Sermo in annuntiationem deiparae

 βασιλευόντων, τὸ παντοκράτορα, τὸ ποιητὴν, τὸ δημιουργὸν, τὸ φῶς, τὸ ζωὴν, τὸ ἅγιον, τὸ ἀγαθὸν, τὸ ἀθάνατον, τὸ ἰσχυρὸν, τὸ παντοδύνα μον, καὶ ὅσα ἄλλ

 Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος,» Οὐκοῦν ἰσοδύνα μόν ἐστι, καὶ καθ' ἓν σημαινόμενον ἐπαναστρέφον τὸ, ὑπὸ, καὶ πρὸς, κατὰ πρόθεσιν τοῦ ὀνόματος προσκείμενα.

 ἐννεάμηνος νόμῳ ἀνθρω πίνης κυοφορίας, κἀντεῦθεν θεοϋπόστατος δογματί ζεται ἡ Χριστοῦ σάρκωσις, καὶ οὐδαμῶς ἀνθρωποϋπόστατος· ἐπειδὴ κατὰ τὸν θεῖον χα

 οἶδα. Ἀλλ' εἰπὲ, ὦ ἄγγελε, καὶ διερμήνευσον, «πῶς ἔσται τοῦτο;» Ἀποκρι θεὶς δὲ ὁ ἄγγελος, εἶπεν αὐτῇ· «Πνεῦμα ἅγιον ἐπ ελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑ

 δυνάμει καὶ ἐνεργείᾳ, ἀλλ' ὑποστάσει, καθ' ὅλον τὸ πλήρωμα τῆς θεότητος, αὐτὴ ἡ ἀρχίθεος καὶ ὑπεράρχιος τοῦ Υἱοῦ τοῦ Θεοῦ ὑπόστασις ἐσαρκώθη καὶ ἐνηνθ

 Θεὸς Πνεύματι ἁγίῳ·» τοιοῦτον λέγοντες, ὅτι ἐν γαστρὶ τῆς Παρθένου ἔπλα σεν ὁ Θεὸς ἄνθρωπον ἄνευ σπορᾶς, ἐνεργείᾳ τοῦ Πνεύματος, καὶ ἔχρισεν αὐτὸν δύν

 στηρίξαι ἢ βεβαιῶσαι· ἀλλ' ἀπολύτως λέγει, «καὶ δώσει.» Κἀντεῦθεν χρὴ ἐκ τῶν κατ' ἐνέργειαν ἀποτελεσθέντων ἐπιλύσασθαι τὸ ἄπορον· ὅτι τὸ «δώσει» εἴρητ

 πεπλουτισμένοι τοιούτων καλῶν καὶ πνευματικῶν θεωρημάτων, περὶ σοῦ βοῶμεν· Μνήσθητι ἡμῶν, παναγία Παρθένε, καὶ μετὰ τὸ γεννῆσαι παρθένος μείνασα, καὶ

Sermo in annuntiationem deiparae

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ

Κηρυκτικὸν εἰς τὸν εὐαγγελισμὸν τῆς ὑπεραγίας ∆εσποίνης ἡμῶν Θεοτόκου.

Τοὺς θείους ἱεροκήρυκας οὐ πρὸς τὴν ἀσθένειαν τῆς ἀκροάσεως δεῖ ἀποβλέπειν· ἀλλὰ πρὸς τὴν ἀπαι τουμένην δύναμιν, καὶ ὑπόθεσιν, καὶ αἰτίαν, ἣν ἐπι θεωροῦντας, προσῆκε καταστοχάζεσθαι τοῦ κηρύ γματος. ∆ιὸ καὶ νῦν ἐπὶ τὸ κήρυγμα τοῦ θείου Εὐαγ γελίου τῆς Θεοτόκου καὶ Μητρὸς τοῦ Θεοῦ ἥκοντας ἡμᾶς, καὶ τοῦτο μέλλοντας ἀνακηρύττειν πρὸς συνέλευσιν τῆς ἑορτῆς, ἀνάγκη, καθ' ὑπόθεσιν καὶ αἰτίαν τῆς ἀσάρκου καὶ ὑπερθέου Τριάδος, τὴν σάρκωσιν τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος ἀνατιθέναι. Ἐὰν γὰρ μὴ προδιαστελῆται τὰ περὶ Τριάδος, τὰ περὶ τοῦ ἑνὸς σαρκωθέντος πῶς ἐξέλθωμεν; Οὐκοῦν δέον. ἐκεῖθεν ἐπαναγαγόντας τὸν λόγον, μετέρχεσθαι εἰς τὰ κατὰ τὴν σάρκωσιν, καὶ οὕτως τὰ κατὰ τὸν εὐαγγελισμὸν ἐπακούειν. Καὶ πρότερον ἐπισημαινό μενοι, ὑπαναμιμνήσκομεν, ὅτι μία τῶν δεσποτικῶν πρώτη τε καὶ πάνσεπτος ἑορτὴ, κατὰ τὴν τῶν πρα γμάτων τάξιν καὶ σύνταξιν τῶν ὑποκειμένων ἐν τοῖς κατὰ Χριστὸν κηρύγμασιν, ὑπάρχουσα, τοῦ θείου εὐαγγελισμοῦ κλητὴ ἁγία ἡμέρα, περὶ τῆς ἐξ οὐρανοῦ καταβάσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ κατασκευάζει τὸ κή ρυγμα. Καὶ γὰρ κατελθόντα αὐτὸν ἐκ τῶν οὐρανῶν πιστεύομεν, καθὼς καὶ ἀνελθόντα διομολογοῦμεν. ∆έον τοίνυν, ἐπειλημμένους τοῦ θείου κηρύγματος, ἐκεῖθεν ἄρξασθαι, ὅθεν καὶ διαστέλλεσθαι δυνήσεται τὰ λεγόμενα. Πιστεύομεν τοιγαροῦν εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, Τριάδα ὑποστάσεων, ἀδιάσπαστον ἐχόν των τὴν διαίρεσιν, καὶ τὴν ἕνωσιν ἀσύγχυτον. Οὐδὲ γὰρ κατὰ τοπικὴν διάστασιν τὴν διαίρεσιν τῶν ἁγίων τριῶν θεαρχικῶν ὑποστάσεων πρεσβεύομεν, οὐδὲ συγ χυτικὴν τὴν ἕνωσιν· ἀλλ' ἀδιάστατον τὴν διαίρεσιν, καὶ ἀσύγχυτον τὴν ἕνωσιν, ἓν ὄνομα τὸ, Θεὸς, ἔχον τα κατὰ μίαν μονάδα συστάσεως. Ἐπεὶ καὶ ἕνα 28.920 Θεὸν ἐν Τριάδι προσώπων καθομολογοῦμεν, τὸ ἄναρ χον καὶ ἄχρονον καθ' ἑκάστην τῶν ἁγίων τριῶν θεαρχικῶν ὑποστάσεων τάττοντες, κατὰ τὴν χαρακτηρι στικὴν αὐτῶν ἰδιότητα· ἐν Πατρὶ τὸ ἀγέννητον, ἐν τῷ Υἱῷ τὸ γεννητὸν, ἐν τῷ Πνεύματι τὸ ἐκπορευτόν· ἄναρχον καὶ ἄχρονον τὸν Πατέρα δοξάζοντες, ἄναρχον καὶ ἄχρονον τὸν Υἱὸν καταγγέλλοντες, ἄναρχον καὶ ἄχρονον τὸ Πνεῦμα τὸ ἅγιον καθομολογοῦντες· οὐ πρότερον τὸν Πατέρα, καὶ ὕστερον τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα, ἀλλ' ἅμα Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, κατὰ μίαν ἄναρχον καὶ ἄχρονον ὑπερούσιον μονάδα ὑπάρξεως σέβοντες, ἕνα Θεὸν ἐν τρισὶν ἰδιό τησι πιστεύοντες καὶ ἀληθῶς δοξάζοντες, οὐχ ὡς ἄλλον Θεὸν τὸν Πατέρα προϋπάρχοντα, καὶ ἄλλον Θεὸν τὸν Υἱὸν ὕστερον ἐπεισαχθέντα, καὶ ἄλλον Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον ἐπινοηθέντα, κατὰ τοὺς αἱρετικοὺς βλασφημοῦντας· ἀλλ' ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσι θεολογοῦντες, μίαν ἔχοντα τὴν οὐσίαν, καὶ τὴν δύνα μιν, καὶ τὴν ἐνέργειαν, καὶ ὅσα ἄλλα περὶ τὴν οὐσίαν θεωρεῖται θεολογούμενα καὶ ὑμνούμενα. Καὶ ἵνα τύπον δῶμεν τῷ λόγῳ, καὶ ἄθροισμα ἢ πλήρωμα, τὰ κατὰ θεολογίαν ἔχωμεν. Τί δὲ ταῦτά ἐστιν ἢ περὶ τί ταῦτα, καθεξῆς ἀκούσωμεν· ὅτι τὸ ἄκτιστον, τὸ ἀσώματον, τὸ ἄχρονον, τὸ ἄναρχον, τὸ ἀΐδιον, τὸ ἀτελεύτητον, τὸ ἄπειρον, τὸ αἰώνιον, τὸ ἄγνωστον, τὸ ἀνερμήνευτον, τὸ ἀσχημάτιστον, τὸ ἀνεξ ιχνίαστον, τὸ Θεὸν θεῶν λέγεσθαι αὐτὸν, τὸ Κύριον κυρίων, τὸ Βασιλέα

1