1
ΑΠΑΝΤΑ, ΜΑΞΙΜΟΥ τοῦ ΟΜΟΛΟΓΗΤΟΥ *
2ος Τόμος 14 Α ....................................................................................................................... 1 ΕΡΩΤΑΠΟΚΡΙΣΕΙΣ Α' .......................................................................................................... 1 ΠΡΟΣ ΘΕΟΠΕΜΠΤΟΝ ΣΧΟΛΑΣΤΙΚΟΝ............................................................................. 70 ΕΡΜΗΝΕΙΑ ΕΙΣ ΤΟΝ ΝΘ' (59) ΨΑΛΜΟΝ ......................................................................... 73
2ος Τόμος 14 Α ΕΡΩΤΑΠΟΚΡΙΣΕΙΣ Α' * 14Α_010 ΕΡΩΤΗΣΙΣ 1 ΑΠΟΚΡΙΣΙΣ *** *** πάθεσιν καὶ τὴν προσβολὴν μειοῖ τὴν κακίαν καὶ πάλιν εἰς τὸ
πρότερον ἀποκαθίσταται σχῆμα, τουτέστιν εἰς τὴν κατὰ φύσιν ἐπιθυμίαν εἴ τινες *** ἔφεσις καὶ πόθος Θεοῦ. Τὸ δὲ τὴν χεῖρα βαλεῖν «εἰς τὸν κόλπον» σημαίνει τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν τοῦ Πατρὸς Λόγον, ἐν τῷ ἡμετέρῳ τῆς φύσεως ἐργαστηρίῳ σαρκούμενον· τοῦτο γὰρ ὁ κόλπος καὶ ἡ λευκὴ χεὶρ σημαίνει· καὶ πάλιν ἐν τῷ προτέρῳ σχήματι τῆς χειρὸς ἀποκαθισταμένης δηλοῦται ὡς μετὰ τὴν ἀνάστασιν ὁ Κύριος ἀναλαμφθεὶς ἐν τῷ πατρικῷ κόλπῳ ἀπεκατέστη. Μωυσῆς γὰρ ὡς μεσίτης τοῦ Θεοῦ καὶ τοῦ λαοῦ γεγονώς, ποτὲ μὲν τοῦ Θεοῦ καὶ Πατρὸς πρόσωπον ἐπέχει, ποτὲ δὲ τῆς ἡμετέρας φύσεως.
ΕΡΩΤΗΣΙΣ 2 Τί σημαίνει ὁ ἐν γῇ Σενναὰρ οἰκοδομούμενος πύργος; ΑΠΟΚΡΙΣΙΣ Οἰκοδομοῦμεν καὶ ἡμεῖς πύργον ὅτ᾽ ἂν ἐξ ἀνατολῶν κινηθῶμεν, τουτέστιν
ὅτ᾽ ἂν ἀποκινηθῶμεν τῆς γνώσεως· ἐρχόμεθα δὲ εἰς γῆν Σενναάρ, τουτέστιν εἰς τὸ