1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

1

Quaestiones evangelicae ad Stephanum

ΕΚΛΟΓΗ ΕΝ ΣΥΝΤΟΜΩ ΕΚ ΤΩΝ ΣΥΝΤΕΘΕΝΤΩΝ ΥΠΟ ΕΥΣΕΒΙΟΥ ΠΡΟΣ ΣΤΕΦΑΝΟΝ ΠΕΡΙ ΤΩΝ ΕΝ ΕΥΑΓΓΕΛΙΟΙΣ ΖΗΤΗΜΑΤΩΝ ΚΑΙ ΛΥΣΕΩΝ. Αʹ. ∆ιὰ τί τὸν Ἰωσὴφ, ἀλλ' οὐ τὴν Μαρίαν, οἱ εὐαγγελισταὶ γενεαλογοῦσιν.

Αʹ. ∆ιὰ τί τὸν Ἰωσὴφ, ἀλλ' οὐ τὴν Μαρίαν, οἱ εὐαγγελισταὶ γενεαλογοῦσιν.

Πόθεν τὸν Χριστὸν ὡς υἱὸν ∆αβὶδ γενεαλογούσι; πάντως ὅτι διὰ τὸν Ἰωσὴφ τὸν ἐκ ∆αβὶδ γεγονότα· ἀλλ' οὐκ ἐκ τοῦ Ἰωσὴφ ὁ Χριστὸς, ἀλλ' ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας, ὥς φησιν ἡ Γραφή· ἐχρῆν τοίνυν τὴν Μαρίαν γενεαλογεῖν, εἴπερ τὸν Χριστὸν γενεαλογεῖν ἐβούλοντο, ἀλλ' οὐ τὸν Ἰωσὴφ, ᾧ μηδὲν προσήκων τυγχάνει κατὰ σάρκα ὁ Χριστὸς, μὴ ἐξ αὐτοῦ γεγεννημένος· εἰ δὲ μὴ ἐξ αὐτοῦ τυγχάνει ὢν, ἀλλ' ἐκ μόνης τῆς Μαρίας, οὐκ ἂν εἴη ἐκ τοῦ ∆αβὶδ, ἐπειδὴ 22.881 τὴν Μαρίαν οὐδεὶς λόγος ἀποδείκνυσιν ἀπὸ ∆αβὶδ γενομένην· μάτην ἄρα τὸν Χριστὸν ἐκ σπέρματος ∆αβὶδ θρυλλοῦσι, μήτε τοῦ Ἰωσὴφ ὄντα υἱὸν, μήτε τῆς Μαρίας ἀπὸ ∆αβὶδ γενεαλογουμένης· τοιαῦτα μέν τινα τὸ πρῶτον τῶν ἠπορημένων περιεῖχε· λύσις δ' ἂν εἴη αὐτῷ ἥδε.

αʹ. Τῶν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πράξεων, τὰ μὲν σιωπᾶσθαι

ἀναγκαῖον ἦν τοῖς τότε, τὰ δὲ εἰς πολλῶν ἀκοὰς διεδίδοτο, ὅσα πρὸς ὠφέλειαν ἤμελλε συμβάλλεσθαι τοῖς ἀκροωμένοις· οἷον ὡς ἐπὶ παραδείγματος τριακοστὸν ἄγων τῆς τοῦ σώματος ἡλικίας ἔτος, πάρεισιν ἐπὶ τὸ παρὰ τῷ Ἰωάννῃ βάπτισμα· καὶ ἐντεῦθεν ἀπάρχεται τῆς διδασκαλίας καὶ τῶν τεραστίων ἔργων· τίνα δὲ τὰ πρὸ τοῦ βαπτίσματος ἐντὸς ὅλων ἐτῶν τριάκοντα πραχθέντα αὐτῷ, οὐδεμία ἱστορία δηλοῖ, οὐδ' ἔστιν ἀπό τινος θείας Γραφῆς τὸν πρὸ τούτου καταμαθεῖν αὐτοῦ βίον. Ἀλλὰ καὶ ἐξ οὗπερ εἰς πάντας ἐγνώσθη, τὰ μὲν εἰς ἀκοὰς πάντων ἐκήρυττε, τὰ δὲ μόνους τοὺς αὑτοῦ μαθητὰς ἐμυσταγώγει· καὶ ποτὲ μὲν παραδοξοποιῶν παρῄνει μηδενὶ λέγειν, ποτὲ δὲ ἄνευ τῆς τοιᾶσδε παραινέσεως τὰ θαυμάσια κατειργάζετο. Ἓν δὴ οὖν μάλιστα τῶν σεσιγῆσθαι δεδογμένων, τὸ κατὰ τὴν γένεσιν αὐτοῦ θαῦμα ἦν· οὐδενὸς τῶν καθ' ὃν ἐνηνθρώπησε χρόνον, ὀλίγων ἐκτὸς τούτου γνῶσιν κεκτημένου.

βʹ. Φησὶ δέ που ὁ ἅγιος ἀνὴρ Ἰγνάτιος ὄνομα αὐτῷ, τῆς Ἀντιοχέων Ἐκκλησίας δεύτερος γεγονὼς μετὰ τοὺς ἀποστόλους ἐπίσκοπος, ὡς ἄρα καὶ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου ἔλαθεν ἡ παρθενία Μαρίας, καὶ ἡ τοῦ Σωτῆρος ἐξ αὐτῆς γένεσις· λέγει δ' οὕτως· «Καὶ ἔλαθε τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου ἡ παρθενία Μαρίας, καὶ ὁ τοκετὸς αὐτῆς, ὁμοίως καὶ ὁ θάνατος τοῦ Χριστοῦ· τρία μυστήρια κραυγῆς, ἅτινα ἐν ἡσυχίᾳ Θεοῦ ἐπράχθη.» Ἔστι δὲ καὶ λογισμῷ λαβεῖν, ὅτι μὴ πάντων ἦν τῶν ἐν σαρκὶ βιούντων τὸν Χριστὸν Θεοῦ καὶ σὺν ἀνθρώποις ἀναστραφέντα οἷα κοινὸν ἄνθρωπον ὁρώντων, τὸ δύνασθαι πιστεύειν ἐξ ἀπειρογάμου κόρης αὐτὸν δίχα πατρὸς γεγονέναι οὐδ' εἰς πολλοὺς ἐκφέρειν, ὅτι μὴ ἐκ τοῦ Ἰωσὴφ ἡ Μαρία συλλαβοῦσα τὸν Ἰησοῦν ἐγέννα, λυσιτελὲς ἦν· ἦ γὰρ ἂν καὶ δίκην κατὰ τὸν Μωϋσέως νόμον ἡ παρθένος ὑπέσχεν, ὡς πρὸ ὥρας γάμου διαφθαρεῖσα τὴν παρθενίαν· διόπερ εἰκότως ἐπισημαίνεται ἀκριβῶς φήσασα ἡ Γραφὴ, «Πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα·» μονονουχὶ διδάσκουσα ὅτι μὴ πρὸ γάμου συνείληφε, μηδὲ πρὸ τοῦ παρὰ τὸν ἄνδρα ἐλθεῖν· μετὰ δὲ τὸ συναφθῆναι τὸν Ἰωσὴφ καὶ παρ' αὐτῷ γενέσθαι, παρὰ πᾶσί τε γυναῖκα αὐτοῦ χρηματίσαι, συνόντων ἀλλήλοις, καὶ τῆς γαμικῆς ὁμιλίας ἅπτεσθαι ἤδη γοῦν μελλόντων, αὐτῆς ὡς εἰπεῖν ὥρας πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Καὶ τοῦτό γε παγχρησίμως εἰς τὸ λαθεῖν τοὺς πολλοὺς