αʹ Ὅτι ἀκατάληπτον τὸ θεῖον καὶ ὅτι οὐ δεῖ ζητεῖν

 Τοῦ ὁσίου ἀββᾶ Ἰωάννου πρεσβυτέρου Δαμασκηνοῦ ἔκδοσις ἀκριβὴς τῆς ὀρθοδόξου πίστεως Ὅτι ἀκατάληπτον τὸ θεῖον καὶ ὅτι οὐ δεῖ ζητεῖν καὶ περιεργάζεσθαι

 Χρὴ οὖν τὸν περὶ θεοῦ λέγειν ἢ ἀκούειν βουλόμενον σαφῶς εἰδέναι, ὡς οὐδὲ πάντα ἄρρητα οὐδὲ πάντα ῥητά, τά τε τῆς θεολογίας τά τε τῆς οἰκονομίας, οὔτε

 Ὅτι μὲν οὖν ἔστι θεός, τοῖς μὲν τὰς ἁγίας γραφὰς δεχομένοις, τήν τε παλαιὰν καὶ καινὴν διαθήκην φημί, οὐκ ἀμφιβάλλεται, οὔτε δὲ τοῖς τῶν Ἑλλήνων πλείσ

 Ὅτι μὲν οὖν ἔστι θεός, δῆλον: τί δέ ἐστι κατ' οὐσίαν καὶ φύσιν, ἀκατάληπτον τοῦτο παντελῶς καὶ ἄγνωστον. Ὅτι μὲν γὰρ ἀσώματον, δῆλον. Πῶς γὰρ σῶμα τὸ

 Ὅτι μέν ἐστι θεός, ἱκανῶς ἀποδέδεικται, καὶ ὅτι ἀκατάληπτός ἐστιν ἡ αὐτοῦ οὐσία. Ὅτι δὲ εἷς ἐστι καὶ οὐ πολλοί, τοῖς μὲν τῇ θείᾳ πειθομένοις γραφῇ οὐκ

 Οὗτος τοίνυν ὁ εἷς καὶ μόνος θεὸς οὐκ ἄλογός ἐστι. Λόγον δὲ ἔχων οὐκ ἀνυπόστατον ἕξει, οὐκ ἀρξάμενον τοῦ εἶναι οὐδὲ παυσόμενον: οὐ γὰρ ἦν, ὅτε ἦν ποτε

 Δεῖ δὲ τὸν λόγον καὶ πνεῦμα ἔχειν: καὶ γὰρ καὶ ὁ ἡμέτερος λόγος οὐκ ἄμοιρός ἐστι πνεύματος. Ἀλλ' ἐφ' ἡμῶν μὲν τὸ πνεῦμα ἀλλότριον τῆς ἡμετέρας ἐστὶν ο

 Πιστεύομεν τοιγαροῦν εἰς ἕνα θεόν, μίαν ἀρχὴν ἄναρχον, ἄκτιστον, ἀγέννητον ἀνόλεθρόν τε καὶ ἀθάνατον, αἰώνιον, ἄπειρον, ἀπερίγραπτον, ἀπεριόριστον, ἀπ

 Τὸ θεῖον ἁπλοῦν ἐστι καὶ ἀσύνθετον. Τὸ δὲ ἐκ πολλῶν καὶ διαφόρων συγκείμενον σύνθετόν ἐστιν. Εἰ οὖν τὸ ἄκτιστον καὶ ἄναρχον καὶ ἀσώματον καὶ ἀθάνατον

 Πάντα μὲν οὖν ταῦτα κοινῶς ἐπὶ πάσης τῆς θεότητος ἐκληπτέον καὶ ταυτῶς καὶ ἁπλῶς καὶ ἀμερῶς καὶ ἡνωμένως, διακεκριμένως δὲ τὸ πατὴρ καὶ τὸ υἱὸς καὶ τὸ

 Ἐπεὶ δὲ πλεῖστα περὶ θεοῦ σωματικώτερον ἐν τῇ θείᾳ γραφῇ συμβολικῶς εἰρημένα εὑρίσκομεν, εἰδέναι χρή, ὡς ἀνθρώπους ὄντας ἡμᾶς καὶ τὸ παχὺ τοῦτο σαρκίο

 «Ταῦτα μὲν οὖν ἐκ τῶν ἱερῶν μεμυήμεθα λογίων», ὡς ὁ θεῖος ἔφη Διονύσιος ὁ Ἀρεοπαγίτης, «ὅτι ὁ θεὸς πάντων ἐστὶν αἰτία καὶ ἀρχή, τῶν ὄντων οὐσία, τῶν ζ

 Τὸ θεῖον ἀκατάληπτον ὂν πάντως καὶ ἀνώνυμον ἔσται. Ἀγνοοῦντες οὖν τὴν οὐσίαν αὐτοῦ τῆς οὐσίας αὐτοῦ μὴ ἐκζητήσωμεν ὄνομα: δηλωτικὰ γὰρ τῶν πραγμάτων ἐ

 Τόπος ἐστὶ σωματικὸς πέρας τοῦ περιέχοντος, καθ' ὃ περιέχεται τὸ περιεχόμενον, οἷον ὁ ἀὴρ περιέχει τόδε τὸ σῶμα. Οὐχ ὅλος ὁ περιέχων ἀὴρ τόπος ἐστὶ το

 Τὸ ἄκτιστον, τὸ ἄναρχον, τὸ ἀθάνατον καὶ ἀπέραντον καὶ αἰώνιον, τὸ ἄυλον, τὸ ἀγαθόν, τὸ δημιουργικόν, τὸ δίκαιον, τὸ φωτιστικόν, τὸ ἄτρεπτον, τὸ ἀπαθέ

 Αὐτὸς τοὺς αἰῶνας ἐποίησεν, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, πρὸς ὅν φησιν ὁ θεῖος Δαυίδ: «Ἀπὸ τοῦ αἰῶνος σὺ εἶ», καὶ ὁ θεῖος ἀπόστολος: «Δι' οὗ καὶ τοὺς αἰῶ

 Ἐπεὶ οὖν ὁ ἀγαθὸς καὶ ὑπεράγαθος θεὸς οὐκ ἠρκέσθη τῇ ἑαυτοῦ θεωρίᾳ, ἀλλ' ὑπερβολῇ ἀγαθότητος εὐδόκησε γενέσθαι τινὰ τὰ εὐεργετηθησόμενα καὶ μεθέξοντα

 Αὐτὸς τῶν ἀγγέλων ἐστὶ ποιητὴς καὶ δημιουργὸς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν αὐτούς, κατ' οἰκείαν εἰκόνα κτίσας αὐτοὺς φύσιν ἀσώματον, οἷόν τι

 Ἐκ τούτων τῶν ἀγγελικῶν δυνάμεων πρωτοστάτης τῆς περιγείου τάξεως καὶ τῆς γῆς τὴν φυλακὴν ἐγχειρισθεὶς παρὰ θεοῦ οὐ φύσει πονηρὸς γεγονώς, ἀλλ' ἀγαθὸς

 Αὐτὸς ὁ θεὸς ἡμῶν ὁ ἐν τριάδι καὶ ἐν μονάδι δοξολογούμενος ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγ

 Οὐρανός ἐστι περιοχὴ ὁρατῶν τε καὶ ἀοράτων κτισμάτων: ἐντὸς γὰρ αὐτοῦ αἵ τε νοεραὶ τῶν ἀγγέλων δυνάμεις καὶ πάντα τὰ αἰσθητὰ περικλείονται καὶ περιορί

 Τὸ πῦρ ἓν τῶν τεσσάρων στοιχείων ἐστί, κοῦφόν τε καὶ ἀνωφερέστερον τῶν λοιπῶν καυστικόν τε καὶ φωτιστικόν, τῇ πρώτῃ ἡμέρᾳ ὑπὸ τοῦ δημιουργοῦ κτισθέν:

 Ἀήρ ἐστι στοιχεῖον λεπτότατον ὑγρόν τε καὶ θερμόν, τοῦ μὲν πυρὸς βαρύτερον, τῆς δὲ γῆς καὶ τῶν ὑδάτων κουφότερον, ἀναπνοῆς καὶ ἐκφωνήσεως αἴτιον, ἀχρω

 Ἄνεμός ἐστι πλῆθος θερμῆς καὶ ξηρᾶς ἀναθυμιάσεως κινούμενον περὶ γῆν. Ἄνεμοι πνέουσιν ἀπὸ ἀνατολῆς θερινῆς καικίας, μέσης, ἀπὸ ἀνατολῆς ἰσημερινῆς ἀπη

 Καὶ τὸ ὕδωρ δὲ ἓν τῶν στοιχείων τῶν τεσσάρων ἐστί, ποίημα θεοῦ κάλλιστον. Ὕδωρ ἐστὶ στοιχεῖον ὑγρόν τε καὶ ψυχρὸν βαρύ τε καὶ κατωφερές, εὐδιάχυτον. Τ

 Διαδέχεται τὸ Αἰγαῖον πέλαγος Ἑλλήσποντος λῆγον εἰς Ἄβυδον καὶ Σηστόν: εἶτα ἡ Προποντὶς λήγουσα εἰς Χαλκηδόνα καὶ Βυζάντιον: ἔνθα τὰ στενά, ἀφ' ὧν ὁ Π

 Ἡ γῆ ἓν τῶν τεσσάρων στοιχείων ἐστὶ ξηρόν τε καὶ ψυχρὸν καὶ βαρὺ καὶ ἀκίνητον, ὑπὸ τοῦ θεοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τῇ πρώτῃ ἡμέρᾳ παρηγμένον. «Ἐ

 Ἐπειδὴ δὲ ἔμελλεν ὁ θεὸς ἐξ ὁρατῆς τε καὶ ἀοράτου κτίσεως πλαστουργεῖν τὸν ἄνθρωπον κατ' οἰκείαν εἰκόνα τε καὶ ὁμοίωσιν ὥσπερ τινὰ βασιλέα καὶ ἄρχοντα

 Οὕτω μὲν οὖν τὴν νοητὴν οὐσίαν ὑπεστήσατο ὁ θεός, ἀγγέλους φημὶ καὶ πάντα τὰ κατ' οὐρανὸν τάγματα, _ταῦτα γὰρ ἀριδήλως νοερᾶς ἐστι καὶ ἀσωμάτου φύσεως

 Τῶν ἡδονῶν αἱ μέν εἰσι ψυχικαί, αἱ δὲ σωματικαί. Καὶ ψυχικαὶ μέν, ὅσαι μόνης εἰσὶ τῆς ψυχῆς αὐτῆς καθ' αὑτὴν ὡς αἱ περὶ τὰ μαθήματα καὶ τὴν θεωρίαν. Σ

 Τῆς δὲ λύπης εἴδη τέσσαρα: ἄχος, ἄχθος, φθόνος, ἔλεος. Ἄχος μὲν οὖν ἐστι λύπη ἀφωνίαν ἐμποιοῦσα, ἄχθος δὲ λύπη βαρύνουσα, φθόνος δὲ λύπη ἐπὶ ἀλλοτρίοι

 Διαιρεῖται δὲ καὶ ὁ φόβος εἰς ἕξ: εἰς ὄκνον, εἰς αἰδῶ, εἰς αἰσχύνην, εἰς κατάπληξιν, εἰς ἔκπληξιν, εἰς ἀγωνίαν. Ὄκνος μὲν οὖν ἐστι φόβος μελλούσης ἐνε

 Θυμὸς δέ ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος ἐξ ἀναθυμιάσεως τῆς χολῆς ἢ ἀναθολώσεως γινομένη. Διὸ καὶ χολὴ λέγεται καὶ χόλος. Ἔστι δέ, ὅτε ὁ θυμὸς κα

 Φανταστικόν ἐστι δύναμις τῆς ἀλόγου ψυχῆς διὰ τῶν αἰσθητηρίων ἐνεργοῦσα, ἥτις λέγεται αἴσθησις. Φανταστὸν δὲ καὶ αἰσθητὸν τὸ τῇ φαντασίᾳ καὶ τῇ αἰσθήσ

 Αἴσθησίς ἐστι δύναμις τῆς ψυχῆς ἀντιληπτικὴ τῶν ὑλῶν ἤγουν διαγνωστική: αἰσθητήρια δὲ τὰ ὄργανα ἤγουν τὰ μέλη, δι' ὧν αἰσθανόμεθα: αἰσθητὰ δὲ τὰ τῇ αἰ

 Τοῦ δὲ διανοητικοῦ εἰσιν αἵ τε κρίσεις καὶ αἱ συγκαταθέσεις καὶ αἱ ὁρμαὶ πρὸς τὴν πρᾶξιν καὶ αἱ ἀφορμαὶ καὶ αἱ ἀποφυγαὶ τῆς πράξεως, ἰδικῶς δὲ αἵ τε ν

 Τὸ δὲ μνημονευτικόν ἐστι μνήμης καὶ ἀναμνήσεως αἴτιόν τε καὶ ταμιεῖον: μνήμη γάρ ἐστι φαντασία ἐγκαταλελειμμένη ἀπό τινος αἰσθήσεως τῆς κατ' ἐνέργειαν

 Πάλιν δὲ διαιρεῖται τὸ λογικὸν τῆς ψυχῆς εἴς τε τὸν ἐνδιάθετον λόγον καὶ εἰς τὸν προφορικόν. Ἔστι δὲ ἐνδιάθετος μὲν λόγος κίνημα ψυχῆς ἐν τῷ διαλογιστ

 Τὸ πάθος ὁμωνύμως λέγεται: λέγεται γὰρ πάθος καὶ τὸ σωματικὸν ὡς τὰ νοσήματα καὶ τὰ ἕλκη, λέγεται πάλιν πάθος καὶ τὸ ψυχικόν, ἥ τε ἐπιθυμία καὶ ὁ θυμό

 Χρὴ γινώσκειν, ὡς πᾶσαι αἱ δυνάμεις αἱ προειρημέναι, αἵ τε γνωστικαὶ αἵ τε ζωτικαὶ καὶ αἱ φυσικαὶ καὶ αἱ τεχνικαί, ἐνέργειαι λέγονται: ἐνέργεια γάρ ἐσ

 Ἐπειδὴ τὸ ἑκούσιον ἐν πράξει τινί ἐστι καὶ τὸ νομιζόμενον δὲ ἀκούσιον ἐν πράξει τινί ἐστι, πολλοὶ δέ τινες καὶ τὸ ὄντως ἀκούσιον οὐ μόνον ἐν τῷ πάσχει

 Ὁ περὶ τοῦ αὐτεξουσίου λόγος τουτέστι τοῦ ἐφ' ἡμῖν πρώτην μὲν ἔχει ζήτησιν, εἰ ἔστι ἐφ' ἡμῖν: πολλοὶ γὰρ οἱ πρὸς τοῦτο ἀντιβαίνοντες. Δευτέραν δέ, τίν

 Τῶν γινομένων τὰ μέν εἰσιν ἐφ' ἡμῖν, τὰ δὲ οὐκ ἐφ' ἡμῖν. Ἐφ' ἡμῖν μὲν οὖν εἰσιν, ὧν ἡμεῖς ἐσμεν αὐτεξούσιοι ποιεῖν τε καὶ μὴ ποιεῖν, τουτέστι πάντα τὰ

 Φαμὲν τοίνυν εὐθέως τῷ λογικῷ συνεισέρχεσθαι τὸ αὐτεξούσιον. Πᾶν γὰρ γεννητὸν καὶ τρεπτόν ἐστιν. Ὧν γὰρ ἡ ἀρχὴ τῆς γενέσεως ἀπὸ τροπῆς ἤρξατο, ἀνάγκῃ

 Τῶν δὲ οὐκ ἐφ' ἡμῖν τὰ μὲν ἐκ τῶν ἐφ' ἡμῖν ἔχει τὰς ἀρχὰς ἤτοι τὰς αἰτίας, τουτέστιν αἱ ἀμοιβαὶ τῶν πράξεων ἡμῶν ἔν τε τῷ παρόντι καὶ ἐν τῷ μέλλοντι α

 Πρόνοια τοίνυν ἐστὶν ἐκ θεοῦ εἰς τὰ ὄντα γινομένη ἐπιμέλεια. Καὶ πάλιν: Πρόνοιά ἐστι βούλησις θεοῦ, δι' ἣν πάντα τὰ ὄντα τὴν πρόσφορον διεξαγωγὴν λαμβ

 Χρὴ γινώσκειν, ὡς πάντα μὲν προγινώσκει ὁ θεός, οὐ πάντα δὲ προορίζει: προγινώσκει γὰρ καὶ τὰ ἐφ' ἡμῖν, οὐ προορίζει δὲ αὐτά: οὐ γὰρ θέλει τὴν κακίαν

 [Book III] Περὶ τῆς θείας οἰκονομίας καὶ περὶ τῆς δι' ἡμᾶς κηδεμονίας καὶ τῆς ἡμῶν σωτηρίας

 Ἄγγελος γὰρ κυρίου ἀπεστάλη πρὸς τὴν ἁγίαν παρθένον ἐκ δαυιτικοῦ φύλου καταγομένην: «πρόδηλον γὰρ ὡς ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος», «ἐξ ἧς φυλῆς οὐδε

 Ἀτρέπτως γὰρ καὶ ἀναλλοιώτως ἡνώθησαν ἀλλήλαις αἱ φύσεις μήτε τῆς θείας φύσεως ἐκστάσης τῆς οἰκείας ἁπλότητος μήτε μὴν τῆς ἀνθρωπίνης ἢ τραπείσης εἰς

 Ὅτι μὲν οὖν ἕτερόν ἐστιν οὐσία καὶ ἕτερον ὑπόστασις, πλειστάκις εἰρήκαμεν, καὶ ὅτι ἡ μὲν οὐσία τὸ κοινὸν καὶ περιεκτικὸν εἶδος τῶν ὁμοειδῶν ὑποστάσεων

 Ὥσπερ δὲ ἐπὶ τῆς θεότητος μίαν φύσιν ὁμολογοῦμεν, τρεῖς δὲ ὑποστάσεις κατὰ ἀλήθειαν οὔσας φαμὲν καὶ πάντα μὲν τὰ φυσικὰ καὶ οὐσιώδη ἁπλᾶ φαμεν, τὴν δὲ

 Τὰ κοινὰ καὶ καθολικὰ κατηγοροῦνται τῶν αὐτοῖς ὑποκειμένων μερικῶν. Κοινὸν τοίνυν ἡ οὐσία, μερικὸν δὲ ἡ ὑπόστασις. Μερικὸν δέ, οὐχ ὅτι μέρος τῆς φύσεω

 Προεῖναι μὲν οὖν ἀχρόνως καὶ ἀιδίως φαμὲν τὴν θείαν τοῦ θεοῦ λόγου ὑπόστασιν ἁπλῆν καὶ ἀσύνθετον, ἄκτιστον, ἀσώματον, ἀόρατον, ἀναφῆ, ἀπερίγραπτον, πά

 Εἰ δέ τις ἐρωτῶν περὶ τῶν τοῦ κυρίου φύσεων, εἰ ὑπὸ τὸ συνεχὲς ποσὸν ἀναφέροιντο ἢ ὑπὸ τὸ διωρισμένον, ἐροῦμεν, ὅτι αἱ τοῦ κυρίου φύσεις οὔτε ἓν σῶμά

 Εἰ γὰρ καὶ μή ἐστι φύσις ἀνυπόστατος ἢ οὐσία ἀπρόσωπος (ἐν ὑποστάσεσι γὰρ καὶ προσώποις ἥ τε οὐσία καὶ ἡ φύσις θεωρεῖται), ἀλλ' οὐκ ἀνάγκη τὰς ἀλλήλαι

 Ἐντεῦθεν καὶ τὴν ἐν τῷ τρισαγίῳ προσθήκην ὑπὸ τοῦ ματαιόφρονος Πέτρου τοῦ κναφέως γεγενημένην βλάσφημον ὁριζόμεθα ὡς τέταρτον παρεισάγουσαν πρόσωπον κ

 Ἡ φύσις ἢ ψιλῇ θεωρίᾳ κατανοεῖται (καθ' αὑτὴν γὰρ οὐχ ὑφέστηκεν), ἢ κοινῶς ἐν πάσαις ταῖς ὁμοειδέσιν ὑποστάσεσι ταύτας συνάπτουσα καὶ λέγεται ἐν τῷ εἴ

 Θεοτόκον δὲ κυρίως καὶ ἀληθῶς τὴν ἁγίαν παρθένον κηρύττομεν: ὡς γὰρ θεὸς ἀληθὴς ὁ ἐξ αὐτῆς γεννηθείς, ἀληθὴς θεοτόκος ἡ τὸν ἀληθινὸν θεὸν ἐξ αὐτῆς σεσ

 Τέλειον δὲ θεὸν ὁμολογοῦντες τὸν αὐτὸν καὶ τέλειον ἄνθρωπόν φαμεν τὸν αὐτὸν πάντα ἔχειν, ὅσα ὁ πατήρ, πλὴν τῆς ἀγεννησίας, καὶ πάντα ἔχειν, ὅσα ὁ Ἀδὰμ

 Ἐπειδὴ μὲν οὖν δύο φύσεις τοῦ Χριστοῦ, δύο αὐτοῦ καὶ τὰ φυσικὰ θελήματα καὶ τὰς φυσικὰς ἐνεργείας φαμέν. Ἐπειδὴ δὲ μία τῶν δύο αὐτοῦ φύσεων ἡ ὑπόστασι

 Δύο δὲ καὶ τὰς ἐνεργείας φαμὲν ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ: εἶχε γὰρ ὡς μὲν θεὸς καὶ τῷ πατρὶ ὁμοούσιος τὴν θείαν ἐνέργειαν καὶ ὡς ἄνθρωπος γενό

 Ὁ μὲν καθ' ἕκαστα ἄνθρωπος ἐκ δύο συγκείμενος φύσεων, ψυχῆς τε καὶ σώματος, καὶ ταύτας ἀμεταβλήτους ἔχων ἐν ἑαυτῷ δύο φύσεις εἰκότως λεχθήσεται: σῴζει

 Χρὴ εἰδέναι, ὡς οὐ κατὰ μεταβολὴν φύσεως ἢ τροπὴν ἢ ἀλλοίωσιν ἢ σύγχυσιν ἡ σὰρξ τοῦ κυρίου τεθεῶσθαι λέγεται καὶ ὁμόθεος καὶ θεὸς γενέσθαι, ὥς φησιν ὁ

 Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον λέγοντες τὸν Χριστὸν πάντως πάντα δώσομεν τά τε τοῦ πατρὸς φυσικὰ τά τε τῆς μητρός: γέγονε γὰρ ἄνθρωπος, ἵνα τὸ νικη

 Ὁ μακάριος Διονύσιος «καινήν τινα θεανδρικὴν ἐνέργειαν» φήσας τὸν Χριστὸν «ἡμῖν πεπολιτευμένον», οὐκ ἀναιρῶν τὰς φυσικὰς ἐνεργείας μίαν ἐνέργειαν ἔκ τ

 Ὁμολογοῦμεν δέ, ὅτι πάντα τὰ φυσικὰ καὶ ἀδιάβλητα πάθη τοῦ ἀνθρώπου ἀνέλαβεν. Ὅλον γὰρ τὸν ἄνθρωπον καὶ πάντα τὰ τοῦ ἀνθρώπου ἀνέλαβε πλὴν τῆς ἁμαρτία

 Δεῖ γινώσκειν, ὅτι τὴν μὲν ἀγνοοῦσαν καὶ δούλην ἀνέλαβεν φύσιν: καὶ γὰρ δούλη ἐστὶν ἡ ἀνθρώπου φύσις τοῦ ποιήσαντος αὐτὴν θεοῦ καὶ οὐκ ἔχει τὴν τῶν με

 Προκόπτειν δὲ λέγεται «σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι», τῇ μὲν ἡλικίᾳ αὔξων, διὰ δὲ τῆς αὐξήσεως τῆς ἡλικίας τὴν ἐνυπάρχουσαν αὐτῷ σοφίαν εἰς φανέρωσιν ἄ

 Τὸ τῆς δειλίας ὄνομα διπλῆν ἔχει τὴν ἔννοιαν. Ἔστι γὰρ δειλία φυσικὴ μὴ θελούσης τῆς ψυχῆς διαιρεθῆναι τοῦ σώματος διὰ τὴν ἐξ ἀρχῆς ὑπὸ τοῦ δημιουργοῦ

 Προσευχή ἐστιν ἀνάβασις νοῦ πρὸς θεὸν ἢ αἴτησις τῶν προσηκόντων παρὰ θεοῦ. Πῶς οὖν ὁ κύριος ἐπὶ Λαζάρου καὶ τῷ καιρῷ τοῦ πάθους προσηύχετο Οὔτε γὰρ ἀ

 Χρὴ εἰδέναι, ὡς δύο οἰκειώσεις: μία φυσικὴ καὶ οὐσιώδης, καὶ μία προσωπικὴ καὶ σχετική. Φυσικὴ μὲν οὖν καὶ οὐσιώδης, καθ' ἣν διὰ φιλανθρωπίαν ὁ κύριος

 Αὐτὸς οὖν ὁ τοῦ θεοῦ λόγος πάντα ὑπέμεινε σαρκὶ τῆς θείας καὶ μόνης ἀπαθοῦς αὐτοῦ φύσεως ἀπαθοῦς μενούσης. Τοῦ γὰρ ἑνὸς Χριστοῦ τοῦ ἐκ θεότητός τε καὶ

 Ἀναμάρτητος ὢν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός_«ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν» «ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» «οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ»_οὐχ

 Τὸ τῆς φθορᾶς ὄνομα δύο σημαίνει. Σημαίνει γὰρ τὰ ἀνθρώπινα ταῦτα πάθη: πεῖναν, δίψαν, κόπον, τὴν τῶν ἥλων διάτρησιν, θάνατον ἤτοι χωρισμὸν τῆς ψυχῆς

 Κάτεισιν εἰς ᾅδην ψυχὴ τεθεωμένη, ἵνα, ὥσπερ τοῖς ἐν γῇ ὁ τῆς δικαιοσύνης ἀνέτειλεν ἥλιος, οὕτω καὶ τοῖς ὑπὸ γῆν ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις

 [Book IV] Περὶ τῶν μετὰ τὴν ἀνάστασιν

 Ἐκ δεξιῶν δὲ τοῦ θεοῦ καὶ πατρὸς κεκαθικέναι φαμὲν τὸν Χριστὸν σωματικῶς, οὐ τοπικὴν δὲ δεξιὰν τοῦ πατρὸς λέγομεν. Πῶς γὰρ ὁ ἀπερίγραπτος τοπικὴν σχοί

 Τὸν υἱὸν τοῦ θεοῦ σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι προσκυνοῦμεν, ἀσώματον μὲν πρὸ τῆς ἐνανθρωπήσεως καὶ νῦν τὸν αὐτὸν σεσαρκωμένον καὶ γενόμενον ἄνθρ

 Πατὴρ ὁ πατὴρ καὶ οὐχ υἱός, υἱὸς ὁ υἱὸς καὶ οὐ πατήρ, πνεῦμα ἅγιον τὸ πνεῦμα καὶ οὐ πατὴρ οὐδὲ υἱός: ἡ γὰρ ἰδιότης ἀκίνητος. Ἢ πῶς ἂν ἰδιότης εἴη κινο

 Ἡ ὑπόστασις τοῦ θεοῦ λόγου πρὸ τῆς σαρκώσεως ἁπλῆ ἦν καὶ ἀσύνθετος καὶ ἀσώματος καὶ ἄκτιστος, σαρκωθεῖσα δὲ αὕτη γέγονε καὶ τῇ σαρκὶ ὑπόστασις καὶ γέγ

 Οὐχ, ὥς τινες ψευδηγοροῦσι, πρὸ τῆς ἐκ παρθένου σαρκώσεως ὁ νοῦς ἡνώθη τῷ θεῷ λόγῳ καὶ ἐκ τότε ἐκλήθη Χριστός: τοῦτο τῶν Ὠριγένους ληρημάτων τὸ ἀπότημ

 Φύσεως μέν ἐστι τὸ ἀγένητον καὶ τὸ γενητὸν δι' ἑνὸς τοῦ « ν » γραφόμενον, ὅπερ δηλοῖ τὸ ἄκτιστον καὶ κτιστόν: τὸ δὲ ἀγέννητον καὶ γεννητὸν οὐ φύσεως,

 Πρωτότοκός ἐστιν ὁ πρῶτος γεννηθεὶς εἴτε μονογενής, εἴτε καὶ πρὸ ἄλλων ἀδελφῶν. Εἰ μὲν οὖν ἐλέγετο ὁ υἱὸς τοῦ θεοῦ πρωτότοκος, μονογενὴς δὲ οὐκ ἐλέγετ

 Αἱ τοῦ κυρίου φύσεις οὔτε ἓν σῶμά εἰσιν, οὔτε ἐπιφάνεια οὔτε γραμμή, οὐ τόπος, οὐ χρόνος, ἵνα ὑπὸ τὸ συνεχὲς ποσὸν ἀναχθῶσι: ταῦτα γάρ εἰσι τὰ συνεχῶς

 Ὁμολογοῦμεν δὲ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον: τὸ γὰρ βάπτισμα τὸν τοῦ κυρίου θάνατον δηλοῖ. Συνθαπτόμεθα γοῦν τῷ κυρίῳ διὰ τοῦ

 Ἡ μέντοι πίστις διπλῆ ἐστιν. «Ἔστι γὰρ πίστις ἐξ ἀκοῆς». Ἀκούοντες γὰρ τῶν θείων γραφῶν πιστεύομεν τῇ διδασκαλίᾳ τοῦ πνεύματος. Αὕτη δὲ τελειοῦται πᾶσ

 «Ὁ λόγος ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν». «Ὁ μὲν γὰρ πνευματικὸς πάντα ἀνακρίνει, ψυχικὸς

 Οὐχ ἁπλῶς οὐδ' ὡς ἔτυχε κατὰ ἀνατολὰς προσκυνοῦμεν, ἀλλ' ἐπειδὴ ἐξ ὁρατῆς τε καὶ ἀοράτου ἤτοι νοητῆς καὶ αἰσθητῆς συντεθείμεθα φύσεως, διπλῆν καὶ τὴν

 Ὁ ἀγαθὸς καὶ πανάγαθος καὶ ὑπεράγαθος θεός, ὁ ὅλος ὢν ἀγαθότης, διὰ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς αὐτοῦ ἀγαθότητος οὐκ ἠνέσχετο μόνον εἶναι τὸ ἀγαθὸν ἤ

 Περὶ τῆς ἁγίας ὑπερυμνήτου ἀειπαρθένου καὶ θεοτόκου Μαρίας ἐν τοῖς προλαβοῦσι μετρίως διαλαβόντες καὶ τὸ καιριώτατον παραστήσαντες, ὡς κυρίως καὶ ἀληθ

 Τιμητέον τοὺς ἁγίους ὡς φίλους Χριστοῦ, ὡς τέκνα καὶ κληρονόμους θεοῦ, ὥς φησιν ὁ θεολόγος εὐαγγελιστής: «Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν

 Ἐπειδὴ δέ τινες ἡμῖν καταμέμφονται προσκυνοῦσί τε καὶ τιμῶσι τήν τε τοῦ σωτῆρος καὶ τῆς δεσποίνης ἡμῶν εἰκόνα, ἔτι δὲ καὶ τῶν λοιπῶν ἁγίων καὶ θεραπόν

 Εἷς ἐστιν ὁ θεὸς ὑπό τε παλαιᾶς διαθήκης καὶ καινῆς κηρυττόμενος, ὁ ἐν τριάδι ὑμνούμενός τε καὶ δοξαζόμενος, τοῦ κυρίου φήσαντος: «Οὐκ ἦλθον καταλῦσαι

 Τῶν ἐπὶ Χριστοῦ λεγομένων τρόποι γενικοί εἰσι τέσσαρες: Αʹ τὰ μὲν γὰρ καὶ πρὸ τῆς ἐνανθρωπήσεως ἁρμόσει αὐτῷ, Βʹ τὰ δὲ ἐν τῇ ἑνώσει, Γʹ τὰ δὲ μετὰ τὴν

 Χρὴ εἰδέναι, ὅτι ἔθος τῇ θείᾳ γραφῇ τὴν παραχώρησιν τοῦ θεοῦ ἐνέργειαν αὐτοῦ καλεῖν, ὡς ὅταν λέγῃ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ: «Ἢ οὐκ ἔχε

 Ὅτι οὐ δύο ἀρχαί, μία ἀγαθὴ καὶ μία πονηρά, ἐντεῦθεν εἰσόμεθα: ἐναντία γὰρ ἀλλήλοις τὸ ἀγαθὸν καὶ τὸ πονηρὸν καὶ ἀλλήλων φθαρτικὰ καὶ ἐν ἀλλήλοις ἢ σὺ

 Ὁ θεὸς δι' ἀγαθότητα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει τὰ γινόμενα καὶ τῶν ἐσομένων προγνώστης ἐστίν. Εἰ μὲν οὖν μὴ ἔμελλον ἔσεσθαι, οὐδ' ἂν κακοὶ

 Ἀγαθὸν τὸ θεῖον καὶ ὑπεράγαθον, καὶ τὸ τούτου θέλημα: τοῦτο γὰρ ἀγαθόν, ὅπερ ὁ θεὸς βούλεται. Νόμος δέ ἐστιν ἡ τοῦτο διδάσκουσα ἐντολή, ἵν' ἐν αὐτῷ μέ

 Σάββατον ἡ ἑβδόμη ἡμέρα κέκληται, δηλοῖ δὲ τὴν κατάπαυσιν: ἐν αὐτῇ γὰρ κατέπαυσεν ὁ θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥς φησιν ἡ γραφή. Διὸ καὶ μέχρις ἑπτὰ ὁ

 Κακίζουσιν οἱ σαρκικοὶ τὴν παρθενίαν, καὶ εἰς μαρτυρίαν προβάλλονται οἱ φιλήδονοι τὸ «ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐγείρει σπέρμα ἐν τῷ Ἰσραήλ». Ἡμεῖς δέ

 Ἡ περιτομὴ πρὸ νόμου ἐδόθη τῷ Ἀβραὰμ μετὰ τὰς εὐλογίας, μετὰ τὴν ἐπαγγελίαν, σημεῖον ἀποδιαστέλλον αὐτὸν καὶ τοὺς αὐτοῦ οἰκογενεῖς ἐκ τῶν ἐθνῶν, μεθ'

 Χρὴ γινώσκειν, ὅτι δεῖ τὸν ἀντίχριστον ἐλθεῖν. Πᾶς μὲν οὖν ὁ μὴ ὁμολογῶν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἐν σαρκὶ ἐληλυθέναι καὶ εἶναι θεὸν τέλειον καὶ γεν

 Πιστεύομεν δὲ καὶ εἰς ἀνάστασιν νεκρῶν. Ἔσται γάρ, ὄντως ἔσται νεκρῶν ἀνάστασις. Ἀνάστασιν δὲ λέγοντες σωμάτων φαμὲν ἀνάστασιν. Ἀνάστασις γάρ ἐστι δευ

Chapter III.—Concerning Christ’s two natures, in opposition to those who hold that He has only one557    κατὰ Μονοφυσιτῶν : these words are absent in mss..

For the two natures were united with each other without change or alteration, neither the divine nature departing from its native simplicity, nor yet the human being either changed into the nature of God or reduced to non-existence, nor one compound nature being produced out of the two. For the compound nature558    Cf. Eulogius and also Polemon in the Collect. Contr. Severianos. cannot be of the same essence as either of the natures out of which it is compounded, as made one thing out of others: for example, the body is composed of the four elements, but is not of the same essence as fire or air, or water or earth, nor does it keep these names. If, therefore, after the union, Christ’s nature was, as the heretics hold, a compound unity, He had changed from a simple into a compound nature559    Max. Epist. ad Joan. cubic. p. 279., and is not of the same essence as the Father Whose nature is simple, nor as the mother, who is not a compound of divinity and humanity. Nor will He then be in divinity and humanity: nor will He be called either God or Man, but simply Christ: and the word Christ will be the name not of the subsistence, but of what in their view is the one nature.

We, however, do not give it as our view that Christ’s nature is compound, nor yet that He is one thing made of other things and differing from them as man is made of soul and body, or as the body is made of the four elements, but hold560    Ibid. p. 286. that, though He is constituted of these different parts He is yet the same561    ἐξ ἑτέρων τὰ αὐτά. Cod. R. 3 reads ταῦτα. See also Cyril, Ep. 2 ad Success.. For we confess that He alike in His divinity and in His humanity both is and is said to be perfect God, the same Being, and that He consists of two natures, and exists in two natures562    Cf. Niceph. Call., Hist. xviii. 46.. Further, by the word “Christ” we understand the name of the subsistence, not in the sense of one kind, but as signifying the existence of two natures. For in His own person He anointed Himself; as God anointing His body with His own divinity, and as Man being anointed. For He is Himself both God and Man. And the anointing is the divinity of His humanity. For if Christ, being of one compound nature, is of like essence to the Father, then the Father also must be compound and of like essence with the flesh, which is absurd and extremely blasphemous563    Eulog. apud Max., t. ii. p. 145..

How, indeed, could one and the same nature come to embrace opposing and essential differences? For how is it possible that the same nature should be at once created and uncreated, mortal and immortal, circumscribed and uncircumscribed?

But if those who declare that Christ has only one nature should say also that that nature is a simple one, they must admit either that He is God pure and simple, and thus reduce the incarnation to a mere pretence, or that He is only man, according to Nestorius. And how then about His being “perfect in divinity and perfect in humanity”? And when can Christ be said to be of two natures, if they hold that He is of one composite nature after the union? For it is surely clear to every one that before the union Christ’s nature was one.

But this is what leads the heretics564    Cf. Sever., Ep. 2 ad Joannem. astray, viz., that they look upon nature and subsistence as the same thing565    Anast. Sinaita, in ῾Οδηγῷ, ch. 9; Leontius, contr. Nest. et Eutych.. For when we speak of the nature of men as one566    Greg. Naz., Ep. ad Cled., 1., observe that in saying this we are not looking to the question of soul and body. For when we compare together the soul and the body it cannot be said that they are of one nature. But since there are very many subsistences of men, and yet all have the same kind of nature567    τὸν αὐτὸν ἐπιδέχονται λόγον τῆς φύσεως; perhaps—all admit the same account of the nature,—all can be dealt with in the same way in respect of nature.: for all are composed of soul and body, and all have part in the nature of the soul, and possess the essence of the body, and the common form: we speak of the one nature of these very many and different subsistences; while each subsistence, to wit, has two natures, and fulfils itself in two natures, namely, soul and body.

But568    Leontius, Contr. Sev. et Eutych. Max. loc. cit., p. 277. a common form cannot be admitted in the case of our Lord Jesus Christ. For neither was there ever, nor is there, nor will there ever be another Christ constituted of deity and humanity, and existing in deity and humanity at once perfect God and perfect man. And thus in the case of our Lord Jesus Christ we cannot speak of one nature made up of divinity and humanity, as we do in the case of the individual made up of soul and body569    Reading ὥσπερ ἐπὶ ἀτόμου, &c. These words are omitted in Cod. S. Hil. Reg. 10, Colb. 3, and N.. For in the latter case we have to do with an individual, but Christ is not an individual. For there is no predicable form of Christlihood, so to speak, that He possesses. And therefore we hold that there has been a union of two perfect natures, one divine and one human; not with disorder or confusion, or intermixture570    ἤ σύγκρασιν, ἢ ἀνάκρασιν. The mss. omit the latter., or commingling, as is said by the God-accursed Dioscorus and by Eutyches571    The word Εὐτυχής, however, is omitted by the best copies. and Severus, and all that impious company: and not in a personal or relative manner, or as a matter of dignity or agreement in will, or equality in honour, or identity in name, or good pleasure, as Nestorius, hated of God, said, and Diodorus and Theodorus of Mopsuestia, and their diabolical tribe: but by synthesis; that is, in subsistence, without change or confusion or alteration or difference or separation, and we confess that in two perfect natures there is but one subsistence of the Son of God incarnate572    Procl., Epist. 2 ad Arm.; holding that there is one and the same subsistence belonging to His divinity and His humanity, and granting that the two natures are preserved in Him after the union, but we do not hold that each is separate and by itself, but that they are united to each other in one compound subsistence. For we look upon the union as essential, that is, as true and not imaginary. We say that it is essential573    Greg. Naz., Hom. 5. See also John’s Dialect., 65., moreover, not in the sense of two natures resulting in one compound nature, but in the sense of a true union of them in one compound subsistence of the Son of God, and we hold that their essential difference is preserved. For the created remaineth created, and the uncreated, uncreated: the mortal remaineth mortal; the immortal, immortal: the circumscribed, circumscribed: the uncircumscribed, uncircumscribed: the visible, visible: the invisible, invisible. “The one part is all glorious with wonders: while the other is the victim of insults574    Leo papa, Epist. 10, ch. 4..”

Moreover, the Word appropriates to Himself the attributes of humanity: for all that pertains to His holy flesh is His: and He imparts to the flesh His own attributes by way of communication575    κατὰ τὸν ἀντιδόσεως τρόπον, in the way of a communication of properties. in virtue of the interpenetration of the parts576    διὰ τὴν εἰς ἄλληλα τῶν μερῶν περιχώρησιν. See Leont., De Sect., 7, Contr. Nest. et Eutych., I. one with another, and the oneness according to subsistence, and inasmuch as He Who lived and acted both as God and as man, taking to Himself either form and holding intercourse with the other form, was one and the same577    Leo papa, epist. 10, ch. 4.. Hence it is that the Lord of Glory is said to have been crucified578    1 Cor. ii. 8., although His divine nature never endured the Cross, and that the Son of Man is allowed to have been in heaven before the Passion, as the Lord Himself said579    St. John iii. 13.. For the Lord of Glory is one and the same with Him Who is in nature and in truth the Son of Man, that is, Who became man, and both His wonders and His sufferings are known to us, although His wonders were worked in His divine capacity, and His sufferings endured as man. For we know that, just as is His one subsistence, so is the essential difference of the nature preserved. For how could difference be preserved if the very things that differ from one another are not preserved? For difference is the difference between things that differ. In so far as Christ’s natures differ from one another, that is, in the matter of essence, we hold that Christ unites in Himself two extremes: in respect of His divinity He is connected with the Father and the Spirit, while in respect of His humanity He is connected with His mother and all mankind. And in so far as His natures are united, we hold that He differs from the Father and the Spirit on the one hand, and from the mother and the rest of mankind on the other. For the natures are united in His subsistence, having one compound subsistence, in which He differs from the Father and the Spirit, and also from the mother and us.

Περὶ τῶν δύο φύσεων

Ἀτρέπτως γὰρ καὶ ἀναλλοιώτως ἡνώθησαν ἀλλήλαις αἱ φύσεις μήτε τῆς θείας φύσεως ἐκστάσης τῆς οἰκείας ἁπλότητος μήτε μὴν τῆς ἀνθρωπίνης ἢ τραπείσης εἰς θεότητος φύσιν ἢ εἰς ἀνυπαρξίαν χωρησάσης μήτε ἐκ τῶν δύο μιᾶς γεγενημένης συνθέτου φύσεως: ἡ γὰρ σύνθετος φύσις οὐδ' ὁποτέρας τῶν, ἐξ ὧν συνετέθη, φύσεων ὁμοούσιος ὑπάρχειν δύναται ἐξ ἑτέρων ἀποτελεσθεῖσα ἕτερον. Οἷον τὸ σῶμα τὸ ἐκ τῶν τεσσάρων στοιχείων συντεθειμένον οὐδὲ τῷ πυρὶ λέγεται ὁμοούσιον οὔτε πῦρ ὀνομάζεται οὔτε ἀὴρ λέγεται οὔτε ὕδωρ οὔτε γῆ οὐδέ τινι τούτων ἐστὶν ὁμοούσιον. Εἰ τοίνυν κατὰ τοὺς αἱρετικοὺς μιᾶς συνθέτου φύσεως ὁ Χριστὸς μετὰ τὴν ἕνωσιν ἐχρημάτισεν, ἐξ ἁπλῆς φύσεως ἐτράπη εἰς σύνθεσιν καὶ οὔτε τῷ πατρὶ ἁπλῆς φύσεως ὄντι ἐστὶν ὁμοούσιος οὔτε τῇ μητρί (οὐ γὰρ ἐκ θεότητος καὶ ἀνθρωπότητος αὕτη συντέθειται) οὔτε μὴν ἐν θεότητί ἐστι καὶ ἀνθρωπότητι, οὔτε δὲ θεὸς ὀνομασθήσεται οὐδὲ ἄνθρωπος, ἀλλὰ Χριστὸς μόνον. Καὶ ἔσται τὸ Χριστὸς οὐ τῆς ὑποστάσεως αὐτοῦ ὄνομα, ἀλλὰ τῆς μιᾶς κατ' αὐτοὺς φύσεως.

Ἡμεῖς δὲ οὐ μιᾶς συνθέτου φύσεως τὸν Χριστὸν δογματίζομεν οὐδὲ ἐξ ἑτέρων ἕτερον ὥσπερ ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον ἢ ὡς ἐκ τεσσάρων στοιχείων σῶμα, ἀλλ' ἐξ ἑτέρων τὰ αὐτά: ἐκ θεότητος μὲν γὰρ καὶ ἀνθρωπότητος θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον τὸν αὐτὸν καὶ εἶναι καὶ λέγεσθαι ἐκ δύο τε καὶ ἐν δυσὶ φύσεσιν ὁμολογοῦμεν. Τὸ δὲ Χριστὸς ὄνομα τῆς ὑποστάσεως λέγομεν, οὐ μονοτρόπως λεγόμενον, ἀλλὰ τῶν δύο φύσεων ὑπάρχον σημαντικόν: αὐτὸς γὰρ ἑαυτὸν ἔχρισε, χρίων μὲν ὡς θεὸς τὸ σῶμα τῇ θεότητι αὐτοῦ, χριόμενος δὲ ὡς ἄνθρωπος: αὐτὸς γάρ ἐστι τοῦτο κἀκεῖνο. Χρίσις δὲ ἡ θεότης τῆς ἀνθρωπότητος. Εἰ γὰρ μιᾶς φύσεως συνθέτου ὢν ὁ Χριστὸς ὁμοούσιός ἐστι τῷ πατρί, ἔσται ἄρα καὶ ὁ πατὴρ σύνθετος καὶ τῇ σαρκὶ ὁμοούσιος, ὅπερ ἄτοπον καὶ πάσης βλασφημίας ἀνάπλεον.

Πῶς δὲ καὶ μία φύσις τῶν ἐναντίων οὐσιωδῶν διαφορῶν δεκτικὴ γενήσεται; Πῶς γὰρ δυνατὸν τὴν αὐτὴν φύσιν κατὰ ταὐτὸν κτιστὴν εἶναι καὶ ἄκτιστον, θνητὴν καὶ ἀθάνατον, περιγραπτὴν καὶ ἀπερίγραπτον;

Εἰ δὲ καὶ μιᾶς λέγοντες τὸν Χριστὸν φύσεως ἁπλῆν ταύτην εἴποιεν, ἢ γυμνὸν αὐτὸν θεὸν ὁμολογήσουσι καὶ φαντασίαν εἰσάξουσιν τὴν ἐνανθρώπησιν ἢ ψιλὸν ἄνθρωπον κατὰ Νεστόριον. Καὶ ποῦ τὸ τέλειον ἐν θεότητι καὶ τὸ ἐν ἀνθρωπότητι τέλειον; Πότε δὲ καὶ δύο τὸν Χριστὸν λέξουσι φύσεων μιᾶς συνθέτου φύσεως αὐτὸν μετὰ τὴν ἕνωσιν λέγοντες; Ὅτι γὰρ μιᾶς ὁ Χριστὸς φύσεως πρὸ τῆς ἑνώσεως, παντί που δῆλον.

Ἀλλὰ τοῦτό ἐστι τὸ ποιοῦν τοῖς αἱρετικοῖς τὴν πλάνην, τὸ ταὐτὸν λέγειν τὴν φύσιν καὶ τὴν ὑπόστασιν. Ἐπειδὴ δὲ μίαν τῶν ἀνθρώπων φύσιν φαμέν, ἰστέον, ὡς οὐκ ἀφορῶντες εἰς τὸν τῆς ψυχῆς καὶ τοῦ σώματος λόγον τοῦτο λέγομεν: ἀδύνατον γὰρ μιᾶς φύσεως λέγειν τὴν ψυχὴν καὶ τὸ σῶμα πρὸς ἄλληλα συγκρινόμενα. Ἀλλ' ἐπειδὴ πλεῖσται ὑποστάσεις τῶν ἀνθρώπων εἰσί, πάντες δὲ τὸν αὐτὸν ἐπιδέχονται λόγον τῆς φύσεως (πάντες γὰρ ἐκ ψυχῆς εἰσι συντεθειμένοι καὶ σώματος καὶ πάντες τῆς φύσεως τῆς ψυχῆς μετειλήφασι καὶ τὴν οὐσίαν τοῦ σώματος κέκτηνται) τὸ κοινὸν εἶδος τῶν πλείστων καὶ διαφόρων ὑποστάσεων μίαν φύσιν φαμέν, ἑκάστης δηλαδὴ ὑποστάσεως δύο φύσεις ἐχούσης καὶ ἐν δυσὶ τελούσης ταῖς φύσεσι, ψυχῆς λέγω καὶ σώματος.

Ἐπὶ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐκ ἔστι κοινὸν εἶδος λαβεῖν: οὔτε γὰρ ἐγένετο οὐδὲ ἔστιν οὔτε ποτὲ γενήσεται ἄλλος Χριστὸς ἐκ θεότητος καὶ ἀνθρωπότητος, ἐν θεότητι καὶ ἀνθρωπότητι θεὸς τέλειος ὁ αὐτὸς καὶ ἄνθρωπος τέλειος. Ἐντεῦθεν οὐκ ἔστιν εἰπεῖν μίαν φύσιν ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Διὸ δὴ ἐκ δύο φύσεων τελείων, θείας τε καὶ ἀνθρωπίνης, φαμὲν γεγενῆσθαι τὴν ἕνωσιν οὐ κατὰ φυρμὸν ἢ σύγχυσιν ἢ ἀνάκρασιν, ὡς ὁ θεήλατος ἔφη Διόσκορος Σευῆρός τε καὶ ἡ τούτων ἐναγὴς συμμορία, οὐδὲ προσωπικὴν ἢ σχετικὴν ἢ κατ' ἀξίαν ἢ ταυτοβουλίαν ἢ ὁμοτιμίαν ἢ ὁμωνυμίαν ἢ εὐδοκίαν, ὡς ὁ θεοστυγὴς ἔφη Νεστόριος Διόδωρός τε καὶ ὁ Μομψουεστίας Θεόδωρος καὶ ἡ τούτων δαιμονιώδης ὁμήγυρις, ἀλλὰ κατὰ σύνθεσιν ἤτοι καθ' ὑπόστασιν ἀτρέπτως καὶ ἀσυγχύτως καὶ ἀναλλοιώτως καὶ ἀδιαιρέτως καὶ ἀδιασπάστως καὶ ἐν δυσὶ φύσεσι τελείως ἐχούσαις μίαν ὑπόστασιν ὁμολογοῦμεν τοῦ υἱοῦ τοῦ θεοῦ καὶ σεσαρκωμένου, τὴν αὐτὴν ὑπόστασιν λέγοντες τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος αὐτοῦ καὶ τὰς δύο φύσεις ὁμολογοῦντες σῴζεσθαι ἐν αὐτῷ μετὰ τὴν ἕνωσιν, οὐκ ἰδίᾳ καὶ ἀναμέρος τιθέντες ἑκάστην, ἀλλ' ἡνωμένας ἀλλήλαις ἐν τῇ μιᾷ συνθέτῳ ὑποστάσει. Οὐσιώδη γάρ φαμεν τὴν ἕνωσιν, τουτέστιν ἀληθῆ καὶ οὐ κατὰ φαντασίαν: οὐσιώδη δέ, οὐχ ὡς τῶν δύο φύσεων ἀποτελεσασῶν μίαν σύνθετον φύσιν, ἀλλ' ἑνωθεισῶν ἀλλήλαις κατὰ ἀλήθειαν εἰς μίαν ὑπόστασιν σύνθετον τοῦ υἱοῦ τοῦ θεοῦ. Καὶ σῴζεσθαι αὐτῶν τὴν οὐσιώδη διαφορὰν ὁριζόμεθα: τὸ γὰρ κτιστὸν μεμένηκε κτιστὸν καὶ τὸ ἄκτιστον ἄκτιστον, καὶ τὸ θνητὸν ἔμεινε θνητὸν καὶ ἀθάνατον τὸ ἀθάνατον καὶ τὸ περιγραπτὸν περιγραπτὸν καὶ τὸ ἀπερίγραπτον ἀπερίγραπτον, τὸ ὁρατὸν ὁρατὸν καὶ τὸ ἀόρατον ἀόρατον: «Τὸ μὲν διαλάμπει τοῖς θαύμασι, τὸ δὲ ταῖς ὕβρεσιν ὑποπέπτωκεν».

Οἰκειοῦται δὲ τὰ ἀνθρώπινα ὁ λόγος (αὐτοῦ γάρ εἰσι τὰ τῆς ἁγίας αὐτοῦ σαρκὸς ὄντα) καὶ μεταδιδοῖ τῇ σαρκὶ τῶν ἰδίων κατὰ τὸν τῆς ἀντιδόσεως τρόπον διὰ τὴν εἰς ἄλληλα τῶν μερῶν περιχώρησιν καὶ τὴν καθ' ὑπόστασιν ἕνωσιν, καὶ ὅτι εἷς ἦν καὶ ὁ αὐτὸς ὁ καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπινα «ἐνεργῶν ἐν ἑκατέρᾳ μορφῇ μετὰ τῆς θατέρου κοινωνίας». Διὸ δὴ καὶ ὁ κύριος τῆς δόξης ἐσταυρῶσθαι λέγεται καίτοι τῆς θείας αὐτοῦ μὴ παθούσης φύσεως, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου πρὸ τοῦ πάθους ἐν τῷ οὐρανῷ εἶναι ὡμολόγηται, ὡς αὐτὸς ὁ κύριος ἔφησεν. Εἷς γὰρ ἦν καὶ ὁ αὐτὸς κύριος τῆς δόξης ὁ φύσει καὶ ἀληθείᾳ υἱὸς ἀνθρώπου ἤτοι ἄνθρωπος γενόμενος, καὶ αὐτοῦ τά τε θαύματα καὶ τὰ πάθη γινώσκομεν, εἰ καὶ κατ' ἄλλο ἐθαυματούργει καὶ κατ' ἄλλο τὰ πάθη ὁ αὐτὸς ὑπέμεινεν. Ἴσμεν γάρ, ὥσπερ μίαν αὐτοῦ τὴν ὑπόστασιν, οὕτω καὶ τὴν τῶν φύσεων οὐσιώδη διαφορὰν σῴζεσθαι. Πῶς δὲ σωθείη διαφορὰ μὴ σῳζομένων τῶν τὴν διαφορὰν ἐχόντων πρὸς ἄλληλα; Διαφορὰ γὰρ διαφερόντων ἐστὶ διαφορά. Τῷ μὲν οὖν λόγῳ, ᾧ διαφέρουσιν ἀλλήλων αἱ φύσεις τοῦ Χριστοῦ τουτέστι τῷ λόγῳ τῆς οὐσίας, φαμὲν συνάπτεσθαι αὐτὸν τοῖς ἄκροις, κατὰ μὲν τὴν θεότητα τῷ τε πατρὶ καὶ τῷ πνεύματι, κατὰ δὲ τὴν ἀνθρωπότητα τῇ τε μητρὶ καὶ ἡμῖν: ὁμοούσιος γάρ ἐστιν ὁ αὐτός, κατὰ μὲν τὴν θεότητα τῷ τε πατρὶ καὶ τῷ πνεύματι, κατὰ δὲ τὴν ἀνθρωπότητα τῇ τε μητρὶ καὶ πᾶσι τοῖς ἀνθρώποις. Ὧι δὲ λόγῳ συνάπτονται αἱ φύσεις αὐτοῦ, διαφέρειν αὐτόν φαμεν τοῦ τε πατρὸς καὶ τοῦ πνεύματος, τῆς τε μητρὸς καὶ τῶν λοιπῶν ἀνθρώπων: συνάπτονται γὰρ αἱ φύσεις αὐτοῦ τῇ ὑποστάσει μίαν ὑπόστασιν σύνθετον ἔχουσαι, καθ' ἣν διαφέρει τοῦ τε πατρὸς καὶ τοῦ πνεύματος, τῆς τε μητρὸς καὶ ἡμῶν.

Ἀλλὰ καὶ πάσης συνθέτου φύσεως τὰ μέρη ἅμα τὴν ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγωγὴν ἔσχηκε πρὸς συμπλήρωσιν τοῦ παντός. Καὶ δυνατὸν τὰ ὁμόχρονα μίαν φύσιν ἀποτελεῖν σύνθετον, τοιοῦτον ὅρον καὶ φυσικὸν νόμον παρὰ τοῦ δημιουργοῦ δεχόμενα, ὥστε φύσεως νόμῳ κατὰ διαδοχὴν ὅμοια ἐξ ὁμοίων γεννᾶσθαι. Ἐπὶ δὲ τοῦ κυρίου τῶν ἑνωθεισῶν φύσεων ἡ μὲν ἄναρχός ἐστι καὶ ἄχρονος, ἡ δὲ ἠργμένη καὶ ὑπὸ χρόνον: καὶ οὐ γέγονεν εἶδος πρὸς συμπλήρωσιν τοῦ παντός (ἐπεὶ οὐ κατέπαυσεν ὁ θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ) οὔτε δύο φυσικῶς ἡνώθησαν, ἀλλὰ παραδόξως καὶ ὑπερφυῶς. Τὰ δὲ παράδοξα καὶ ὑπερφυῆ οὐ φύσιν ἀποτελεῖ: οὐ γάρ φαμεν βάτου φύσιν προσομιλοῦσαν πυρὶ καὶ μὴ φλεγομένην οὐδὲ φύσιν ἀνθρώπου μεταρσίου γενομένου ὡς (ὡς] ὢν N) εἰς τὸν οὐρανὸν οὔτε φύσιν σώματος ἀνθρωπείου δροσιζομένην ἐν πυρί, ἀλλὰ παράδοξα ταῦτά φαμεν περὶ μίαν ὑπόστασιν. Οὕτω καὶ τὴν σάρκωσιν τοῦ κυρίου ἐν μιᾷ ὑποστάσει τῶν τῆς θεότητος ὑποστάσεων οὐ νόμῳ φύσεως, ἀλλ' ὑπερφυεῖ οἰκονομίᾳ τὴν ἕνωσιν τῶν φύσεων γεγενῆσθαί φαμεν καὶ οὔτε ὑπὸ φύσεως ὅρον, ὥστε ἀπὸ Χριστοῦ Χριστὸν γεννᾶσθαι καὶ εἶδος ἀποτελεῖσθαι Χριστῶν περιεκτικὸν πολλῶν ὑποστάσεων, ἀλλὰ μίαν ὑπόστασιν σύνθετον ἐκ δύο φύσεων καὶ ἐν δύο φύσεσι καὶ δύο φύσεις, ἑκάστης φύσεως καὶ μετὰ τὴν ἕνωσιν φυλαττούσης τὸν οἰκεῖον ὅρον τε καὶ νόμον καὶ τὴν πρὸς ἄλληλα διαφοράν. Ἐπὶ μὲν γὰρ τοῦ ἀνθρώπου, καθὸ μὲν θεωρεῖται πρὸς ἄλληλα διαφορὰ ψυχῆς τε καὶ σώματος, δύο φύσεις φαμέν: καθὸ δὲ οὐ θεωρεῖται φυσικὴ διαφορὰ ὑποστάσεων ἐξ ὑποστάσεως μιᾶς, καὶ μιᾶς μὲν φύσεως λέγονται τὰ καθ' ὑπόστασιν διαφέροντα ὁμοειδῆ, μιᾶς δὲ ὑποστάσεως τὰ κατ' οὐσίαν διαφέροντα καὶ καθ' ὑπόστασιν ἡνωμένα. Αἱ οὖν ἑτεροειδεῖς ὑποστάσεις οὐχ ὑποστατικῶς συγκρίνονται ἢ διακρίνονται, ἀλλὰ φυσικῶς: καὶ αἱ ὁμοειδεῖς ὑποστάσεις οὐ φυσικῶς συγκρίνονται ἢ διακρίνονται. Καὶ ὥσπερ ἀδύνατον τὰ ὑποστατικῇ διαφορᾷ διαφέροντα μιᾶς εἶναι ὑποστάσεως, οὕτως ἀδύνατον τὰ φυσικῇ διαφορᾷ (φυσικὰ διάφορα N) διαφέροντα μιᾶς εἶναι φύσεως.