1

 2

 3

 4

 5

 6

 7

 8

 9

1

In illud: Tunc et ipse filius

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΙΣ ΤΟ ΤΟΤΕ ΚΑΙ ΑΥΤΟΣ Ο ΥΙΟΣ ΥΠΟΤΑΓΗΣΕΤΑΙ ΤΩΙ ΥΠΟΤΑΞΑΝΤΙ ΑΥΤΩΙ ΤΑ ΠΑΝΤΑ

Πάντα μὲν τὰ λόγια τοῦ κυρίου λόγιά ἐστιν ἁγνά τε καὶ καθαρά, καθώς φησιν

ὁ προφήτης, ὅταν, καθ' ὁμοιότητα τῆς περὶ τὸν ἄργυρον ἐν πυρὶ γινομένης καθάρσεως, πάσης αἱρετικῆς ὑπολήψεως ἐκκεκαθαρμένος ὁ νοῦς τῶν λογίων τὴν οἰκείαν ἔχῃ καὶ κατὰ φύσιν τῆς ἀληθείας αὐγήν. πρὸ πάντων δὲ οἶμαι δεῖν τοῖς τοῦ ἁγίου Παύλου δόγμασι πᾶσαν προσμαρ τυρεῖν λαμπηδόνα καὶ καθαριότητα, διότι ἐν τῷ παραδείσῳ μυηθεὶς τῶν ἀπορρήτων τὴν γνῶσιν καὶ λαλοῦντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν τοιαῦτα ἐφθέγγετο οἷα εἰκὸς τὸν ἐκ τοῦ τοιούτου διδασκαλείου πεπαιδευμένον φθέγγεσθαι ὑπὸ καθηγεμόνι τε καὶ διδασκάλῳ τῷ Λόγῳ.

4 Ἐπειδὴ δὲ οἱ πονηροὶ κάπηλοι ἀδόκιμον ἐπιχειροῦσι ποιεῖν τὸ θεῖον ἀργύριον, τῇ μίξει τῶν αἱρετικῶν τε καὶ κιβδήλων νοημάτων ἀμαυροῦντες τοῦ Λόγου τὴν λαμπηδόνα, καὶ τὰ μυστηριώδη τοῦ ἀποστόλου νοήματα, ἢ μὴ συνιέντες ἢ κακούργως πρὸς τὸ δοκοῦν ἐκλαμβάνοντες, εἰς συνηγορίαν τῆς κακίας αὐτῶν ἐπισύρονται, λέγοντες πρὸς καθαίρεσιν τῆς τοῦ μονογενοῦς θεοῦ δόξης τὸν ἀποστολικὸν αὐτοῖς συμβάλλεσθαι λόγον ὅς φησιν ὅτι Τότε ὑποταγήσεται ὁ υἱὸς τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ὡς δουλικήν τινα ταπεινότητα τῆς τοιαύτης λέξεως ἐμφαινούσης· τούτου χάριν ἀναγκαῖον ἐφάνη δι' ἐπιμελείας ἐξετάσαι τὸν περὶ τούτου λόγον, ὥστε δεῖξαι καθαρὸν ὡς ἀληθῶς τὸ ἀποστολικὸν ἀργύριον πάσης ῥυπαρᾶς τε καὶ αἱρετικῆς ἐννοίας κεχωρισμένον καὶ ἀνεπί μικτον. Ἔγνωμεν τοίνυν ἐν τῇ χρήσει τῆς ἁγίας γραφῆς πολύσημον οὖσαν τὴν τοιαύτην φωνὴν καὶ οὐ τοῖς αὐτοῖς ἀεὶ ἐφαρμοζομένην νοήμασιν, ἀλλὰ νῦν μὲν τοῦτο σημαίνουσαν πάλιν δὲ ἕτερον ἐνδεικνυμένην, οἶον· Οἱ δοῦλοι, φησί, τοῖς ἰδίοις δεσπόταις ὑποτασσέσθωσαν· καὶ περὶ τῆς ἀλόγου φύσεως, ὅτι τῷ ἀνθρώπῳ ὑποτέτακται ὑπὸ τοῦ θεοῦ, ὡς ὁ προφήτης λέγει· Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ· καὶ περὶ τῶν διὰ πολέμου κεχειρωμένων φησίν· Ὑπέταξε 5 λαοὺς ἡμῖν καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν· τῶν τε αὖ δι' ἐπιγνώσεως σῳζομένων ἐπιμνησθεὶς ὡς ἐκ προσώπου τοῦ θεοῦ λέγει τὸ Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. ᾧ δοκεῖ πως οἰκεῖον εἶναι τὸ ἐξητασμένον ἡμῖν ἐν τῷ πρώτῳ καὶ ἑξηκοστῷ ψαλμῷ διὰ τοῦ Οὐχὶ τῷ θεῷ ὑποταγήσεται ἡ ψυχή μου· ἐπὶ πᾶσι δὲ τούτοις ἐκεῖνο τὸ παρὰ τῶν ἐχθρῶν ἡμῖν προ φερόμενον ἐκ τῆς πρὸς Κορινθίους ἐπιστολῆς, ὅτι Τότε αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα.

Ἐπειδὴ τοίνυν ἐπὶ πολλὰ νοήματα φέρεται τῆς φωνῆς ταύτης ἡ σημασία, καλῶς ἂν ἔχοι ἕκαστον τούτων ἐφ' ἑαυτοῦ διελομένους ἐπιγνῶναι πρὸς ποῖον τῆς ὑποταγῆς ση μαινόμενον ἡ τοῦ ἀποστόλου ῥῆσις οἰκείως ἔχει. φαμὲν τοίνυν ὅτι ἐπὶ τῶν μὲν διὰ πολέμου τῇ τῶν κεκρατηκότων δυναστείᾳ κεχειρωμένων τὸ ἀκουσίως τε καὶ κατ ηναγκασμένως ὑποκύψαι τοῖς νενικηκόσι τὸ τῆς ὑποταγῆς ἐνδείκνυται σημαινόμενον· εἰ γάρ τις τοῖς αἰχμαλώτοις προσγένηται δύναμις, ἐλπίδα τοῦ ὑπερσχήσειν τῶν κε κρατηκότων ὑποδεικνῦσα, πάλιν ἑαυτοὺς ἀντεγείρουσι τοῖς κρατήσασιν, ὕβριν καὶ ὄνειδος τὸ τοῖς ἐχθροῖς ὑποτετάχθαι κρίνοντες. τὰ δὲ ἄλογα τοῖς λογικοῖς εἰσι ὑποχείρια καθ' ἕτερον τρόπον, τῷ ἐλλιπῶς ἔχειν τὴν φύσιν αὐτοῖς τοῦ 6 μεγίστου τῶν ἀγαθῶν, τουτέστι τοῦ λόγου, ὡς ἀνάγκην εἶναι τῷ πλεονεκτοῦντι κατὰ τὴν εὐκληρίαν τῆς φύσεως ὑπο τετάχθαι τὸ ἐλαττούμενον. οἱ δὲ ἐν τῷ ζυγῷ τῆς δουλείας διὰ νομίμου τινὸς ἀκολουθίας κεκρατημένοι, κἂν ἐν τῇ φύσει τὸ ὁμότιμον ἔχωσιν, ἀλλ' οὖν πρὸς τὸν νόμον ἀντισχεῖν οὐ δυνάμενοι,