ συμβολικῶς εἰρημένα εὑρίσκομεν, εἰδέναι χρή, ὡς ἀνθρώπους ὄντας ἡμᾶς καὶ τὸ παχὺ τοῦτο σαρκίο

 «Ταῦτα μὲν οὖν ἐκ τῶν ἱερῶν μεμυήμεθα λογίων», ὡς ὁ θεῖος ἔφη Διονύσιος ὁ Ἀρεοπαγίτης, «ὅτι ὁ θεὸς πάντων ἐστὶν αἰτία καὶ ἀρχή, τῶν ὄντων οὐσία, τῶν ζ

 Τὸ θεῖον ἀκατάληπτον ὂν πάντως καὶ ἀνώνυμον ἔσται. Ἀγνοοῦντες οὖν τὴν οὐσίαν αὐτοῦ τῆς οὐσίας αὐτοῦ μὴ ἐκζητήσωμεν ὄνομα: δηλωτικὰ γὰρ τῶν πραγμάτων ἐ

 Τόπος ἐστὶ σωματικὸς πέρας τοῦ περιέχοντος, καθ' ὃ περιέχεται τὸ περιεχόμενον, οἷον ὁ ἀὴρ περιέχει τόδε τὸ σῶμα. Οὐχ ὅλος ὁ περιέχων ἀὴρ τόπος ἐστὶ το

 Τὸ ἄκτιστον, τὸ ἄναρχον, τὸ ἀθάνατον καὶ ἀπέραντον καὶ αἰώνιον, τὸ ἄυλον, τὸ ἀγαθόν, τὸ δημιουργικόν, τὸ δίκαιον, τὸ φωτιστικόν, τὸ ἄτρεπτον, τὸ ἀπαθέ

 Αὐτὸς τοὺς αἰῶνας ἐποίησεν, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, πρὸς ὅν φησιν ὁ θεῖος Δαυίδ: «Ἀπὸ τοῦ αἰῶνος σὺ εἶ», καὶ ὁ θεῖος ἀπόστολος: «Δι' οὗ καὶ τοὺς αἰῶ

 Ἐπεὶ οὖν ὁ ἀγαθὸς καὶ ὑπεράγαθος θεὸς οὐκ ἠρκέσθη τῇ ἑαυτοῦ θεωρίᾳ, ἀλλ' ὑπερβολῇ ἀγαθότητος εὐδόκησε γενέσθαι τινὰ τὰ εὐεργετηθησόμενα καὶ μεθέξοντα

 Αὐτὸς τῶν ἀγγέλων ἐστὶ ποιητὴς καὶ δημιουργὸς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν αὐτούς, κατ' οἰκείαν εἰκόνα κτίσας αὐτοὺς φύσιν ἀσώματον, οἷόν τι

 Ἐκ τούτων τῶν ἀγγελικῶν δυνάμεων πρωτοστάτης τῆς περιγείου τάξεως καὶ τῆς γῆς τὴν φυλακὴν ἐγχειρισθεὶς παρὰ θεοῦ οὐ φύσει πονηρὸς γεγονώς, ἀλλ' ἀγαθὸς

 Αὐτὸς ὁ θεὸς ἡμῶν ὁ ἐν τριάδι καὶ ἐν μονάδι δοξολογούμενος ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγ

 Οὐρανός ἐστι περιοχὴ ὁρατῶν τε καὶ ἀοράτων κτισμάτων: ἐντὸς γὰρ αὐτοῦ αἵ τε νοεραὶ τῶν ἀγγέλων δυνάμεις καὶ πάντα τὰ αἰσθητὰ περικλείονται καὶ περιορί

 Τὸ πῦρ ἓν τῶν τεσσάρων στοιχείων ἐστί, κοῦφόν τε καὶ ἀνωφερέστερον τῶν λοιπῶν καυστικόν τε καὶ φωτιστικόν, τῇ πρώτῃ ἡμέρᾳ ὑπὸ τοῦ δημιουργοῦ κτισθέν:

 Ἀήρ ἐστι στοιχεῖον λεπτότατον ὑγρόν τε καὶ θερμόν, τοῦ μὲν πυρὸς βαρύτερον, τῆς δὲ γῆς καὶ τῶν ὑδάτων κουφότερον, ἀναπνοῆς καὶ ἐκφωνήσεως αἴτιον, ἀχρω

 Ἄνεμός ἐστι πλῆθος θερμῆς καὶ ξηρᾶς ἀναθυμιάσεως κινούμενον περὶ γῆν. Ἄνεμοι πνέουσιν ἀπὸ ἀνατολῆς θερινῆς καικίας, μέσης, ἀπὸ ἀνατολῆς ἰσημερινῆς ἀπη

 Καὶ τὸ ὕδωρ δὲ ἓν τῶν στοιχείων τῶν τεσσάρων ἐστί, ποίημα θεοῦ κάλλιστον. Ὕδωρ ἐστὶ στοιχεῖον ὑγρόν τε καὶ ψυχρὸν βαρύ τε καὶ κατωφερές, εὐδιάχυτον. Τ

 Διαδέχεται τὸ Αἰγαῖον πέλαγος Ἑλλήσποντος λῆγον εἰς Ἄβυδον καὶ Σηστόν: εἶτα ἡ Προποντὶς λήγουσα εἰς Χαλκηδόνα καὶ Βυζάντιον: ἔνθα τὰ στενά, ἀφ' ὧν ὁ Π

 Ἡ γῆ ἓν τῶν τεσσάρων στοιχείων ἐστὶ ξηρόν τε καὶ ψυχρὸν καὶ βαρὺ καὶ ἀκίνητον, ὑπὸ τοῦ θεοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τῇ πρώτῃ ἡμέρᾳ παρηγμένον. «Ἐ

 Ἐπειδὴ δὲ ἔμελλεν ὁ θεὸς ἐξ ὁρατῆς τε καὶ ἀοράτου κτίσεως πλαστουργεῖν τὸν ἄνθρωπον κατ' οἰκείαν εἰκόνα τε καὶ ὁμοίωσιν ὥσπερ τινὰ βασιλέα καὶ ἄρχοντα

 Οὕτω μὲν οὖν τὴν νοητὴν οὐσίαν ὑπεστήσατο ὁ θεός, ἀγγέλους φημὶ καὶ πάντα τὰ κατ' οὐρανὸν τάγματα, _ταῦτα γὰρ ἀριδήλως νοερᾶς ἐστι καὶ ἀσωμάτου φύσεως

 Τῶν ἡδονῶν αἱ μέν εἰσι ψυχικαί, αἱ δὲ σωματικαί. Καὶ ψυχικαὶ μέν, ὅσαι μόνης εἰσὶ τῆς ψυχῆς αὐτῆς καθ' αὑτὴν ὡς αἱ περὶ τὰ μαθήματα καὶ τὴν θεωρίαν. Σ

 Τῆς δὲ λύπης εἴδη τέσσαρα: ἄχος, ἄχθος, φθόνος, ἔλεος. Ἄχος μὲν οὖν ἐστι λύπη ἀφωνίαν ἐμποιοῦσα, ἄχθος δὲ λύπη βαρύνουσα, φθόνος δὲ λύπη ἐπὶ ἀλλοτρίοι

 Διαιρεῖται δὲ καὶ ὁ φόβος εἰς ἕξ: εἰς ὄκνον, εἰς αἰδῶ, εἰς αἰσχύνην, εἰς κατάπληξιν, εἰς ἔκπληξιν, εἰς ἀγωνίαν. Ὄκνος μὲν οὖν ἐστι φόβος μελλούσης ἐνε

 Θυμὸς δέ ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος ἐξ ἀναθυμιάσεως τῆς χολῆς ἢ ἀναθολώσεως γινομένη. Διὸ καὶ χολὴ λέγεται καὶ χόλος. Ἔστι δέ, ὅτε ὁ θυμὸς κα

 Φανταστικόν ἐστι δύναμις τῆς ἀλόγου ψυχῆς διὰ τῶν αἰσθητηρίων ἐνεργοῦσα, ἥτις λέγεται αἴσθησις. Φανταστὸν δὲ καὶ αἰσθητὸν τὸ τῇ φαντασίᾳ καὶ τῇ αἰσθήσ

 Αἴσθησίς ἐστι δύναμις τῆς ψυχῆς ἀντιληπτικὴ τῶν ὑλῶν ἤγουν διαγνωστική: αἰσθητήρια δὲ τὰ ὄργανα ἤγουν τὰ μέλη, δι' ὧν αἰσθανόμεθα: αἰσθητὰ δὲ τὰ τῇ αἰ

 Τοῦ δὲ διανοητικοῦ εἰσιν αἵ τε κρίσεις καὶ αἱ συγκαταθέσεις καὶ αἱ ὁρμαὶ πρὸς τὴν πρᾶξιν καὶ αἱ ἀφορμαὶ καὶ αἱ ἀποφυγαὶ τῆς πράξεως, ἰδικῶς δὲ αἵ τε ν

 Τὸ δὲ μνημονευτικόν ἐστι μνήμης καὶ ἀναμνήσεως αἴτιόν τε καὶ ταμιεῖον: μνήμη γάρ ἐστι φαντασία ἐγκαταλελειμμένη ἀπό τινος αἰσθήσεως τῆς κατ' ἐνέργειαν

 Πάλιν δὲ διαιρεῖται τὸ λογικὸν τῆς ψυχῆς εἴς τε τὸν ἐνδιάθετον λόγον καὶ εἰς τὸν προφορικόν. Ἔστι δὲ ἐνδιάθετος μὲν λόγος κίνημα ψυχῆς ἐν τῷ διαλογιστ

 Τὸ πάθος ὁμωνύμως λέγεται: λέγεται γὰρ πάθος καὶ τὸ σωματικὸν ὡς τὰ νοσήματα καὶ τὰ ἕλκη, λέγεται πάλιν πάθος καὶ τὸ ψυχικόν, ἥ τε ἐπιθυμία καὶ ὁ θυμό

 Χρὴ γινώσκειν, ὡς πᾶσαι αἱ δυνάμεις αἱ προειρημέναι, αἵ τε γνωστικαὶ αἵ τε ζωτικαὶ καὶ αἱ φυσικαὶ καὶ αἱ τεχνικαί, ἐνέργειαι λέγονται: ἐνέργεια γάρ ἐσ

 Ἐπειδὴ τὸ ἑκούσιον ἐν πράξει τινί ἐστι καὶ τὸ νομιζόμενον δὲ ἀκούσιον ἐν πράξει τινί ἐστι, πολλοὶ δέ τινες καὶ τὸ ὄντως ἀκούσιον οὐ μόνον ἐν τῷ πάσχει

 Ὁ περὶ τοῦ αὐτεξουσίου λόγος τουτέστι τοῦ ἐφ' ἡμῖν πρώτην μὲν ἔχει ζήτησιν, εἰ ἔστι ἐφ' ἡμῖν: πολλοὶ γὰρ οἱ πρὸς τοῦτο ἀντιβαίνοντες. Δευτέραν δέ, τίν

 Τῶν γινομένων τὰ μέν εἰσιν ἐφ' ἡμῖν, τὰ δὲ οὐκ ἐφ' ἡμῖν. Ἐφ' ἡμῖν μὲν οὖν εἰσιν, ὧν ἡμεῖς ἐσμεν αὐτεξούσιοι ποιεῖν τε καὶ μὴ ποιεῖν, τουτέστι πάντα τὰ

 Φαμὲν τοίνυν εὐθέως τῷ λογικῷ συνεισέρχεσθαι τὸ αὐτεξούσιον. Πᾶν γὰρ γεννητὸν καὶ τρεπτόν ἐστιν. Ὧν γὰρ ἡ ἀρχὴ τῆς γενέσεως ἀπὸ τροπῆς ἤρξατο, ἀνάγκῃ

 Τῶν δὲ οὐκ ἐφ' ἡμῖν τὰ μὲν ἐκ τῶν ἐφ' ἡμῖν ἔχει τὰς ἀρχὰς ἤτοι τὰς αἰτίας, τουτέστιν αἱ ἀμοιβαὶ τῶν πράξεων ἡμῶν ἔν τε τῷ παρόντι καὶ ἐν τῷ μέλλοντι α

 Πρόνοια τοίνυν ἐστὶν ἐκ θεοῦ εἰς τὰ ὄντα γινομένη ἐπιμέλεια. Καὶ πάλιν: Πρόνοιά ἐστι βούλησις θεοῦ, δι' ἣν πάντα τὰ ὄντα τὴν πρόσφορον διεξαγωγὴν λαμβ

 Χρὴ γινώσκειν, ὡς πάντα μὲν προγινώσκει ὁ θεός, οὐ πάντα δὲ προορίζει: προγινώσκει γὰρ καὶ τὰ ἐφ' ἡμῖν, οὐ προορίζει δὲ αὐτά: οὐ γὰρ θέλει τὴν κακίαν

 [Book III] Περὶ τῆς θείας οἰκονομίας καὶ περὶ τῆς δι' ἡμᾶς κηδεμονίας καὶ τῆς ἡμῶν σωτηρίας

 Ἄγγελος γὰρ κυρίου ἀπεστάλη πρὸς τὴν ἁγίαν παρθένον ἐκ δαυιτικοῦ φύλου καταγομένην: «πρόδηλον γὰρ ὡς ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος», «ἐξ ἧς φυλῆς οὐδε

 Ἀτρέπτως γὰρ καὶ ἀναλλοιώτως ἡνώθησαν ἀλλήλαις αἱ φύσεις μήτε τῆς θείας φύσεως ἐκστάσης τῆς οἰκείας ἁπλότητος μήτε μὴν τῆς ἀνθρωπίνης ἢ τραπείσης εἰς

 Ὅτι μὲν οὖν ἕτερόν ἐστιν οὐσία καὶ ἕτερον ὑπόστασις, πλειστάκις εἰρήκαμεν, καὶ ὅτι ἡ μὲν οὐσία τὸ κοινὸν καὶ περιεκτικὸν εἶδος τῶν ὁμοειδῶν ὑποστάσεων

 Ὥσπερ δὲ ἐπὶ τῆς θεότητος μίαν φύσιν ὁμολογοῦμεν, τρεῖς δὲ ὑποστάσεις κατὰ ἀλήθειαν οὔσας φαμὲν καὶ πάντα μὲν τὰ φυσικὰ καὶ οὐσιώδη ἁπλᾶ φαμεν, τὴν δὲ

 Τὰ κοινὰ καὶ καθολικὰ κατηγοροῦνται τῶν αὐτοῖς ὑποκειμένων μερικῶν. Κοινὸν τοίνυν ἡ οὐσία, μερικὸν δὲ ἡ ὑπόστασις. Μερικὸν δέ, οὐχ ὅτι μέρος τῆς φύσεω

 Προεῖναι μὲν οὖν ἀχρόνως καὶ ἀιδίως φαμὲν τὴν θείαν τοῦ θεοῦ λόγου ὑπόστασιν ἁπλῆν καὶ ἀσύνθετον, ἄκτιστον, ἀσώματον, ἀόρατον, ἀναφῆ, ἀπερίγραπτον, πά

 Εἰ δέ τις ἐρωτῶν περὶ τῶν τοῦ κυρίου φύσεων, εἰ ὑπὸ τὸ συνεχὲς ποσὸν ἀναφέροιντο ἢ ὑπὸ τὸ διωρισμένον, ἐροῦμεν, ὅτι αἱ τοῦ κυρίου φύσεις οὔτε ἓν σῶμά

 Εἰ γὰρ καὶ μή ἐστι φύσις ἀνυπόστατος ἢ οὐσία ἀπρόσωπος (ἐν ὑποστάσεσι γὰρ καὶ προσώποις ἥ τε οὐσία καὶ ἡ φύσις θεωρεῖται), ἀλλ' οὐκ ἀνάγκη τὰς ἀλλήλαι

 Ἐντεῦθεν καὶ τὴν ἐν τῷ τρισαγίῳ προσθήκην ὑπὸ τοῦ ματαιόφρονος Πέτρου τοῦ κναφέως γεγενημένην βλάσφημον ὁριζόμεθα ὡς τέταρτον παρεισάγουσαν πρόσωπον κ

 Ἡ φύσις ἢ ψιλῇ θεωρίᾳ κατανοεῖται (καθ' αὑτὴν γὰρ οὐχ ὑφέστηκεν), ἢ κοινῶς ἐν πάσαις ταῖς ὁμοειδέσιν ὑποστάσεσι ταύτας συνάπτουσα καὶ λέγεται ἐν τῷ εἴ

 Θεοτόκον δὲ κυρίως καὶ ἀληθῶς τὴν ἁγίαν παρθένον κηρύττομεν: ὡς γὰρ θεὸς ἀληθὴς ὁ ἐξ αὐτῆς γεννηθείς, ἀληθὴς θεοτόκος ἡ τὸν ἀληθινὸν θεὸν ἐξ αὐτῆς σεσ

 Τέλειον δὲ θεὸν ὁμολογοῦντες τὸν αὐτὸν καὶ τέλειον ἄνθρωπόν φαμεν τὸν αὐτὸν πάντα ἔχειν, ὅσα ὁ πατήρ, πλὴν τῆς ἀγεννησίας, καὶ πάντα ἔχειν, ὅσα ὁ Ἀδὰμ

 Ἐπειδὴ μὲν οὖν δύο φύσεις τοῦ Χριστοῦ, δύο αὐτοῦ καὶ τὰ φυσικὰ θελήματα καὶ τὰς φυσικὰς ἐνεργείας φαμέν. Ἐπειδὴ δὲ μία τῶν δύο αὐτοῦ φύσεων ἡ ὑπόστασι

 Δύο δὲ καὶ τὰς ἐνεργείας φαμὲν ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ: εἶχε γὰρ ὡς μὲν θεὸς καὶ τῷ πατρὶ ὁμοούσιος τὴν θείαν ἐνέργειαν καὶ ὡς ἄνθρωπος γενό

 Ὁ μὲν καθ' ἕκαστα ἄνθρωπος ἐκ δύο συγκείμενος φύσεων, ψυχῆς τε καὶ σώματος, καὶ ταύτας ἀμεταβλήτους ἔχων ἐν ἑαυτῷ δύο φύσεις εἰκότως λεχθήσεται: σῴζει

 Χρὴ εἰδέναι, ὡς οὐ κατὰ μεταβολὴν φύσεως ἢ τροπὴν ἢ ἀλλοίωσιν ἢ σύγχυσιν ἡ σὰρξ τοῦ κυρίου τεθεῶσθαι λέγεται καὶ ὁμόθεος καὶ θεὸς γενέσθαι, ὥς φησιν ὁ

 Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον λέγοντες τὸν Χριστὸν πάντως πάντα δώσομεν τά τε τοῦ πατρὸς φυσικὰ τά τε τῆς μητρός: γέγονε γὰρ ἄνθρωπος, ἵνα τὸ νικη

 Ὁ μακάριος Διονύσιος «καινήν τινα θεανδρικὴν ἐνέργειαν» φήσας τὸν Χριστὸν «ἡμῖν πεπολιτευμένον», οὐκ ἀναιρῶν τὰς φυσικὰς ἐνεργείας μίαν ἐνέργειαν ἔκ τ

 Ὁμολογοῦμεν δέ, ὅτι πάντα τὰ φυσικὰ καὶ ἀδιάβλητα πάθη τοῦ ἀνθρώπου ἀνέλαβεν. Ὅλον γὰρ τὸν ἄνθρωπον καὶ πάντα τὰ τοῦ ἀνθρώπου ἀνέλαβε πλὴν τῆς ἁμαρτία

 Δεῖ γινώσκειν, ὅτι τὴν μὲν ἀγνοοῦσαν καὶ δούλην ἀνέλαβεν φύσιν: καὶ γὰρ δούλη ἐστὶν ἡ ἀνθρώπου φύσις τοῦ ποιήσαντος αὐτὴν θεοῦ καὶ οὐκ ἔχει τὴν τῶν με

 Προκόπτειν δὲ λέγεται «σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι», τῇ μὲν ἡλικίᾳ αὔξων, διὰ δὲ τῆς αὐξήσεως τῆς ἡλικίας τὴν ἐνυπάρχουσαν αὐτῷ σοφίαν εἰς φανέρωσιν ἄ

 Τὸ τῆς δειλίας ὄνομα διπλῆν ἔχει τὴν ἔννοιαν. Ἔστι γὰρ δειλία φυσικὴ μὴ θελούσης τῆς ψυχῆς διαιρεθῆναι τοῦ σώματος διὰ τὴν ἐξ ἀρχῆς ὑπὸ τοῦ δημιουργοῦ

 Προσευχή ἐστιν ἀνάβασις νοῦ πρὸς θεὸν ἢ αἴτησις τῶν προσηκόντων παρὰ θεοῦ. Πῶς οὖν ὁ κύριος ἐπὶ Λαζάρου καὶ τῷ καιρῷ τοῦ πάθους προσηύχετο Οὔτε γὰρ ἀ

 Χρὴ εἰδέναι, ὡς δύο οἰκειώσεις: μία φυσικὴ καὶ οὐσιώδης, καὶ μία προσωπικὴ καὶ σχετική. Φυσικὴ μὲν οὖν καὶ οὐσιώδης, καθ' ἣν διὰ φιλανθρωπίαν ὁ κύριος

 Αὐτὸς οὖν ὁ τοῦ θεοῦ λόγος πάντα ὑπέμεινε σαρκὶ τῆς θείας καὶ μόνης ἀπαθοῦς αὐτοῦ φύσεως ἀπαθοῦς μενούσης. Τοῦ γὰρ ἑνὸς Χριστοῦ τοῦ ἐκ θεότητός τε καὶ

 Ἀναμάρτητος ὢν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός_«ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν» «ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» «οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ»_οὐχ

 Τὸ τῆς φθορᾶς ὄνομα δύο σημαίνει. Σημαίνει γὰρ τὰ ἀνθρώπινα ταῦτα πάθη: πεῖναν, δίψαν, κόπον, τὴν τῶν ἥλων διάτρησιν, θάνατον ἤτοι χωρισμὸν τῆς ψυχῆς

 Κάτεισιν εἰς ᾅδην ψυχὴ τεθεωμένη, ἵνα, ὥσπερ τοῖς ἐν γῇ ὁ τῆς δικαιοσύνης ἀνέτειλεν ἥλιος, οὕτω καὶ τοῖς ὑπὸ γῆν ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις

 [Book IV] Περὶ τῶν μετὰ τὴν ἀνάστασιν

 Ἐκ δεξιῶν δὲ τοῦ θεοῦ καὶ πατρὸς κεκαθικέναι φαμὲν τὸν Χριστὸν σωματικῶς, οὐ τοπικὴν δὲ δεξιὰν τοῦ πατρὸς λέγομεν. Πῶς γὰρ ὁ ἀπερίγραπτος τοπικὴν σχοί

 Τὸν υἱὸν τοῦ θεοῦ σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι προσκυνοῦμεν, ἀσώματον μὲν πρὸ τῆς ἐνανθρωπήσεως καὶ νῦν τὸν αὐτὸν σεσαρκωμένον καὶ γενόμενον ἄνθρ

 Πατὴρ ὁ πατὴρ καὶ οὐχ υἱός, υἱὸς ὁ υἱὸς καὶ οὐ πατήρ, πνεῦμα ἅγιον τὸ πνεῦμα καὶ οὐ πατὴρ οὐδὲ υἱός: ἡ γὰρ ἰδιότης ἀκίνητος. Ἢ πῶς ἂν ἰδιότης εἴη κινο

 Ἡ ὑπόστασις τοῦ θεοῦ λόγου πρὸ τῆς σαρκώσεως ἁπλῆ ἦν καὶ ἀσύνθετος καὶ ἀσώματος καὶ ἄκτιστος, σαρκωθεῖσα δὲ αὕτη γέγονε καὶ τῇ σαρκὶ ὑπόστασις καὶ γέγ

 Οὐχ, ὥς τινες ψευδηγοροῦσι, πρὸ τῆς ἐκ παρθένου σαρκώσεως ὁ νοῦς ἡνώθη τῷ θεῷ λόγῳ καὶ ἐκ τότε ἐκλήθη Χριστός: τοῦτο τῶν Ὠριγένους ληρημάτων τὸ ἀπότημ

 Φύσεως μέν ἐστι τὸ ἀγένητον καὶ τὸ γενητὸν δι' ἑνὸς τοῦ « ν » γραφόμενον, ὅπερ δηλοῖ τὸ ἄκτιστον καὶ κτιστόν: τὸ δὲ ἀγέννητον καὶ γεννητὸν οὐ φύσεως,

 Πρωτότοκός ἐστιν ὁ πρῶτος γεννηθεὶς εἴτε μονογενής, εἴτε καὶ πρὸ ἄλλων ἀδελφῶν. Εἰ μὲν οὖν ἐλέγετο ὁ υἱὸς τοῦ θεοῦ πρωτότοκος, μονογενὴς δὲ οὐκ ἐλέγετ

 Αἱ τοῦ κυρίου φύσεις οὔτε ἓν σῶμά εἰσιν, οὔτε ἐπιφάνεια οὔτε γραμμή, οὐ τόπος, οὐ χρόνος, ἵνα ὑπὸ τὸ συνεχὲς ποσὸν ἀναχθῶσι: ταῦτα γάρ εἰσι τὰ συνεχῶς

 Ὁμολογοῦμεν δὲ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον: τὸ γὰρ βάπτισμα τὸν τοῦ κυρίου θάνατον δηλοῖ. Συνθαπτόμεθα γοῦν τῷ κυρίῳ διὰ τοῦ

 Ἡ μέντοι πίστις διπλῆ ἐστιν. «Ἔστι γὰρ πίστις ἐξ ἀκοῆς». Ἀκούοντες γὰρ τῶν θείων γραφῶν πιστεύομεν τῇ διδασκαλίᾳ τοῦ πνεύματος. Αὕτη δὲ τελειοῦται πᾶσ

 «Ὁ λόγος ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν». «Ὁ μὲν γὰρ πνευματικὸς πάντα ἀνακρίνει, ψυχικὸς

 Οὐχ ἁπλῶς οὐδ' ὡς ἔτυχε κατὰ ἀνατολὰς προσκυνοῦμεν, ἀλλ' ἐπειδὴ ἐξ ὁρατῆς τε καὶ ἀοράτου ἤτοι νοητῆς καὶ αἰσθητῆς συντεθείμεθα φύσεως, διπλῆν καὶ τὴν

 Ὁ ἀγαθὸς καὶ πανάγαθος καὶ ὑπεράγαθος θεός, ὁ ὅλος ὢν ἀγαθότης, διὰ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς αὐτοῦ ἀγαθότητος οὐκ ἠνέσχετο μόνον εἶναι τὸ ἀγαθὸν ἤ

 Περὶ τῆς ἁγίας ὑπερυμνήτου ἀειπαρθένου καὶ θεοτόκου Μαρίας ἐν τοῖς προλαβοῦσι μετρίως διαλαβόντες καὶ τὸ καιριώτατον παραστήσαντες, ὡς κυρίως καὶ ἀληθ

 Τιμητέον τοὺς ἁγίους ὡς φίλους Χριστοῦ, ὡς τέκνα καὶ κληρονόμους θεοῦ, ὥς φησιν ὁ θεολόγος εὐαγγελιστής: «Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν

 Ἐπειδὴ δέ τινες ἡμῖν καταμέμφονται προσκυνοῦσί τε καὶ τιμῶσι τήν τε τοῦ σωτῆρος καὶ τῆς δεσποίνης ἡμῶν εἰκόνα, ἔτι δὲ καὶ τῶν λοιπῶν ἁγίων καὶ θεραπόν

 Εἷς ἐστιν ὁ θεὸς ὑπό τε παλαιᾶς διαθήκης καὶ καινῆς κηρυττόμενος, ὁ ἐν τριάδι ὑμνούμενός τε καὶ δοξαζόμενος, τοῦ κυρίου φήσαντος: «Οὐκ ἦλθον καταλῦσαι

 Τῶν ἐπὶ Χριστοῦ λεγομένων τρόποι γενικοί εἰσι τέσσαρες: Αʹ τὰ μὲν γὰρ καὶ πρὸ τῆς ἐνανθρωπήσεως ἁρμόσει αὐτῷ, Βʹ τὰ δὲ ἐν τῇ ἑνώσει, Γʹ τὰ δὲ μετὰ τὴν

 Χρὴ εἰδέναι, ὅτι ἔθος τῇ θείᾳ γραφῇ τὴν παραχώρησιν τοῦ θεοῦ ἐνέργειαν αὐτοῦ καλεῖν, ὡς ὅταν λέγῃ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ: «Ἢ οὐκ ἔχε

 Ὅτι οὐ δύο ἀρχαί, μία ἀγαθὴ καὶ μία πονηρά, ἐντεῦθεν εἰσόμεθα: ἐναντία γὰρ ἀλλήλοις τὸ ἀγαθὸν καὶ τὸ πονηρὸν καὶ ἀλλήλων φθαρτικὰ καὶ ἐν ἀλλήλοις ἢ σὺ

 Ὁ θεὸς δι' ἀγαθότητα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει τὰ γινόμενα καὶ τῶν ἐσομένων προγνώστης ἐστίν. Εἰ μὲν οὖν μὴ ἔμελλον ἔσεσθαι, οὐδ' ἂν κακοὶ

 Ἀγαθὸν τὸ θεῖον καὶ ὑπεράγαθον, καὶ τὸ τούτου θέλημα: τοῦτο γὰρ ἀγαθόν, ὅπερ ὁ θεὸς βούλεται. Νόμος δέ ἐστιν ἡ τοῦτο διδάσκουσα ἐντολή, ἵν' ἐν αὐτῷ μέ

 Σάββατον ἡ ἑβδόμη ἡμέρα κέκληται, δηλοῖ δὲ τὴν κατάπαυσιν: ἐν αὐτῇ γὰρ κατέπαυσεν ὁ θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥς φησιν ἡ γραφή. Διὸ καὶ μέχρις ἑπτὰ ὁ

 Κακίζουσιν οἱ σαρκικοὶ τὴν παρθενίαν, καὶ εἰς μαρτυρίαν προβάλλονται οἱ φιλήδονοι τὸ «ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐγείρει σπέρμα ἐν τῷ Ἰσραήλ». Ἡμεῖς δέ

 Ἡ περιτομὴ πρὸ νόμου ἐδόθη τῷ Ἀβραὰμ μετὰ τὰς εὐλογίας, μετὰ τὴν ἐπαγγελίαν, σημεῖον ἀποδιαστέλλον αὐτὸν καὶ τοὺς αὐτοῦ οἰκογενεῖς ἐκ τῶν ἐθνῶν, μεθ'

 Χρὴ γινώσκειν, ὅτι δεῖ τὸν ἀντίχριστον ἐλθεῖν. Πᾶς μὲν οὖν ὁ μὴ ὁμολογῶν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἐν σαρκὶ ἐληλυθέναι καὶ εἶναι θεὸν τέλειον καὶ γεν

 Πιστεύομεν δὲ καὶ εἰς ἀνάστασιν νεκρῶν. Ἔσται γάρ, ὄντως ἔσται νεκρῶν ἀνάστασις. Ἀνάστασιν δὲ λέγοντες σωμάτων φαμὲν ἀνάστασιν. Ἀνάστασις γάρ ἐστι δευ

Chapter IV.—Concerning the nature of Deity: that it is incomprehensible.

It is plain, then, that there is a God. But what He is in His essence and nature is absolutely incomprehensible and unknowable. For it is evident that He is incorporeal31    Various reading, It is evident that the divine (τὸ Θεῖον) is incorporeal.    Ps. cxlvi. 6.. For how could that possess body which is infinite, and boundless, and formless, and intangible and invisible, in short, simple and not compound? How could that be immutable32    Text ἄτρεπτον. Most mss. read σεπτόν. So, too, Greg. Naz., Orat. 34, from which these words are taken. An old interpretation is ‘venerabile est.’ But in the opinion of Combefis, Gregory’s text is corrupt, and ἄτρεπτονshould be read, which reading is also supported by various authorities, including three Cod. Reg.: cf. also De Trinit. in Cyril. which is circumscribed and subject to passion? And how could that be passionless which is composed of elements and is resolved again into them? For combination33    σύνθεσις. is the beginning of conflict, and conflict of separation, and separation of dissolution, and dissolution is altogether foreign to God34    Greg. Naz., Orat. 32, 34..

Again, how will it also be maintained35    Text, σωθήσεται: various reading, συνθήσεται. that God permeates and fills the universe? as the Scriptures say, Do not I fill heaven and earth, saith the Lord36    Jer. xxiii. 24.? For it is an impossibility37    Greg. Naz. ut supr. that one body should permeate other bodies without dividing and being divided, and without being enveloped and contrasted, in the same way as all fluids mix and commingle.

But if some say that the body is immaterial, in the same way as the fifth body38    The reference is to the Pythagorean and Aristotelian ideas of the heavens as being like the body of Deity, something uncorrupt, different from the four elements, and therefore called a fifth body, or element (στοιχεῖον). In his Meteor. i. 3, De Cœlo i. 3, &c., Aristotle speaks of the Ether as extending from the heaven of the fixed stars down to the moon, as of a nature specially adapted for circular motion, as the first element in rank, but as the fifth, “if we enumerate beginning with the elements directly known by the senses.…the subsequently so-called πέμπτον στοιχεῖον, quinta essentia.” The other elements, he taught, had the upward motion, or the downward: the earth having the attribute of heaviness, and its natural place in the world being the lowest; fire being the light element, and “its place the sphere next adjoining the sphere of the ether.” See Ueberweg’s History of Philosophy, Vol. I. p. 167, Morris’s translation, and the chapter on the De Cœlo in Grote’s Aristotle, Vol. II. pp. 389, &c. of which the Greek philosophers speak (which body is an impossibility), it will be wholly subject to motion like the heaven. For that is what they mean by the fifth body. Who then is it that moves it? For everything that is moved is moved by another thing. And who again is it that moves that? and so on to infinity till we at length arrive at something motionless. For the first mover is motionless, and that is the Deity. And must not that which is moved be circumscribed in space? The Deity, then, alone is motionless, moving the universe by immobility39    Greg. Naz. ut supr.. So then it must be assumed that the Deity is incorporeal.

But even this gives no true idea of His essence, to say that He is unbegotten, and without beginning, changeless and imperishable, and possessed of such other qualities as we are wont to ascribe to God and His environment40    Or, such as are said to exist in the case of God, or in relation to God. The Greek is, ὅσα περὶ Θεοῦ, ἢ περὶ Θεὸν εἶναι λέγεται.. For these do not indicate what He is, but what He is not41    Greg. Naz. ut supr.. But when we would explain what the essence of anything is, we must not speak only negatively. In the case of God, however, it is impossible to explain what He is in His essence, and it befits us the rather to hold discourse about His absolute separation from all things42    Greg. Naz., Orat. 32, 34. The Greek is, οἰκειότερον δὲ μᾶλλον ἐκ τῆς ἁπάντων ἀφαιρέσεως ποιεῖσθαι τὸν λόγον. It may be given thus:—It is more in accordance with the nature of the case rather to discourse of Him in the way of abstracting from him all that belongs to us.. For He does not belong to the class of existing things: not that He has no existence43    Dionys., De Myst. Theolog., but that He is above all existing things, nay even above existence itself. For if all forms of knowledge have to do with what exists, assuredly that which is above knowledge must certainly be also above essence44    Or, above being; ὑπὲρ οὐσίαν.: and, conversely, that which is above essence45    Or, above being; ὑπὲρ οὐσίαν. will also be above knowledge.

God then is infinite and incomprehensible and all that is comprehensible about Him is His infinity and incomprehensibility. But all that we can affirm concerning God does not shew forth God’s nature, but only the qualities of His nature46    Or, but only the things which relate to His nature. The Greek is, ὅσα δὲ λέγομεν ἐπὶ Θεοῦ καταφαντικῶς, οὐ τὴν φύσιν, ἀλλὰ τὰ περὶ τὴν φύσιν δηλοῖ.. For when you speak of Him as good, and just, and wise, and so forth, you do not tell God’s nature but only the qualities of His nature47    Or, the things that relate to his nature.. Further there are some affirmations which we make concerning God which have the force of absolute negation: for example, when we use the term darkness, in reference to God, we do not mean darkness itself, but that He is not light but above light: and when we speak of Him as light, we mean that He is not darkness.

Περὶ τοῦ τί ἐστι θεός; ὅτι ἀκατάληπτον

Ὅτι μὲν οὖν ἔστι θεός, δῆλον: τί δέ ἐστι κατ' οὐσίαν καὶ φύσιν, ἀκατάληπτον τοῦτο παντελῶς καὶ ἄγνωστον. Ὅτι μὲν γὰρ ἀσώματον, δῆλον. Πῶς γὰρ σῶμα τὸ ἄπειρον καὶ ἀόριστον καὶ ἀσχημάτιστον καὶ ἀναφὲς καὶ ἀόρατον καὶ ἁπλοῦν καὶ ἀσύνθετον; Πῶς γὰρ σεπτόν, εἰ περιγραπτὸν καὶ παθητόν; Καὶ πῶς ἀπαθὲς τὸ ἐκ στοιχείων συγκείμενον καὶ εἰς αὐτὰ πάλιν ἀναλυόμενον; Σύνθεσις γὰρ ἀρχὴ μάχης, μάχη δὲ διαστάσεως, διάστασις δὲ λύσεως: λύσις δὲ ἀλλότριον θεοῦ παντελῶς.

Πῶς δὲ καὶ σωθήσεται τὸ «διὰ πάντων ἥκειν καὶ πληροῦν τὰ πάντα θεόν», ὥς φησιν ἡ γραφή: «Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος»; Ἀδύνατον γὰρ σῶμα διὰ σωμάτων διήκειν μὴ τέμνον καὶ τεμνόμενον καὶ πλεκόμενον καὶ ἀντιπαρατιθέμενον, ὥσπερ ὅσα τῶν ὑγρῶν μίγνυται καὶ συγκίρναται.

Εἰ δὲ καί τινές φασιν ἄυλον σῶμα ὡς τὸ παρὰ τοῖς τῶν Ἑλλήνων σοφοῖς πέμπτον σῶμα λεγόμενον, ὅπερ ἀδύνατον, κινούμενον ἔσται πάντως ὥσπερ ὁ οὐρανός: τοῦτον γὰρ πέμπτον σῶμά φασι. Τίς οὖν ὁ τοῦτον κινῶν; Πᾶν γὰρ κινούμενον ὑφ' ἑτέρου κινεῖται. Κἀκεῖνον τίς; Καὶ τοῦτο ἐπ' ἄπειρον, ἕως ἂν καταντήσωμεν εἴς τι ἀκίνητον: τὸ γὰρ πρῶτον κινοῦν ἀκίνητον, ὅπερ ἐστὶ τὸ θεῖον. Πῶς δὲ οὐκ ἐν τόπῳ περιγραπτὸν τὸ κινούμενον; Μόνον οὖν τὸ θεῖον ἀκίνητον, δι' ἀκινησίας τὰ πάντα κινοῦν. Ἀσώματον τοίνυν ὑποληπτέον τὸ θεῖον.

Ἀλλ' οὐδὲ τοῦτο τῆς οὐσίας παραστατικόν ἐστιν ὥσπερ οὐδὲ τὸ ἀγέννητον καὶ τὸ ἄναρχον καὶ τὸ ἀναλλοίωτον καὶ τὸ ἄφθαρτον καὶ ὅσα περὶ θεοῦ ἢ περὶ θεὸν εἶναι λέγεται: ταῦτα γὰρ οὐ τὸ τί ἐστι σημαίνει, ἀλλὰ τί οὐκ ἔστι. Χρὴ δὲ τὸν βουλόμενον τήν τινος οὐσίαν εἰπεῖν, τί ἐστι, φράσαι, οὐ τί οὐκ ἔστι: ὅμως ἐπὶ θεοῦ, τί ἐστιν, εἰπεῖν ἀδύνατον κατ' οὐσίαν. Οἰκειότερον δὲ μᾶλλον ἐκ τῆς πάντων ἀφαιρέσεως ποιεῖσθαι τὸν λόγον: οὐδὲν γὰρ τῶν ὄντων ἐστὶν οὐχ ὡς μὴ ὤν, ἀλλ' ὡς ὑπὲρ πάντα τὰ ὄντα καὶ ὑπὲρ αὐτόδε τὸ εἶναι ὤν. Εἰ γὰρ τῶν ὄντων αἱ γνώσεις, τὸ ὑπὲρ γνῶσιν πάντως καὶ ὑπὲρ οὐσίαν ἔσται, καὶ τὸ ἀνάπαλιν τὸ ὑπὲρ οὐσίαν καὶ ὑπὲρ γνῶσιν ἔσται.

Ἄπειρον οὖν τὸ θεῖον καὶ ἀκατάληπτον, καὶ τοῦτο μόνον αὐτοῦ καταληπτόν, ἡ ἀπειρία καὶ ἡ ἀκαταληψία. Ὅσα δὲ λέγομεν ἐπὶ θεοῦ καταφατικῶς, οὐ τὴν φύσιν ἀλλὰ τὰ περὶ τὴν φύσιν δηλοῖ. Κἂν ἀγαθόν, κἂν δίκαιον, κἂν σοφόν, κἂν ὅ τι ἂν εἴπῃς, οὐ φύσιν λέγεις θεοῦ, ἀλλὰ τὰ περὶ τὴν φύσιν. Εἰσὶ δὲ καί τινα καταφατικῶς ἐπὶ θεοῦ λεγόμενα δύναμιν ὑπεροχικῆς ἀποφάσεως ἔχοντα, οἷον σκότος λέγοντες ἐπὶ θεοῦ οὐ σκότος νοοῦμεν, ἀλλ' ὅτι οὐκ ἔστι φῶς ἀλλ' ὑπὲρ τὸ φῶς.