αʹ Ὅτι ἀκατάληπτον τὸ θεῖον καὶ ὅτι οὐ δεῖ ζητεῖν

 Τοῦ ὁσίου ἀββᾶ Ἰωάννου πρεσβυτέρου Δαμασκηνοῦ ἔκδοσις ἀκριβὴς τῆς ὀρθοδόξου πίστεως Ὅτι ἀκατάληπτον τὸ θεῖον καὶ ὅτι οὐ δεῖ ζητεῖν καὶ περιεργάζεσθαι

 Χρὴ οὖν τὸν περὶ θεοῦ λέγειν ἢ ἀκούειν βουλόμενον σαφῶς εἰδέναι, ὡς οὐδὲ πάντα ἄρρητα οὐδὲ πάντα ῥητά, τά τε τῆς θεολογίας τά τε τῆς οἰκονομίας, οὔτε

 Ὅτι μὲν οὖν ἔστι θεός, τοῖς μὲν τὰς ἁγίας γραφὰς δεχομένοις, τήν τε παλαιὰν καὶ καινὴν διαθήκην φημί, οὐκ ἀμφιβάλλεται, οὔτε δὲ τοῖς τῶν Ἑλλήνων πλείσ

 Ὅτι μὲν οὖν ἔστι θεός, δῆλον: τί δέ ἐστι κατ' οὐσίαν καὶ φύσιν, ἀκατάληπτον τοῦτο παντελῶς καὶ ἄγνωστον. Ὅτι μὲν γὰρ ἀσώματον, δῆλον. Πῶς γὰρ σῶμα τὸ

 Ὅτι μέν ἐστι θεός, ἱκανῶς ἀποδέδεικται, καὶ ὅτι ἀκατάληπτός ἐστιν ἡ αὐτοῦ οὐσία. Ὅτι δὲ εἷς ἐστι καὶ οὐ πολλοί, τοῖς μὲν τῇ θείᾳ πειθομένοις γραφῇ οὐκ

 Οὗτος τοίνυν ὁ εἷς καὶ μόνος θεὸς οὐκ ἄλογός ἐστι. Λόγον δὲ ἔχων οὐκ ἀνυπόστατον ἕξει, οὐκ ἀρξάμενον τοῦ εἶναι οὐδὲ παυσόμενον: οὐ γὰρ ἦν, ὅτε ἦν ποτε

 Δεῖ δὲ τὸν λόγον καὶ πνεῦμα ἔχειν: καὶ γὰρ καὶ ὁ ἡμέτερος λόγος οὐκ ἄμοιρός ἐστι πνεύματος. Ἀλλ' ἐφ' ἡμῶν μὲν τὸ πνεῦμα ἀλλότριον τῆς ἡμετέρας ἐστὶν ο

 Πιστεύομεν τοιγαροῦν εἰς ἕνα θεόν, μίαν ἀρχὴν ἄναρχον, ἄκτιστον, ἀγέννητον ἀνόλεθρόν τε καὶ ἀθάνατον, αἰώνιον, ἄπειρον, ἀπερίγραπτον, ἀπεριόριστον, ἀπ

 Τὸ θεῖον ἁπλοῦν ἐστι καὶ ἀσύνθετον. Τὸ δὲ ἐκ πολλῶν καὶ διαφόρων συγκείμενον σύνθετόν ἐστιν. Εἰ οὖν τὸ ἄκτιστον καὶ ἄναρχον καὶ ἀσώματον καὶ ἀθάνατον

 Πάντα μὲν οὖν ταῦτα κοινῶς ἐπὶ πάσης τῆς θεότητος ἐκληπτέον καὶ ταυτῶς καὶ ἁπλῶς καὶ ἀμερῶς καὶ ἡνωμένως, διακεκριμένως δὲ τὸ πατὴρ καὶ τὸ υἱὸς καὶ τὸ

 Ἐπεὶ δὲ πλεῖστα περὶ θεοῦ σωματικώτερον ἐν τῇ θείᾳ γραφῇ συμβολικῶς εἰρημένα εὑρίσκομεν, εἰδέναι χρή, ὡς ἀνθρώπους ὄντας ἡμᾶς καὶ τὸ παχὺ τοῦτο σαρκίο

 «Ταῦτα μὲν οὖν ἐκ τῶν ἱερῶν μεμυήμεθα λογίων», ὡς ὁ θεῖος ἔφη Διονύσιος ὁ Ἀρεοπαγίτης, «ὅτι ὁ θεὸς πάντων ἐστὶν αἰτία καὶ ἀρχή, τῶν ὄντων οὐσία, τῶν ζ

 Τὸ θεῖον ἀκατάληπτον ὂν πάντως καὶ ἀνώνυμον ἔσται. Ἀγνοοῦντες οὖν τὴν οὐσίαν αὐτοῦ τῆς οὐσίας αὐτοῦ μὴ ἐκζητήσωμεν ὄνομα: δηλωτικὰ γὰρ τῶν πραγμάτων ἐ

 Τόπος ἐστὶ σωματικὸς πέρας τοῦ περιέχοντος, καθ' ὃ περιέχεται τὸ περιεχόμενον, οἷον ὁ ἀὴρ περιέχει τόδε τὸ σῶμα. Οὐχ ὅλος ὁ περιέχων ἀὴρ τόπος ἐστὶ το

 Τὸ ἄκτιστον, τὸ ἄναρχον, τὸ ἀθάνατον καὶ ἀπέραντον καὶ αἰώνιον, τὸ ἄυλον, τὸ ἀγαθόν, τὸ δημιουργικόν, τὸ δίκαιον, τὸ φωτιστικόν, τὸ ἄτρεπτον, τὸ ἀπαθέ

 Αὐτὸς τοὺς αἰῶνας ἐποίησεν, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων, πρὸς ὅν φησιν ὁ θεῖος Δαυίδ: «Ἀπὸ τοῦ αἰῶνος σὺ εἶ», καὶ ὁ θεῖος ἀπόστολος: «Δι' οὗ καὶ τοὺς αἰῶ

 Ἐπεὶ οὖν ὁ ἀγαθὸς καὶ ὑπεράγαθος θεὸς οὐκ ἠρκέσθη τῇ ἑαυτοῦ θεωρίᾳ, ἀλλ' ὑπερβολῇ ἀγαθότητος εὐδόκησε γενέσθαι τινὰ τὰ εὐεργετηθησόμενα καὶ μεθέξοντα

 Αὐτὸς τῶν ἀγγέλων ἐστὶ ποιητὴς καὶ δημιουργὸς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν αὐτούς, κατ' οἰκείαν εἰκόνα κτίσας αὐτοὺς φύσιν ἀσώματον, οἷόν τι

 Ἐκ τούτων τῶν ἀγγελικῶν δυνάμεων πρωτοστάτης τῆς περιγείου τάξεως καὶ τῆς γῆς τὴν φυλακὴν ἐγχειρισθεὶς παρὰ θεοῦ οὐ φύσει πονηρὸς γεγονώς, ἀλλ' ἀγαθὸς

 Αὐτὸς ὁ θεὸς ἡμῶν ὁ ἐν τριάδι καὶ ἐν μονάδι δοξολογούμενος ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγ

 Οὐρανός ἐστι περιοχὴ ὁρατῶν τε καὶ ἀοράτων κτισμάτων: ἐντὸς γὰρ αὐτοῦ αἵ τε νοεραὶ τῶν ἀγγέλων δυνάμεις καὶ πάντα τὰ αἰσθητὰ περικλείονται καὶ περιορί

 Τὸ πῦρ ἓν τῶν τεσσάρων στοιχείων ἐστί, κοῦφόν τε καὶ ἀνωφερέστερον τῶν λοιπῶν καυστικόν τε καὶ φωτιστικόν, τῇ πρώτῃ ἡμέρᾳ ὑπὸ τοῦ δημιουργοῦ κτισθέν:

 Ἀήρ ἐστι στοιχεῖον λεπτότατον ὑγρόν τε καὶ θερμόν, τοῦ μὲν πυρὸς βαρύτερον, τῆς δὲ γῆς καὶ τῶν ὑδάτων κουφότερον, ἀναπνοῆς καὶ ἐκφωνήσεως αἴτιον, ἀχρω

 Ἄνεμός ἐστι πλῆθος θερμῆς καὶ ξηρᾶς ἀναθυμιάσεως κινούμενον περὶ γῆν. Ἄνεμοι πνέουσιν ἀπὸ ἀνατολῆς θερινῆς καικίας, μέσης, ἀπὸ ἀνατολῆς ἰσημερινῆς ἀπη

 Καὶ τὸ ὕδωρ δὲ ἓν τῶν στοιχείων τῶν τεσσάρων ἐστί, ποίημα θεοῦ κάλλιστον. Ὕδωρ ἐστὶ στοιχεῖον ὑγρόν τε καὶ ψυχρὸν βαρύ τε καὶ κατωφερές, εὐδιάχυτον. Τ

 Διαδέχεται τὸ Αἰγαῖον πέλαγος Ἑλλήσποντος λῆγον εἰς Ἄβυδον καὶ Σηστόν: εἶτα ἡ Προποντὶς λήγουσα εἰς Χαλκηδόνα καὶ Βυζάντιον: ἔνθα τὰ στενά, ἀφ' ὧν ὁ Π

 Ἡ γῆ ἓν τῶν τεσσάρων στοιχείων ἐστὶ ξηρόν τε καὶ ψυχρὸν καὶ βαρὺ καὶ ἀκίνητον, ὑπὸ τοῦ θεοῦ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τῇ πρώτῃ ἡμέρᾳ παρηγμένον. «Ἐ

 Ἐπειδὴ δὲ ἔμελλεν ὁ θεὸς ἐξ ὁρατῆς τε καὶ ἀοράτου κτίσεως πλαστουργεῖν τὸν ἄνθρωπον κατ' οἰκείαν εἰκόνα τε καὶ ὁμοίωσιν ὥσπερ τινὰ βασιλέα καὶ ἄρχοντα

 Οὕτω μὲν οὖν τὴν νοητὴν οὐσίαν ὑπεστήσατο ὁ θεός, ἀγγέλους φημὶ καὶ πάντα τὰ κατ' οὐρανὸν τάγματα, _ταῦτα γὰρ ἀριδήλως νοερᾶς ἐστι καὶ ἀσωμάτου φύσεως

 Τῶν ἡδονῶν αἱ μέν εἰσι ψυχικαί, αἱ δὲ σωματικαί. Καὶ ψυχικαὶ μέν, ὅσαι μόνης εἰσὶ τῆς ψυχῆς αὐτῆς καθ' αὑτὴν ὡς αἱ περὶ τὰ μαθήματα καὶ τὴν θεωρίαν. Σ

 Τῆς δὲ λύπης εἴδη τέσσαρα: ἄχος, ἄχθος, φθόνος, ἔλεος. Ἄχος μὲν οὖν ἐστι λύπη ἀφωνίαν ἐμποιοῦσα, ἄχθος δὲ λύπη βαρύνουσα, φθόνος δὲ λύπη ἐπὶ ἀλλοτρίοι

 Διαιρεῖται δὲ καὶ ὁ φόβος εἰς ἕξ: εἰς ὄκνον, εἰς αἰδῶ, εἰς αἰσχύνην, εἰς κατάπληξιν, εἰς ἔκπληξιν, εἰς ἀγωνίαν. Ὄκνος μὲν οὖν ἐστι φόβος μελλούσης ἐνε

 Θυμὸς δέ ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος ἐξ ἀναθυμιάσεως τῆς χολῆς ἢ ἀναθολώσεως γινομένη. Διὸ καὶ χολὴ λέγεται καὶ χόλος. Ἔστι δέ, ὅτε ὁ θυμὸς κα

 Φανταστικόν ἐστι δύναμις τῆς ἀλόγου ψυχῆς διὰ τῶν αἰσθητηρίων ἐνεργοῦσα, ἥτις λέγεται αἴσθησις. Φανταστὸν δὲ καὶ αἰσθητὸν τὸ τῇ φαντασίᾳ καὶ τῇ αἰσθήσ

 Αἴσθησίς ἐστι δύναμις τῆς ψυχῆς ἀντιληπτικὴ τῶν ὑλῶν ἤγουν διαγνωστική: αἰσθητήρια δὲ τὰ ὄργανα ἤγουν τὰ μέλη, δι' ὧν αἰσθανόμεθα: αἰσθητὰ δὲ τὰ τῇ αἰ

 Τοῦ δὲ διανοητικοῦ εἰσιν αἵ τε κρίσεις καὶ αἱ συγκαταθέσεις καὶ αἱ ὁρμαὶ πρὸς τὴν πρᾶξιν καὶ αἱ ἀφορμαὶ καὶ αἱ ἀποφυγαὶ τῆς πράξεως, ἰδικῶς δὲ αἵ τε ν

 Τὸ δὲ μνημονευτικόν ἐστι μνήμης καὶ ἀναμνήσεως αἴτιόν τε καὶ ταμιεῖον: μνήμη γάρ ἐστι φαντασία ἐγκαταλελειμμένη ἀπό τινος αἰσθήσεως τῆς κατ' ἐνέργειαν

 Πάλιν δὲ διαιρεῖται τὸ λογικὸν τῆς ψυχῆς εἴς τε τὸν ἐνδιάθετον λόγον καὶ εἰς τὸν προφορικόν. Ἔστι δὲ ἐνδιάθετος μὲν λόγος κίνημα ψυχῆς ἐν τῷ διαλογιστ

 Τὸ πάθος ὁμωνύμως λέγεται: λέγεται γὰρ πάθος καὶ τὸ σωματικὸν ὡς τὰ νοσήματα καὶ τὰ ἕλκη, λέγεται πάλιν πάθος καὶ τὸ ψυχικόν, ἥ τε ἐπιθυμία καὶ ὁ θυμό

 Χρὴ γινώσκειν, ὡς πᾶσαι αἱ δυνάμεις αἱ προειρημέναι, αἵ τε γνωστικαὶ αἵ τε ζωτικαὶ καὶ αἱ φυσικαὶ καὶ αἱ τεχνικαί, ἐνέργειαι λέγονται: ἐνέργεια γάρ ἐσ

 Ἐπειδὴ τὸ ἑκούσιον ἐν πράξει τινί ἐστι καὶ τὸ νομιζόμενον δὲ ἀκούσιον ἐν πράξει τινί ἐστι, πολλοὶ δέ τινες καὶ τὸ ὄντως ἀκούσιον οὐ μόνον ἐν τῷ πάσχει

 Ὁ περὶ τοῦ αὐτεξουσίου λόγος τουτέστι τοῦ ἐφ' ἡμῖν πρώτην μὲν ἔχει ζήτησιν, εἰ ἔστι ἐφ' ἡμῖν: πολλοὶ γὰρ οἱ πρὸς τοῦτο ἀντιβαίνοντες. Δευτέραν δέ, τίν

 Τῶν γινομένων τὰ μέν εἰσιν ἐφ' ἡμῖν, τὰ δὲ οὐκ ἐφ' ἡμῖν. Ἐφ' ἡμῖν μὲν οὖν εἰσιν, ὧν ἡμεῖς ἐσμεν αὐτεξούσιοι ποιεῖν τε καὶ μὴ ποιεῖν, τουτέστι πάντα τὰ

 Φαμὲν τοίνυν εὐθέως τῷ λογικῷ συνεισέρχεσθαι τὸ αὐτεξούσιον. Πᾶν γὰρ γεννητὸν καὶ τρεπτόν ἐστιν. Ὧν γὰρ ἡ ἀρχὴ τῆς γενέσεως ἀπὸ τροπῆς ἤρξατο, ἀνάγκῃ

 Τῶν δὲ οὐκ ἐφ' ἡμῖν τὰ μὲν ἐκ τῶν ἐφ' ἡμῖν ἔχει τὰς ἀρχὰς ἤτοι τὰς αἰτίας, τουτέστιν αἱ ἀμοιβαὶ τῶν πράξεων ἡμῶν ἔν τε τῷ παρόντι καὶ ἐν τῷ μέλλοντι α

 Πρόνοια τοίνυν ἐστὶν ἐκ θεοῦ εἰς τὰ ὄντα γινομένη ἐπιμέλεια. Καὶ πάλιν: Πρόνοιά ἐστι βούλησις θεοῦ, δι' ἣν πάντα τὰ ὄντα τὴν πρόσφορον διεξαγωγὴν λαμβ

 Χρὴ γινώσκειν, ὡς πάντα μὲν προγινώσκει ὁ θεός, οὐ πάντα δὲ προορίζει: προγινώσκει γὰρ καὶ τὰ ἐφ' ἡμῖν, οὐ προορίζει δὲ αὐτά: οὐ γὰρ θέλει τὴν κακίαν

 [Book III] Περὶ τῆς θείας οἰκονομίας καὶ περὶ τῆς δι' ἡμᾶς κηδεμονίας καὶ τῆς ἡμῶν σωτηρίας

 Ἄγγελος γὰρ κυρίου ἀπεστάλη πρὸς τὴν ἁγίαν παρθένον ἐκ δαυιτικοῦ φύλου καταγομένην: «πρόδηλον γὰρ ὡς ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος», «ἐξ ἧς φυλῆς οὐδε

 Ἀτρέπτως γὰρ καὶ ἀναλλοιώτως ἡνώθησαν ἀλλήλαις αἱ φύσεις μήτε τῆς θείας φύσεως ἐκστάσης τῆς οἰκείας ἁπλότητος μήτε μὴν τῆς ἀνθρωπίνης ἢ τραπείσης εἰς

 Ὅτι μὲν οὖν ἕτερόν ἐστιν οὐσία καὶ ἕτερον ὑπόστασις, πλειστάκις εἰρήκαμεν, καὶ ὅτι ἡ μὲν οὐσία τὸ κοινὸν καὶ περιεκτικὸν εἶδος τῶν ὁμοειδῶν ὑποστάσεων

 Ὥσπερ δὲ ἐπὶ τῆς θεότητος μίαν φύσιν ὁμολογοῦμεν, τρεῖς δὲ ὑποστάσεις κατὰ ἀλήθειαν οὔσας φαμὲν καὶ πάντα μὲν τὰ φυσικὰ καὶ οὐσιώδη ἁπλᾶ φαμεν, τὴν δὲ

 Τὰ κοινὰ καὶ καθολικὰ κατηγοροῦνται τῶν αὐτοῖς ὑποκειμένων μερικῶν. Κοινὸν τοίνυν ἡ οὐσία, μερικὸν δὲ ἡ ὑπόστασις. Μερικὸν δέ, οὐχ ὅτι μέρος τῆς φύσεω

 Προεῖναι μὲν οὖν ἀχρόνως καὶ ἀιδίως φαμὲν τὴν θείαν τοῦ θεοῦ λόγου ὑπόστασιν ἁπλῆν καὶ ἀσύνθετον, ἄκτιστον, ἀσώματον, ἀόρατον, ἀναφῆ, ἀπερίγραπτον, πά

 Εἰ δέ τις ἐρωτῶν περὶ τῶν τοῦ κυρίου φύσεων, εἰ ὑπὸ τὸ συνεχὲς ποσὸν ἀναφέροιντο ἢ ὑπὸ τὸ διωρισμένον, ἐροῦμεν, ὅτι αἱ τοῦ κυρίου φύσεις οὔτε ἓν σῶμά

 Εἰ γὰρ καὶ μή ἐστι φύσις ἀνυπόστατος ἢ οὐσία ἀπρόσωπος (ἐν ὑποστάσεσι γὰρ καὶ προσώποις ἥ τε οὐσία καὶ ἡ φύσις θεωρεῖται), ἀλλ' οὐκ ἀνάγκη τὰς ἀλλήλαι

 Ἐντεῦθεν καὶ τὴν ἐν τῷ τρισαγίῳ προσθήκην ὑπὸ τοῦ ματαιόφρονος Πέτρου τοῦ κναφέως γεγενημένην βλάσφημον ὁριζόμεθα ὡς τέταρτον παρεισάγουσαν πρόσωπον κ

 Ἡ φύσις ἢ ψιλῇ θεωρίᾳ κατανοεῖται (καθ' αὑτὴν γὰρ οὐχ ὑφέστηκεν), ἢ κοινῶς ἐν πάσαις ταῖς ὁμοειδέσιν ὑποστάσεσι ταύτας συνάπτουσα καὶ λέγεται ἐν τῷ εἴ

 Θεοτόκον δὲ κυρίως καὶ ἀληθῶς τὴν ἁγίαν παρθένον κηρύττομεν: ὡς γὰρ θεὸς ἀληθὴς ὁ ἐξ αὐτῆς γεννηθείς, ἀληθὴς θεοτόκος ἡ τὸν ἀληθινὸν θεὸν ἐξ αὐτῆς σεσ

 Τέλειον δὲ θεὸν ὁμολογοῦντες τὸν αὐτὸν καὶ τέλειον ἄνθρωπόν φαμεν τὸν αὐτὸν πάντα ἔχειν, ὅσα ὁ πατήρ, πλὴν τῆς ἀγεννησίας, καὶ πάντα ἔχειν, ὅσα ὁ Ἀδὰμ

 Ἐπειδὴ μὲν οὖν δύο φύσεις τοῦ Χριστοῦ, δύο αὐτοῦ καὶ τὰ φυσικὰ θελήματα καὶ τὰς φυσικὰς ἐνεργείας φαμέν. Ἐπειδὴ δὲ μία τῶν δύο αὐτοῦ φύσεων ἡ ὑπόστασι

 Δύο δὲ καὶ τὰς ἐνεργείας φαμὲν ἐπὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ: εἶχε γὰρ ὡς μὲν θεὸς καὶ τῷ πατρὶ ὁμοούσιος τὴν θείαν ἐνέργειαν καὶ ὡς ἄνθρωπος γενό

 Ὁ μὲν καθ' ἕκαστα ἄνθρωπος ἐκ δύο συγκείμενος φύσεων, ψυχῆς τε καὶ σώματος, καὶ ταύτας ἀμεταβλήτους ἔχων ἐν ἑαυτῷ δύο φύσεις εἰκότως λεχθήσεται: σῴζει

 Χρὴ εἰδέναι, ὡς οὐ κατὰ μεταβολὴν φύσεως ἢ τροπὴν ἢ ἀλλοίωσιν ἢ σύγχυσιν ἡ σὰρξ τοῦ κυρίου τεθεῶσθαι λέγεται καὶ ὁμόθεος καὶ θεὸς γενέσθαι, ὥς φησιν ὁ

 Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον λέγοντες τὸν Χριστὸν πάντως πάντα δώσομεν τά τε τοῦ πατρὸς φυσικὰ τά τε τῆς μητρός: γέγονε γὰρ ἄνθρωπος, ἵνα τὸ νικη

 Ὁ μακάριος Διονύσιος «καινήν τινα θεανδρικὴν ἐνέργειαν» φήσας τὸν Χριστὸν «ἡμῖν πεπολιτευμένον», οὐκ ἀναιρῶν τὰς φυσικὰς ἐνεργείας μίαν ἐνέργειαν ἔκ τ

 Ὁμολογοῦμεν δέ, ὅτι πάντα τὰ φυσικὰ καὶ ἀδιάβλητα πάθη τοῦ ἀνθρώπου ἀνέλαβεν. Ὅλον γὰρ τὸν ἄνθρωπον καὶ πάντα τὰ τοῦ ἀνθρώπου ἀνέλαβε πλὴν τῆς ἁμαρτία

 Δεῖ γινώσκειν, ὅτι τὴν μὲν ἀγνοοῦσαν καὶ δούλην ἀνέλαβεν φύσιν: καὶ γὰρ δούλη ἐστὶν ἡ ἀνθρώπου φύσις τοῦ ποιήσαντος αὐτὴν θεοῦ καὶ οὐκ ἔχει τὴν τῶν με

 Προκόπτειν δὲ λέγεται «σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι», τῇ μὲν ἡλικίᾳ αὔξων, διὰ δὲ τῆς αὐξήσεως τῆς ἡλικίας τὴν ἐνυπάρχουσαν αὐτῷ σοφίαν εἰς φανέρωσιν ἄ

 Τὸ τῆς δειλίας ὄνομα διπλῆν ἔχει τὴν ἔννοιαν. Ἔστι γὰρ δειλία φυσικὴ μὴ θελούσης τῆς ψυχῆς διαιρεθῆναι τοῦ σώματος διὰ τὴν ἐξ ἀρχῆς ὑπὸ τοῦ δημιουργοῦ

 Προσευχή ἐστιν ἀνάβασις νοῦ πρὸς θεὸν ἢ αἴτησις τῶν προσηκόντων παρὰ θεοῦ. Πῶς οὖν ὁ κύριος ἐπὶ Λαζάρου καὶ τῷ καιρῷ τοῦ πάθους προσηύχετο Οὔτε γὰρ ἀ

 Χρὴ εἰδέναι, ὡς δύο οἰκειώσεις: μία φυσικὴ καὶ οὐσιώδης, καὶ μία προσωπικὴ καὶ σχετική. Φυσικὴ μὲν οὖν καὶ οὐσιώδης, καθ' ἣν διὰ φιλανθρωπίαν ὁ κύριος

 Αὐτὸς οὖν ὁ τοῦ θεοῦ λόγος πάντα ὑπέμεινε σαρκὶ τῆς θείας καὶ μόνης ἀπαθοῦς αὐτοῦ φύσεως ἀπαθοῦς μενούσης. Τοῦ γὰρ ἑνὸς Χριστοῦ τοῦ ἐκ θεότητός τε καὶ

 Ἀναμάρτητος ὢν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός_«ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν» «ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» «οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ»_οὐχ

 Τὸ τῆς φθορᾶς ὄνομα δύο σημαίνει. Σημαίνει γὰρ τὰ ἀνθρώπινα ταῦτα πάθη: πεῖναν, δίψαν, κόπον, τὴν τῶν ἥλων διάτρησιν, θάνατον ἤτοι χωρισμὸν τῆς ψυχῆς

 Κάτεισιν εἰς ᾅδην ψυχὴ τεθεωμένη, ἵνα, ὥσπερ τοῖς ἐν γῇ ὁ τῆς δικαιοσύνης ἀνέτειλεν ἥλιος, οὕτω καὶ τοῖς ὑπὸ γῆν ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις

 [Book IV] Περὶ τῶν μετὰ τὴν ἀνάστασιν

 Ἐκ δεξιῶν δὲ τοῦ θεοῦ καὶ πατρὸς κεκαθικέναι φαμὲν τὸν Χριστὸν σωματικῶς, οὐ τοπικὴν δὲ δεξιὰν τοῦ πατρὸς λέγομεν. Πῶς γὰρ ὁ ἀπερίγραπτος τοπικὴν σχοί

 Τὸν υἱὸν τοῦ θεοῦ σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι προσκυνοῦμεν, ἀσώματον μὲν πρὸ τῆς ἐνανθρωπήσεως καὶ νῦν τὸν αὐτὸν σεσαρκωμένον καὶ γενόμενον ἄνθρ

 Πατὴρ ὁ πατὴρ καὶ οὐχ υἱός, υἱὸς ὁ υἱὸς καὶ οὐ πατήρ, πνεῦμα ἅγιον τὸ πνεῦμα καὶ οὐ πατὴρ οὐδὲ υἱός: ἡ γὰρ ἰδιότης ἀκίνητος. Ἢ πῶς ἂν ἰδιότης εἴη κινο

 Ἡ ὑπόστασις τοῦ θεοῦ λόγου πρὸ τῆς σαρκώσεως ἁπλῆ ἦν καὶ ἀσύνθετος καὶ ἀσώματος καὶ ἄκτιστος, σαρκωθεῖσα δὲ αὕτη γέγονε καὶ τῇ σαρκὶ ὑπόστασις καὶ γέγ

 Οὐχ, ὥς τινες ψευδηγοροῦσι, πρὸ τῆς ἐκ παρθένου σαρκώσεως ὁ νοῦς ἡνώθη τῷ θεῷ λόγῳ καὶ ἐκ τότε ἐκλήθη Χριστός: τοῦτο τῶν Ὠριγένους ληρημάτων τὸ ἀπότημ

 Φύσεως μέν ἐστι τὸ ἀγένητον καὶ τὸ γενητὸν δι' ἑνὸς τοῦ « ν » γραφόμενον, ὅπερ δηλοῖ τὸ ἄκτιστον καὶ κτιστόν: τὸ δὲ ἀγέννητον καὶ γεννητὸν οὐ φύσεως,

 Πρωτότοκός ἐστιν ὁ πρῶτος γεννηθεὶς εἴτε μονογενής, εἴτε καὶ πρὸ ἄλλων ἀδελφῶν. Εἰ μὲν οὖν ἐλέγετο ὁ υἱὸς τοῦ θεοῦ πρωτότοκος, μονογενὴς δὲ οὐκ ἐλέγετ

 Αἱ τοῦ κυρίου φύσεις οὔτε ἓν σῶμά εἰσιν, οὔτε ἐπιφάνεια οὔτε γραμμή, οὐ τόπος, οὐ χρόνος, ἵνα ὑπὸ τὸ συνεχὲς ποσὸν ἀναχθῶσι: ταῦτα γάρ εἰσι τὰ συνεχῶς

 Ὁμολογοῦμεν δὲ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν καὶ εἰς ζωὴν αἰώνιον: τὸ γὰρ βάπτισμα τὸν τοῦ κυρίου θάνατον δηλοῖ. Συνθαπτόμεθα γοῦν τῷ κυρίῳ διὰ τοῦ

 Ἡ μέντοι πίστις διπλῆ ἐστιν. «Ἔστι γὰρ πίστις ἐξ ἀκοῆς». Ἀκούοντες γὰρ τῶν θείων γραφῶν πιστεύομεν τῇ διδασκαλίᾳ τοῦ πνεύματος. Αὕτη δὲ τελειοῦται πᾶσ

 «Ὁ λόγος ὁ τοῦ σταυροῦ τοῖς μὲν ἀπολλυμένοις μωρία ἐστί, τοῖς δὲ σῳζομένοις ἡμῖν δύναμις θεοῦ ἐστιν». «Ὁ μὲν γὰρ πνευματικὸς πάντα ἀνακρίνει, ψυχικὸς

 Οὐχ ἁπλῶς οὐδ' ὡς ἔτυχε κατὰ ἀνατολὰς προσκυνοῦμεν, ἀλλ' ἐπειδὴ ἐξ ὁρατῆς τε καὶ ἀοράτου ἤτοι νοητῆς καὶ αἰσθητῆς συντεθείμεθα φύσεως, διπλῆν καὶ τὴν

 Ὁ ἀγαθὸς καὶ πανάγαθος καὶ ὑπεράγαθος θεός, ὁ ὅλος ὢν ἀγαθότης, διὰ τὸν ὑπερβάλλοντα πλοῦτον τῆς αὐτοῦ ἀγαθότητος οὐκ ἠνέσχετο μόνον εἶναι τὸ ἀγαθὸν ἤ

 Περὶ τῆς ἁγίας ὑπερυμνήτου ἀειπαρθένου καὶ θεοτόκου Μαρίας ἐν τοῖς προλαβοῦσι μετρίως διαλαβόντες καὶ τὸ καιριώτατον παραστήσαντες, ὡς κυρίως καὶ ἀληθ

 Τιμητέον τοὺς ἁγίους ὡς φίλους Χριστοῦ, ὡς τέκνα καὶ κληρονόμους θεοῦ, ὥς φησιν ὁ θεολόγος εὐαγγελιστής: «Ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν

 Ἐπειδὴ δέ τινες ἡμῖν καταμέμφονται προσκυνοῦσί τε καὶ τιμῶσι τήν τε τοῦ σωτῆρος καὶ τῆς δεσποίνης ἡμῶν εἰκόνα, ἔτι δὲ καὶ τῶν λοιπῶν ἁγίων καὶ θεραπόν

 Εἷς ἐστιν ὁ θεὸς ὑπό τε παλαιᾶς διαθήκης καὶ καινῆς κηρυττόμενος, ὁ ἐν τριάδι ὑμνούμενός τε καὶ δοξαζόμενος, τοῦ κυρίου φήσαντος: «Οὐκ ἦλθον καταλῦσαι

 Τῶν ἐπὶ Χριστοῦ λεγομένων τρόποι γενικοί εἰσι τέσσαρες: Αʹ τὰ μὲν γὰρ καὶ πρὸ τῆς ἐνανθρωπήσεως ἁρμόσει αὐτῷ, Βʹ τὰ δὲ ἐν τῇ ἑνώσει, Γʹ τὰ δὲ μετὰ τὴν

 Χρὴ εἰδέναι, ὅτι ἔθος τῇ θείᾳ γραφῇ τὴν παραχώρησιν τοῦ θεοῦ ἐνέργειαν αὐτοῦ καλεῖν, ὡς ὅταν λέγῃ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ: «Ἢ οὐκ ἔχε

 Ὅτι οὐ δύο ἀρχαί, μία ἀγαθὴ καὶ μία πονηρά, ἐντεῦθεν εἰσόμεθα: ἐναντία γὰρ ἀλλήλοις τὸ ἀγαθὸν καὶ τὸ πονηρὸν καὶ ἀλλήλων φθαρτικὰ καὶ ἐν ἀλλήλοις ἢ σὺ

 Ὁ θεὸς δι' ἀγαθότητα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει τὰ γινόμενα καὶ τῶν ἐσομένων προγνώστης ἐστίν. Εἰ μὲν οὖν μὴ ἔμελλον ἔσεσθαι, οὐδ' ἂν κακοὶ

 Ἀγαθὸν τὸ θεῖον καὶ ὑπεράγαθον, καὶ τὸ τούτου θέλημα: τοῦτο γὰρ ἀγαθόν, ὅπερ ὁ θεὸς βούλεται. Νόμος δέ ἐστιν ἡ τοῦτο διδάσκουσα ἐντολή, ἵν' ἐν αὐτῷ μέ

 Σάββατον ἡ ἑβδόμη ἡμέρα κέκληται, δηλοῖ δὲ τὴν κατάπαυσιν: ἐν αὐτῇ γὰρ κατέπαυσεν ὁ θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥς φησιν ἡ γραφή. Διὸ καὶ μέχρις ἑπτὰ ὁ

 Κακίζουσιν οἱ σαρκικοὶ τὴν παρθενίαν, καὶ εἰς μαρτυρίαν προβάλλονται οἱ φιλήδονοι τὸ «ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐγείρει σπέρμα ἐν τῷ Ἰσραήλ». Ἡμεῖς δέ

 Ἡ περιτομὴ πρὸ νόμου ἐδόθη τῷ Ἀβραὰμ μετὰ τὰς εὐλογίας, μετὰ τὴν ἐπαγγελίαν, σημεῖον ἀποδιαστέλλον αὐτὸν καὶ τοὺς αὐτοῦ οἰκογενεῖς ἐκ τῶν ἐθνῶν, μεθ'

 Χρὴ γινώσκειν, ὅτι δεῖ τὸν ἀντίχριστον ἐλθεῖν. Πᾶς μὲν οὖν ὁ μὴ ὁμολογῶν τὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν ἐν σαρκὶ ἐληλυθέναι καὶ εἶναι θεὸν τέλειον καὶ γεν

 Πιστεύομεν δὲ καὶ εἰς ἀνάστασιν νεκρῶν. Ἔσται γάρ, ὄντως ἔσται νεκρῶν ἀνάστασις. Ἀνάστασιν δὲ λέγοντες σωμάτων φαμὲν ἀνάστασιν. Ἀνάστασις γάρ ἐστι δευ

Chapter XVIII.—Further concerning volitions and free-wills: minds, too, and knowledges and wisdoms.

When we say that Christ is perfect God780    Against the Apollinarians and the Monotheletes. Cf. Max., ut supra, II. p. 151. and perfect man, we assuredly attribute to Him all the properties natural to both the Father and mother. For He became man in order that that which was overcome might overcome. For He Who was omnipotent did not in His omnipotent authority and might lack the power to rescue man out of the hands of the tyrant. But the tyrant would have had a ground of complaint if, after he had overcome man, God should have used force against him. Wherefore God in His pity and love for man wished to reveal fallen man himself as conqueror, and became man to restore like with like.

But that man is a rational and intelligent animal, no one will deny. How, then, could He have become man if He took on Himself flesh without soul, or soul without mind? For that is not man. Again, what benefit would His becoming man have been to us if He Who suffered first was not saved, nor renewed and strengthened by the union with divinity? For that which is not assumed is not remedied. He, therefore, assumed the whole man, even the fairest part of him, which had become diseased, in order that He might bestow salvation on the whole. And, indeed, there could never exist a mind that had not wisdom and was destitute of knowledge. For if it has not energy or motion, it is utterly reduced to nothingness.

Therefore, God the Word781    Greg. Naz., Carm. sen. adv. Apollin., Epist. ad Cled., and elsewhere., wishing to restore that which was in His own image, became man. But what is that which was in His own image, unless mind? So He gave up the better and assumed the worse. For mind782    See also ch. 6 above, and Gregory’s lines against the Apollinarians. is in the border-land between God and flesh, for it dwells indeed in fellowship with the flesh, and is, moreover, the image of God. Mind, then, mingles with mind, and mind holds a place midway between the pureness of God and the denseness of flesh. For if the Lord assumed a soul without mind, He assumed the soul of an irrational animal.

But if the Evangelist said that the Word was made flesh783    St. John i. 14., note that in the Holy Scripture sometimes a man is spoken of as a soul, as, for example, with seventy-five souls came Jacob into Egypt784    Gen. xlvi. 27, ap. LXX.; Acts vii. 14.: and sometimes a man is spoken of as flesh, as, for example, All flesh shall see the salvation of God785    Is. xl. 5; St. Luke iii. 6.. And accordingly the Lord did not become flesh without soul or mind, but man. He says, indeed, Himself, Why seek ye to kill Me, a Man that hath told you the truth786    St. John viii. 40.? He, therefore, assumed flesh animated with the spirit of reason and mind, a spirit that holds sway over the flesh but is itself under the dominion of the divinity of the Word.

So, then, He had by nature, both as God and as man, the power of will. But His human will was obedient and subordinate to His divine will, not being guided by its own inclination, but willing those things which the divine will willed. For it was with the permission of the divine will that He suffered by nature what was proper to Him787    Sophron., Epist. Synod.. For when He prayed that He might escape the death, it was with His divine will naturally willing and permitting it that He did so pray and agonize and fear, and again when His divine will willed that His human will should choose the death, the passion became voluntary to Him788    See Cyril, In Joann., ch. x.. For it was not as God only, but also as man, that He voluntarily surrendered Himself to the death. And thus He bestowed on us also courage in the face of death. So, indeed, He said before His saving passion, Father, if it be possible, let this cup pass from Me789    St. Matt. xxvi. 39; St. Luke xxii. 22.,” manifestly as though He were to drink the cup as man and not as God. It was as man, then, that He wished the cup to pass from Him: but these are the words of natural timidity. Nevertheless, He said, not My will, that is to say, not in so far as I am of a different essence from Thee, but Thy will be done790    Ibid, that is to say, My will and Thy will, in so far as I am of the same essence as Thou. Now these are the words of a brave heart. For the Spirit of the Lord, since He truly became man in His good pleasure, on first testing its natural weakness was sensible of the natural fellow-suffering involved in its separation from the body, but being strengthened by the divine will it again grew bold in the face of death. For since He was Himself wholly God although also man, and wholly man although also God, He Himself as man subjected in Himself and by Himself His human nature to God and the Father, and became obedient to the Father, thus making Himself the most excellent type and example for us.

Of His own free-will, moreover, He exercised His divine and human will. For free-will is assuredly implanted in every rational nature. For to what end would it possess reason, if it could not reason at its own free-will? For the Creator hath implanted even in the unreasoning brutes natural appetite to compel them to sustain their own nature. For devoid of reason, as they are, they cannot guide their natural appetite but are guided by it. And so, as soon as the appetite for anything has sprung up, straightway arises also the impulse for action. And thus they do not win praise or happiness for pursuing virtue, nor punishment for doing evil. But the rational nature, although it does possess a natural appetite, can guide and train it by reason wherever the laws of nature are observed. For the advantage of reason consists in this, the free-will, by which we mean natural activity in a rational subject. Wherefore in pursuing virtue it wins praise and happiness, and in pursuing vice it wins punishment.

So that the soul791    Max.,Dial. cum Pyrrh.; Greg. Naz., Ep. 1, ad Cledon. of the Lord being moved of its own free-will willed, but willed of its free-will those things which His divine will willed it to will. For the flesh was not moved at a sign from the Word, as Moses and all the holy men were moved at a sign from heaven. But He Himself, Who was one and yet both God and man, willed according to both His divine and His human will. Wherefore it was not in inclination but rather in natural power that the two wills of the Lord differed from one another. For His divine will was without beginning and all-effecting, as having power that kept pace with it, and free from passion; while His human will had a beginning in time, and itself endured the natural and innocent passions, and was not naturally omnipotent. But yet it was omnipotent because it truly and naturally had its origin in the God-Word.

Ἔτι περὶ θελημάτων καὶ αὐτεξουσίων νοῶν τε καὶ γνώσεων καὶ σοφιῶν

Θεὸν τέλειον καὶ ἄνθρωπον τέλειον λέγοντες τὸν Χριστὸν πάντως πάντα δώσομεν τά τε τοῦ πατρὸς φυσικὰ τά τε τῆς μητρός: γέγονε γὰρ ἄνθρωπος, ἵνα τὸ νικηθὲν νικήσῃ. Οὐκ ἀδύνατος γὰρ ἦν ὁ τὰ πάντα δυνάμενος καὶ τῇ παντοδυνάμῳ αὐτοῦ ἐξουσίᾳ καὶ δυνάμει ἐξελέσθαι τοῦ τυραννοῦντος τὸν ἄνθρωπον, ἀλλ' ἦν ἐγκλήματος τῷ τυραννοῦντι ὑπόθεσις ἄνθρωπον νικήσαντι καὶ ὑπὸ θεοῦ βιασθέντι. Αὐτὸν οὖν τὸν πεσόντα νικητὴν ἀναδεῖξαι βουληθεὶς ὁ συμπαθὴς θεὸς καὶ φιλάνθρωπος, ἄνθρωπος γίνεται τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνακαλούμενος.

Ὅτι δὲ λογικὸν καὶ νοερὸν ζῷον ὁ ἄνθρωπος, οὐδεὶς ἀντερεῖ. Πῶς οὖν ἄνθρωπος γέγονεν, εἰ σάρκα ἄψυχον ἢ ψυχὴν ἄνουν ἀνέλαβεν; Οὐ τοῦτο γὰρ ἄνθρωπος. Τί δὲ καὶ τῆς ἐνανθρωπήσεως ἀπωνάμεθα τοῦ πρωτοπαθήσαντος μὴ σεσωσμένου μηδὲ τῇ συναφείᾳ τῆς θεότητος ἀνακεκαινισμένου τε καὶ νενευρωμένου; «Τὸ γὰρ ἀπρόσληπτον ἀθεράπευτον». Ἀναλαμβάνει τοίνυν ὅλον τὸν ἄνθρωπον καὶ τὸ τούτου κάλλιστον ὑπὸ ἀρρωστίαν πεσόν, ἵνα ὅλῳ τὴν σωτηρίαν χαρίσηται. Νοῦς δὲ ἄσοφος ἐστερημένος τε γνώσεως οὐκ ἂν εἴη ποτέ: εἰ γὰρ ἀνενέργητος καὶ ἀκίνητος, καὶ ἀνύπαρκτος πάντως. Τὸ κατ' εἰκόνα ἀνακαινίσαι βουλόμενος ὁ θεὸς λόγος γέγονεν ἄνθρωπος. Τί δὲ τὸ κατ' εἰκόνα εἰ μὴ ὁ νοῦς; Τὸ κρεῖττον οὖν παρεὶς τὸ χεῖρον ἀνέλαβε; Νοῦς γὰρ ἐν μεταιχμίῳ ἐστὶ θεοῦ καὶ σαρκός, τῆς μὲν ὡς σύνοικος, τοῦ θεοῦ δὲ ὡς εἰκών. Νοῦς οὖν νοῒ μίγνυται, καὶ μεσιτεύει νοῦς θεοῦ καθαρότητι καὶ σαρκὸς παχύτητι: εἰ γὰρ ψυχὴν ἄνουν ὁ κύριος ἀνέλαβεν, ἀλόγου ζῴου ψυχὴν ἀνέλαβεν.

Εἰ δέ, ὅτι σάρκα γεγενῆσθαι τὸν λόγον, ἔφη ὁ εὐαγγελιστής, ἰστέον ὡς παρὰ τῇ ἁγίᾳ γραφῇ ποτὲ μὲν ψυχὴ λέγεται ὁ ἄνθρωπος ὡς τὸ «ἐν ἑβδομήκοντα πέντε ψυχαῖς εἰσῆλθεν Ἰακὼβ εἰς Αἴγυπτον», ποτὲ δὲ σὰρξ ὡς τὸ« ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ». Οὐ σὰρξ τοίνυν ἄψυχος οὐδὲ ἄνους, ἀλλ' ἄνθρωπος γέγονεν ὁ κύριος. Φησὶ γοῦν αὐτός: «Τί με δέρεις ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;» Ἀνέλαβε τοίνυν σάρκα ἐψυχωμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, ἡγεμονικῇ μὲν τῆς σαρκός, ἡγεμονευομένῃ δὲ ὑπὸ τῆς τοῦ λόγου θεότητος.

Εἶχε μὲν οὖν φυσικῶς καὶ ὡς θεὸς καὶ ὡς ἄνθρωπος τὸ θέλειν, εἵπετο δὲ καὶ ὑπετάσσετο τῷ αὐτοῦ θελήματι μὴ κινούμενον γνώμῃ ἰδίᾳ, ἀλλὰ ταῦτα θέλον, ἃ τὸ θεῖον αὐτοῦ ἤθελε θέλημα. Παραχωρούσης γὰρ τῆς θείας θελήσεως ἔπασχε τὰ ἴδια φυσικῶς. Ὅτε μὲν γὰρ παρῃτεῖτο τὸν θάνατον, φυσικῶς τῆς θείας αὐτοῦ θελησάσης θελήσεως καὶ παραχωρησάσης παρῃτήσατο τὸν θάνατον, ἠγωνίασέ τε καὶ ἐδειλίασε. Καὶ ὅτε ἤθελεν ἡ θεία αὐτοῦ θέλησις αἱρεῖσθαι τὴν ἀνθρωπίνην αὐτοῦ θέλησιν τὸν θάνατον, ἑκούσιον αὐτῇ τὸ πάθος ἐγίνετο: οὐ γὰρ καθὸ θεὸς μόνον ἑκουσίως ἑαυτὸν παρέδωκεν εἰς θάνατον, ἀλλὰ καὶ καθὸ ἄνθρωπος. Ὅθεν τὴν κατὰ τοῦ θανάτου τόλμαν καὶ ἡμῖν ἐχαρίσατο. Οὕτω γοῦν πρὸ τοῦ σωτηρίου πάθους φησί: «Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο»: δηλονότι ὡς ἄνθρωπος τὸ ποτήριον πίνειν ἔμελλεν, οὐ γὰρ ὡς θεός. Ὡς ἄνθρωπος τοίνυν θέλει τὸ ποτήριον παρελθεῖν: ταῦτα τῆς φυσικῆς δειλίας τὰ ῥήματα. «Πλὴν μὴ τὸ ἐμὸν γινέσθω θέλημα» ἤτοι καθ' ὅ σου ἑτεροούσιός εἰμι, «ἀλλὰ τὸ σὸν» ἤτοι τὸ ἐμὸν καὶ σόν, καθ' ὅ σου πέφυκα ὁμοούσιος: ταῦτα τῆς εὐτολμίας τὰ ῥήματα. Πρότερον γὰρ τῆς φυσικῆς ἀσθενείας πειραθεῖσα κατ' αἴσθησιν τὴν ἐπὶ τῷ χωρισμῷ τοῦ σώματος καὶ φυσικὴν συμπάθειαν παθοῦσα ἡ τοῦ κυρίου ψυχὴ ὡς ἀληθῶς ἀνθρώπου γενομένου κατ' εὐδοκίαν αὐτοῦ, αὖθις τῷ θείῳ νευρωθεῖσα θελήματι τοῦ θανάτου καταθαρρύνεται. Ἐπειδὴ γὰρ ὁ αὐτὸς ὅλος ἦν θεὸς μετὰ τῆς ἀνθρωπότητος αὐτοῦ καὶ ὅλος ἄνθρωπος μετὰ τῆς αὐτοῦ θεότητος, αὐτὸς ὡς ἄνθρωπος ἐν ἑαυτῷ καὶ δι' ἑαυτοῦ ὑπέταξε τὸ ἀνθρώπινον τῷ θεῷ καὶ πατρὶ τύπον ἡμῖν ἑαυτὸν ἄριστον καὶ ὑπογραμμὸν διδοὺς καὶ ὑπήκοος τῷ πατρὶ γέγονεν.

Αὐτεξουσίως δὲ ἤθελε τῷ τε θείῳ καὶ τῷ ἀνθρωπίνῳ θελήματι: πάσῃ γὰρ λογικῇ φύσει πάντως ἐμπέφυκε τὸ αὐτεξούσιον θέλημα. Εἰς τί γὰρ ἕξει τὸ λογικὸν μὴ αὐτεξουσίως λογιζομένη; Τὴν μὲν γὰρ φυσικὴν ὄρεξιν καὶ τοῖς ἀλόγοις ζῴοις δημιουργὸς ἐνέσπειρε πρὸς σύστασιν τῆς οἰκείας φύσεως αὐτὰ ἄγουσαν: λόγου γὰρ ἀμοιροῦντα οὐ δύναται ἄγειν, ἀλλ' ἄγεται ὑπὸ τῆς φυσικῆς ὀρέξεως. Ὅθεν ἅμα ἡ ὄρεξις γένηται, εὐθέως καὶ ἡ πρὸς τὴν πρᾶξιν ὁρμή: οὐ γὰρ λόγῳ ἢ βουλῇ ἢ σκέψει ἢ κρίσει κέχρηται. Ὅθεν οὔτε ὡς ἀρετὴν μετιόντα ἐπαινεῖται καὶ μακαρίζεται οὔτε ὡς κακίαν πράττοντα κολάζεται. Ἡ δὲ λογικὴ φύσις ἔχει μὲν τὴν φυσικὴν ὄρεξιν κινουμένην, ὑπὸ δὲ τοῦ λόγου ἀγομένην τε καὶ ῥυθμιζομένην ἐπὶ τῶν φυλασσόντων τὸ κατὰ φύσιν: τοῦ γὰρ λόγου τὸ προτέρημα τοῦτό ἐστιν, ἡ αὐτεξούσιος θέλησις, ἥντινα φυσικὴν ἐν τῷ λογικῷ φαμεν κίνησιν. Διὸ καὶ ὡς ἀρετὴν μετιοῦσα ἐπαινεῖται καὶ μακαρίζεται καὶ ὡς κακίαν μετιοῦσα κολάζεται.

Ὥστε ἤθελε μὲν αὐτεξουσίως κινουμένη ἡ τοῦ κυρίου ψυχή, ἀλλ' ἐκεῖνα αὐτεξουσίως ἤθελεν, ἃ ἡ θεία αὐτοῦ θέλησις ἤθελε θέλειν αὐτήν: οὐ γὰρ νεύματι τοῦ λόγου ἡ σὰρξ ἐκινεῖτο (καὶ Μωσῆς γὰρ καὶ πάντες οἱ ἅγιοι νεύματι θείῳ ἐκινοῦντο), ἀλλ' ὁ αὐτὸς εἷς ὢν θεός τε καὶ ἄνθρωπος κατά τε τὴν θείαν καὶ τὴν ἀνθρωπίνην ἤθελε θέλησιν. Διὸ οὐ γνώμῃ, φυσικῇ δὲ μᾶλλον δυνάμει αἱ δύο τοῦ κυρίου θελήσεις διέφερον ἀλλήλων. Ἡ μὲν γὰρ θεία αὐτοῦ θέλησις ἄναρχός τε ἦν καὶ παντουργός, ἑπομένην ἔχουσα τὴν δύναμιν καὶ ἀπαθής, ἡ δὲ ἀνθρωπίνη αὐτοῦ θέλησις ἀπὸ χρόνου τε ἤρξατο καὶ αὐτὴ τὰ φυσικὰ καὶ ἀδιάβλητα πάθη ὑπέμεινε καὶ φυσικῶς οὐ παντοδύναμος ἦν, ὡς δὲ τοῦ θεοῦ λόγου ἀληθῶς καὶ κατὰ φύσιν γενομένη καὶ παντοδύναμος.