1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

1

Dialectica Recensio brevior

Πίναξ σὺν θεῷ τῶν φιλοσόφων κεφαλαίων τοῦ ∆αμασκηνοῦ <Προοίμιον-Ἐπιστολή> αʹ Περὶ τοῦ ὄντος οὐσίας τε καὶ συμβεβηκότος (ῃ. ινφρα ιβʹ) (ῃ. ινφρα ιγʹ) (ῃ. ινφρα ιδʹ) βʹ Περὶ γένους καὶ εἴδους, τοῦ γενικωτάτου καὶ τοῦ εἰδικωτάτου καὶ τῶν ὑπ αλλήλων γʹ Περὶ ἀτόμου δʹ Περὶ διαφορᾶς εʹ Περὶ συμβεβηκότος ϛʹ Περὶ ἰδίου ζʹ Περὶ τῶν κατηγορουμέ νων ηʹ Περὶ συνωνύμου καὶ ὁμω νύμου κατηγορίας θʹ Περὶ τῆς ἐν τῷ τί ἐστι κατηγορίας καὶ τῆς ἐν τῷ ὁποῖόν τί ἐστι κατηγο ρίας ιʹ Περὶ ὑποστάσεως καὶ ἐν υποστάτου καὶ ἀνυπο στάτου ιαʹ Περὶ οὐσίας καὶ φύσεως καὶ μορφῆς ἀτόμου τε καὶ προσώπου καὶ ὑποστά σεως ιβʹ Περὶ διαιρέσεως ιγʹ Περὶ τοῦ φύσει προτέρου ιδʹ Περὶ ὁρισμοῦ ιεʹ Περὶ ὁμωνύμων ιϛʹ Περὶ συνωνύμων ιζʹ Περὶ πολυωνύμων ιηʹ Περὶ ἑτέρων καὶ ἑτερωνύ μων ιθʹ Περὶ παρωνύμων κʹ Περὶ τῶν δέκα γενικωτά των γενῶν καʹ Περὶ ὁμογενῶν καὶ ὁμοει δῶν ἑτερογενῶν τε καὶ ἑτεροειδῶν καὶ ἀριθμῷ διαφερόντων κβʹ Περὶ τοῦ ἔν τινι κγʹ Περὶ οὐσίας κδʹ Περὶ φύσεως κεʹ Περὶ μορφῆς κϛʹ Περὶ ὑποστάσεως κζʹ Περὶ προσώπου κηʹ Περὶ ἐνυποστάτου κθʹ Περὶ ἀνυποστάτου λʹ ∆ιαίρεσις τοῦ ὄντος καὶ τῆς οὐσίας λαʹ Περὶ τοῦ τί ὑπάρχει ἴδιον τῆς οὐσίας λβʹ Ἔτι περὶ ὁμογενῶν καὶ ὁμοειδῶν ἑτερογενῶν τε καὶ ἑτεροειδῶν καὶ ὁμο ϋποστάτων καὶ ἀριθμῷ διαφερόντων λγʹ Περὶ ποσοῦ καὶ ποσότη τος λδʹ Περὶ τῶν πρός τι λεʹ Περὶ ποιοῦ καὶ ποιότητος λϛʹ Περὶ τοῦ ποιεῖν καὶ πά σχειν λζʹ Περὶ τοῦ κεῖσθαι ληʹ Περὶ τῆς ποῦ λθʹ Περὶ τῆς ποτέ μʹ Περὶ τοῦ ἔχειν μαʹ Περὶ ἀντικειμένων μβʹ Περὶ ἕξεως καὶ στερήσεως μγʹ Περὶ προτέρου καὶ ὑστέ ρου μδʹ Περὶ τοῦ ἅμα μεʹ Περὶ κινήσεως μϛʹ Περὶ τοῦ ἔχειν μζʹ Περὶ ἀποφάνσεως ἀποφά σεώς τε καὶ καταφάσεως μηʹ Περὶ ὅρου καὶ προτάσεως καὶ συλλογισμοῦ μθʹ Ὁρισμοὶ τῆς φιλοσοφίας εἰσὶν ἕξ νʹ Περὶ τῆς καθ' ὑπόστασιν ἑνώσεως (Ἕτερον κεφάλαιον) <Προοίμιον Ἐπιστολή> Τῷ ὁσιωτάτῳ καὶ θεοτιμήτῳ Κοσμᾷ, ἁγιωτάτῳ ἐπισκόπῳ τοῦ Μαιουμᾶ, Ἰωάννης μοναχός. Τὸ μὲν στενὸν τῆς διανοίας καὶ τὸ ἄπορον τῆς γλώσσης τῆς ἐμαυτοῦ ἐπιστάμενος ὤκνουν, ὦ μακάριοι, τοῖς ὑπὲρ δύναμιν ἐγχειρεῖν καὶ τῶν ἀδυνάτων κατατολμᾶν ὥσπερ τις αὐθάδης καὶ τολμητίας τὸν ἐπηρτημένον τοῖς τὰ τοιαῦτα τολμῶσιν ὑφορώμενος κίνδυνον. Εἰ γὰρ Μωυσῆς, ἐκεῖνος ὁ θεῖος νομοθέτης, ὁ πάσης ἀνθρωπίνης θέας ἀποχωρήσας καὶ τοῦ βίου τὰς τρικυμίας καταλιπὼν καὶ πᾶσαν ὑλικὴν ἀποσμηξάμενος ἔμφασιν καὶ τὸ τῆς ψυχῆς ὀπτικὸν καθῃράμενος κἀντεῦθεν πρὸς θεοπτίαν γενόμενος ἐπιτήδειος, ὁ τὴν πρὸς ἡμᾶς τοῦ θεοῦ λόγου φιλάνθρωπον συγκατάβασιν καὶ τὴν αὐτοῦ ὑπερφυᾶ σάρκωσιν ἐν βάτῳ καὶ ἀύλῳ πυρὶ κατιδεῖν ἠξιωμένος, φλέγοντι μὲν καὶ ἐκπυροῦντι τὴν ἄκανθαν καὶ πρὸς τὴν ἑαυτοῦ λαμπρότητα μεταβάλλοντι, οὐ καταφλέγοντι δὲ οὐδὲ ἀφανίζοντι οὔτε μὴν τῆς οἰκείας αὐτὴν ἐξιστῶντι φύσεως, ὁ πρῶτος τὸ τοῦ ὄντος καὶ ἀληθῶς ὑπὲρ οὐσίαν ὄντος μεμυημένος ὄνομα, τῶν οἰκείων καὶ συμφυλετῶν τὴν προστασίαν παρὰ θεοῦ ἐγχειριζόμενος, ἰσχνόφωνον ἐκάλει ἑαυτὸν καὶ βραδύγλωσσον, ὡς οὐ δυνάμενος τῷ θείῳ ἐξυπηρετεῖσθαι βουλήματι καὶ τοῦτο πρὸς τοὐμφανὲς ἄγειν καὶ μεσίτης θεοῦ καὶ