1
De incarnatione unigeniti
ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΠΕΡΙ ΤΗΣ ΕΝΑΝΘΡΩΠΗΣΕΩΣ ΤΟΥ ΜΟΝΟΓΕΝΟΥΣ καὶ ὅτι Χριστὸς εἳς καὶ κύριος κατὰ τὰς γραφάς.
{Α} Ἆρά σοι δοκεῖ συμμεμετρῆσθαί τε καὶ ἐκπεπονῆσθαι καλῶς καὶ ἀποχρώντως ἡμῖν ὁ λόγος, ὁ περὶ τῆς θεότητος τοῦ Μονογενοῦς; {Β} Καὶ μάλα. {Α} Βασάνου δὲ οἶμαι λεπτῆς ἀμοιρεῖν οὔτι που κατά γε τὸ αὐτῷ μοι δοκοῦν· σὺ δὲ δὴ τί φής, ὦ Ἑρμεία; {Β} Ἐπαινέσαιμ' ἂν εἰκότως ὀρθῶς ἔχοντά τε καὶ διεσμιλευμένως. {Α} Μεθέντα δὴ οὖν τουτοισὶ διαμέλλειν ἔτι, βούλει λέγειν τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς; Καὶ ὅ τί ποτέ ἐστι τὸ ἐπ' αὐτῷ μυστήριον διαρθροῦν ὅτι μάλιστα πειρᾶσθαι σαφῶς, κατά γε τὸ ἐγχωροῦν τοῖς ἐν ἐσόπτρῳ καὶ αἰνίγματι βλέπουσι καὶ ἐκ μέρους γινώσκουσι κατὰ τὸ μέτρον τῆς δωρεᾶς τῆς ἐπιχορηγίας τοῦ Πνεύματος, καθὰ καὶ ὁ θεσπέσιος γράφει Παῦλος; {Β} Ἄριστα ἔφης. Οὐδεὶς γὰρ λέγει Κύριος Ἰησοῦς εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, καὶ οὐδεὶς λέγει Ἀνάθεμα Ἰησοῦς εἰ μὴ ἐν Βεελζεβούλ. Ἀτὰρ ἐπειδή τοι καὶ τῆς ἐπὶ τούτῳ κόνεως ἅψασθαι δοκεῖ, καὶ τὸν οὕτω καταβριθῆ καὶ δύσοιστον ἀνατλῆναι πόνον, ὀνήσων ἴσθι τοι καὶ πρό γε τῶν ἄλλων ἐμέ. ∆ιαπυθοίμην γὰρ ἂν ἥδιστά γε τὸν ἀτρεκῆ τε καὶ ἀκιβδήλευτον καὶ ἁπάσης αἰτίας ἀπηλλαγμένον ἐπὶ Χριστῷ λόγον. ∆ιαφόροις γὰρ δόξαις καταμεθύουσί τινες, παραπλάττοντες εἰς τὸ ἀκαλλὲς τὰ ἐπ' αὐτῷ κεχρησμῳδημένα παρά γε τῆς νέας καὶ ἀρχαιοτέρας Γραφῆς. {Α} Ἀνεπιτήδευτον μέν, ὦ φιλότης, τοῖς ἀσυνέτοις οὐδέν, ἑτοιμότατα δὲ καταθρώσκουσιν εἰς πέταυρον ᾅδου, κατὰ τὸ γεγραμμένον, καὶ εἰς παγίδα θανάτου, μὴ νοοῦντες μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται. 679 Τίνες δ' ἂν εἶεν οἱ παρ' ἑκάστῳ θρύλλοι καὶ τὰ σεμνὰ μυθάρια, φαίης ἄν, ὦ γενναῖε. {Β} Πάνυ μὲν οὖν. Οἱ μὲν γάρ, ὅτι πέφηνε μὲν ἄνθρωπος ὁ ἐκ Θεοῦ Λόγος, οὐ μὴν ὅτι καὶ πεφόρεκε τὴν ἐκ τῆς Παρθένου σάρκα διειπεῖν τετολμήκασι. Καταψεύδονται δὲ μόνην τοῦ μυστηρίου τὴν δόκησιν. Ἕτεροι δ' αὖ, κατερυθριᾶν σκηπτόμενοι τὸ δοκεῖν ἀνθρώπῳ προσκυνεῖν, καὶ τὴν ἀπὸ γῆς σάρκα ταῖς ἀνωτάτω δόξαις στεφανοῦν παραιτούμενοι, καὶ ἐκ τῆς ἄγαν ἀμαθίας, νόθην τινὰ καὶ παρεφθαρμένην νοσοῦντες εὐλάβειαν, παρατετράφθαι φασὶ τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον εἰς ὀστέων τε καὶ νεύρων καὶ σαρκὸς φύσιν, τὴν ἐκ Παρθένου γέννησιν τοῦ Ἐμμανουὴλ πλατὺ γελῶντες οἱ τάλανες, καὶ τὸ ἀπρεπὲς καταγράφοντες τῆς οὕτως ἀρίστης καὶ θεοπρεποῦς οἰκονομίας. Οἱ δὲ καὶ ὀψιγενῆ τὸν συναΐδιον τῷ Πατρὶ Θεὸν Λόγον εἶναι πεπιστεύκασι, καὶ εἰς τὸ μόλις ὑπάρξαι διακεκλῆσθαι τότε ὅτε καὶ τῆς κατὰ σάρκα γενέσεως ἔλαχε τὴν ἀρχήν. Εἰσὶ δὲ οἱ καὶ πρὸς τοῦτο μανίας δυσσεβῶς ἠγμένοι ὥστε καὶ ἀνυπόστατον τὸν ἐκ Θεοῦ φασιν εἶναι Λόγον, ῥῆμα δὲ ἁπλῶς τὸ κατὰ μόνην νοούμενον προφορὰν ἐν ἀνθρώπῳ γενέσθαι. Μάρκελλος δὲ οὗτοι καὶ Φωτεινός. ∆οκεῖ δὲ μὴν καὶ ἑτέροις ἐνανθρωπῆσαι μὲν ἀληθῶς τὸν Μονογενῆ καὶ ἐν σαρκὶ γενέσθαι πιστεύειν, μὴ μὴν ἔτι καὶ ἐψυχῶσθαι τελείως τὴν ἀναληφθεῖσαν σάρκα ψυχῇ λογικῇ καὶ νοῦν ἐχούσῃ τὸν καθ' ἡμᾶς, εἰς ἑνότητα δὲ τὴν εἰσάπαν, ὥσπερ οὖν οἴονται, κατασφίγγοντες τόν τε ἐκ Θεοῦ Λόγον καὶ τὸν ἐκ τῆς ἁγίας Παρθένου ναόν, κατοικῆσαί φασιν ἐν αὐτῷ τὸν Λόγον, καὶ ἴδιον μὲν ποιήσασθαι σῶμα τὸ ἀναληφθέν, ψυχῆς δὲ αὐτὸν τῆς λογικῆς τε καὶ νοερᾶς ἀναπληροῦν τὸν τόπον. Ἕτεροι δὲ αὖ πρεσβεύουσι μὲν ταῖς τούτων δόξαις τὰ ἐναντία, καὶ ἀντιφέρονται τοῖς φρονήμασιν, ἔκ τε Θεοῦ Λόγου καὶ ψυχῆς τῆς λογικῆς καὶ σώματος, ἤτοι τελείας ἁπλῶς ἀνθρωπότητος, συνεστάναι τε καὶ ἀναπεπλέχθαι διαβεβαιούμενοι τὸν