Fragmenta in epistulam ii ad Corinthios (in catenis)
2 Kor 1,1
Καὶ τὸ πρότερον αὐτοῖς ἐγκαλῶν οὐ μόνος ἐγκαλεῖ, καὶ νῦν καταλλαττόμενος οὐ μόνος γράφει, τῇ τοῦ ἁγίου Τιμοθέου προσλήψει τὸ πρᾶγμα δεικνὺς ἀξιόπιστον. κἀνταῦθα μὲν τὸ δι' οὗ καὶ τῷ πατρὶ προσήκειν ἔδειξε λέγων διὰ θελήματος θεοῦ. 2 Kor 1,1-2 Ἐπειδὴ ἐν τῇ προτέρᾳ ἐπιστολῇ οὐ μόνος ἐνεκάλεσεν, καὶ νῦν παραμυθούμενος οὐ μόνος γράφει, ἀλλὰ τῇ τοῦ ἁγίου Τιμοθέου προσλήψει τὸ πρᾶγμα δείκνυσιν ἀξιόπιστον. ἐπειδὴ δέ φησιν ἀπὸ θεοῦ πατρὸς ἡμῶν, ἰστέον ὅτι ἐπὶ μὲν τῶν γεννητῶν καὶ θεὸς καὶ πατὴρ λέγεται, ἐπὶ δὲ τοῦ υἱοῦ μόνως πατήρ· τὸ γὰρ ὁ θεὸς μοῦ καὶ ὁ θεὸς ὑμῶν ἐν σαρκὶ ὢν ὁ Χριστὸς ἔλεγεν. 2 Kor 1,3 Αὕτη ἡ δόξα ἣν δοξάζει καὶ ἐπονομασίαις ἐπονομάζει τὸν θεόν, ἤδη τὸ τῆς καταλλαγῆς προμηνύουσιν. πατὴρ τῶν οἰκτιρμῶν καὶ θεὸς πάσης παρακλήσεως· ἐπὶ γὰρ τῶν γεννητῶν καὶ θεὸς καὶ πατὴρ λέγεται, ἐπὶ δὲ υἱοῦ μόνον πατὴρ ὁμολογεῖται. Οἰκείως τοῖς θλιβομένοις ἀπ' οἰκτιρμῶν θεοῦ καὶ παρακλήσεως ἄρχεται, χρηστὰς αὐτοῖς ὑποφαίνων ἐλπίδας· εἰ γὰρ πατὴρ οἰκτιρμῶν ὁ θεός, παρακαλέσειεν ἂν τοὺς δι' αὐτὸν διωκομένους καὶ θλιβομένους. 2 Kor 1,4 Παρακαλῶν ὁ θεὸς καὶ παραμυθούμενος οὐκ ἐπὶ μικροῦ τὴν παραμυθίαν ποιεῖται. Ταῦτα προανακηρύττει, ἐπειδὴ ἔμελλε τὸν κατακριθέντα δι' ἁμαρτίαν ἀνακαλεῖσθαι διὰ τῆς παρακλήσεως. 2 Kor 1,6 Ἡ ἡμετέρα θλίψις ὑμῖν παραμυθία γίνεται· εἰ γὰρ οἱ ἀπόστολοι θλίβονται, πολλῷ μᾶλλον οἱ λοιποί. ἢ καὶ τοῦτό φησιν· εἰ καὶ θλιβόμεθα ὑπὸ τῶν ἀνθρώπων διὰ τὴν ὑμετέραν σωτηρίαν, τοῦτο πάσχομεν, ὅτι ὑμῖν κηρύττομεν τὸν Χριστόν. Ἐὰν παραμυθίας τύχωμεν παρὰ θεοῦ δι' ὑμᾶς, ἵνα ἀρκέσωμεν πρὸς τὴν ὑμετέραν παράκλησιν, ὥστε προτρέπειν ὑμᾶς πάσχειν τὰ αὐτὰ ἃ καὶ ἡμεῖς ὑπομένομεν παθήματα. 279 2 Kor 1,7 Ἐλπίζω ὅτι τὰ αὐτά μοι ὑπομένοντας ὁμοίως παρὰ θεοῦ καὶ τῆς παρακλήσεως τεύξασθαι. 2 Kor 1,8 Οὐκ ἐπιδεικνύμενος διηγεῖται τὰς συμβάσας αὐτῷ ἐν τῇ Ἀσίᾳ θλίψεις, ἀλλὰ πρὸς ὑπομονὴν τῶν παθημάτων αὐτοὺς ἀλείφων. Ἀντὶ τοῦ ὥστε ἀπαγορεῦσαι ἡμᾶς καὶ τοῦ ζῆν. 2 Kor 1,9 Ἀπόκριμα λέγεται ἡ ἀπὸ τοῦ κρίματος ἀπόφασις. ὅσον οὖν τὸ ἐφ' ἑαυτοῖς· τὴν γὰρ ἀπόφασιν τοῦ θανάτου ἐσχήκαμεν, δι' οὗ σωφρονιζόμεθα μὴ πεποιθέναι ἐφ' ἑαυτοῖς ἀλλ' ἐπὶ τῷ σώζοντι θεῷ καὶ τοὺς ἑαυτοὺς ἀπαγορεύοντας. 2 Kor 1,11 Οὐχ ὡς φιλοσωματῶν διαφεύγειν εὔχεται τοὺς ἐπιβουλεύοντας, ἀλλ' ἵνα ὑπηρετῇ τοῖς δοθεῖσιν αὐτῷ χαρίσμασιν, ὅπως ἐκ πολλῶν προσώπων τῶν νῦν καὶ διὰ πολλῶν τῶν ἐσομένων εὐχαριστηθῇ τὸ κήρυγμα διασῶζον αὐτούς· εἰπὼν γὰρ διὰ πολλῶν τὴν διδαχὴν τῶν ἐσομένων ἀπέδειξεν. τὸ δὲ εὐχαριστηθῇ ὑπὲρ ὑμῶν ἀντὶ τοῦ ὑπὲρ ἧς καὶ αὐτοὶ τετυχήκαμεν δωρεᾶς. 2 Kor 1,12α Τοῦτο ἡμῶν τὸ καύχημά ἐστιν ὅτι μαρτυρεῖ ἡμῖν ἡ συνείδησις ἡμῶν ὅτι ὀρθῶς κηρύττομεν. 2 Kor 1,12β Καὶ μὴν τὴν σοφίαν τῶν ἔξωθεν ψυχικὴν εἶναι βούλεται, ἀλλὰ νῦν αἰνίττεται ὅτι οὐκ ἐχρήσατο λόγῳ κατὰ τοὺς ἔξω· ἐφ' ᾧ τε λαβεῖν τι παρ' αὐτῶν, οὐ σαρκικὴν ἔσχε τοῦ κηρύγματος τὴν αἰτίαν. 2 Kor 1,13-14 Οὐκ ἄλλα ἐδιδάξαμεν ὑμᾶς συνόντες ὑμῖν παρ' ἃ νῦν ἐπιστέλλομεν, ἀλλὰ ταῦτα ἃ καὶ ἀναγινώσκετε ἀκαλλώπιστα ὄντα· ὅθεν καὶ ἐπιγινώσκετε ἡμῶν μὲν ἰδιώτην τὸν λόγον ὄντα, τοῦ θεοῦ δὲ τὴν ἐνεργοῦσαν δύναμιν εἰς πίστιν. 280 Καύχημα λέγει τοὺς Korινθίους ὁ Παῦλος ἑαυτοῦ ἐφ' οἷς κατώρθωσε κηρύξας· καύχημα δὲ τῶν Korινθίων αὐτῶν ἐν ἡμέρᾳ Χριστοῦ ὡσανεὶ δόξαν ἐχόντων ἐφ' οἷς ἐδέξαντο τὸ κήρυγμα. Ἐλπίζω ὅτι ἐπιγνώσεσθε, ἐπειδὴ καὶ ἤδη ἀπὸ μέρους ἐπέγνωτε ὅτι ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου καύχημα ὑμῶν ἐσμεν καθὼς καὶ ὑμεῖς ἡμῶν· οἱ μὲν γὰρ ἐφ' οἷς κατόρθωσιν κηρύξαντες σεμνύνονται, οἱ δὲ ἐφ' οἷς ἐπίστευσαν τῷ κηρύγματι