1
Epistulae Collectio Patmensis
ΤΟΥ ΜΑΚΑΡΙΩΤΑΤΟΥ ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΟΥ ΕΠΙΣΤΟΛΑΙ
ΒΑΣΙΛΕΙΩ ΕΠΙΣΚΟΠΩ ΙΣΑΥΡΙΑΣ. Πολλὰς τῇ σῇ θεοσεβείᾳ πέμπων ἐπιστολὰς ὀλίγας κομί ζομαι· τὴν αἰτίαν δὲ ἀγνοῶ· ὀκνῶ γὰρ ἐγκαλέσαι ῥᾳστώνην. Ἐγὼ μέντοι δι' ἑκάστου τῶν ἐνθένδε πρὸς ὑμᾶς ἀπαιρόντων ἐπιστέλλειν σπουδάζω, ζημίαν ἡγούμενος τὴν τοιαύτην σιγήν, καὶ τῶν τῆς ἀγάπης καρπῶν τὸν ἀξιέραστον συλλέγειν ἐφιέμενος πλοῦτον. Τεκμηριοῖ δέ μου τὴν γνώμην καὶ τάδε τὰ γράμματα· οὐ γὰρ δεξάμενος ἐπιστολὴν τῆς σῆς ὁσιότητος, διὰ τοῦ θεοφιλεστάτου Παύλου τοῦ ἐπισκόπου καὶ γράφω καὶ τὴν φιλτάτην ἐμοὶ περιπτύσσομαι κεφαλήν, καὶ παρακαλῶ ἐν μὲν τοῖς γράμμασιν τῶν ἴσων τυγχάνειν, ἐν δὲ ταῖς προσευ χαῖς τῶν μειζόνων. Μεγάλα γὰρ κερδαίνειν μεγαλαυχῶ τῶν ὑμετέρων μεταλαγχάνων εὐχῶν. 2 ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΑΓΚΥΡΑΣ. Ἀψευδὴς ἄρα τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἡ ὑπόσχεσις. Ὑπέσχετο δὲ εἰς ἅπασαν χυθήσεσθαι τὴν οἰκουμένην τὴν τῆς θεογνωσίας διδασκαλίαν· βοᾷ δὲ τὰ πράγματα μαρτυ ροῦντα τῷ λόγῳ. Οὐ γὰρ μόνον ἔθνη καὶ πόλεις καὶ κώμας καὶ ἀγροὺς καὶ ἐσχατιὰς ἰθύνουσι τῆς εὐσεβείας οἱ τρόφιμοι καὶ οἱ τῆς ἱερωσύνης ἠξιωμένοι, ἀλλὰ καὶ αὐτὰ τῶν στρατιωτῶν τὰ τάγματα, ἐν πόλεσι καὶ κώμαις διάγοντα, ἀφιερωμένους ἔχει νομέας. Τούτων εἷς ἐστι καὶ ὁ εὐλαβέστατος διάκονος Ἀγαπητός, ὃς αὐχεῖ μὲν πόλιν τὴν τῆς ἡμετέρας ἐπαρχίας μητρόπολιν, στρατιωτικὸν δὲ τάγμα ἐτάχθη πρὸς τὰ θεῖα ῥυθμίζειν· οὗ δὴ χάριν καὶ νῦν ἐπὶ τὴν Θρᾴκην ἀπῆρεν· ἐκεῖ γὰρ τούτου συμβαίνει διάγειν τὸν ἀριθμόν. Τὴν γὰρ δεσποτικὴν ἐκείνην δέδιεν ἐντολήν· Ὦ ποιμένες, ποιμένες , λέγουσαν, τὸ συντετριμμένον οὐ κατεδήσατε, τὸ καταπεπτω κὸς οὐκ ἀνωρθώσατε, τὸ πεπλανημένον οὐκ ἐπεσ τρέψατε . Αὐτὸς μὲν οὖν τήνδε τὴν κατηγορίαν δειμαίνων ἐντεῦθεν ἀπῆρεν, ἐμοὶ δὲ προὐξένησε τὸ σφόδρα ποθούμενον· ἀξιέραστα γάρ μοι τὰ πρὸς τὴν σὴν ἁγιότητα γράμματα. Τοῦτο δέ μοι καὶ πεποίηκε καὶ τρέφει τὸν ἔρωτα, ἡ παρὰ πάντων φερομένη τῆς σῆς ὁσιότητος εὐφημία, ἣν αὔξεσθαι προσεύχο μαι καθ' ἑκάστην ἡμέραν εἰς ὑμνῳδίαν τοῦ δεσπότου Χριστοῦ καὶ ὠφέλειαν τῶν αὐτῷ τριποθήτων λαῶν. Ἐμοὶ δὲ μέγιστον ἀγαθὸν τὸ τῆς θείας ἐπὶ τοῖς ἐπταισμένοις φιλανθρωπίας τυχεῖν· ἧς ἀπολαύσαιμι ῥᾴδιον εἰ προσεύξαιο, δέσποτα. 3 ΘΕΟ∆ΟΤΩ ΚΟΜΗΤΙ. Ἐγὼ διηνεκῶς τῶν ἐκεῖθεν ἀφικνουμένων διατελῶ πυνθανό μενος, πῶς ἡ σὴ διάκειται μεγαλοπρέπεια κατά τε ψυχὴν κατά τε τὸ σωμάτιον, ἧς πολλὴν ἔχω τὴν φροντίδα, καὶ σφό δρα πολλήν. Θνητὸν γὰρ τοῦτο καὶ ἐπίκηρον καὶ μόνιμον ἔχον οὐδέν· τό τε γὰρ τῆς νεότητος ἄνθος ὑποῤῥεῖ καὶ μαραίνεται, ἥ τε ὥρα πολλὰς ἔχει μεταβολάς, τὰς μὲν ὑπὸ τοῦ χρόνου, τὰς δὲ ὑπὸ παθημάτων ἐργαζομένας. Οὕτω δὲ αὖ καὶ ἡ ῥώμη δαπα νᾶται, καὶ τὴν εὐεξίαν ἀσθένεια διαδέχεται. Τῆς δέ γε ψυχῆς [ἄσ]υλα τὰ ἀγαθὰ, καὶ τὸ κάλλος ἀγήρατον, καὶ ὁ πλοῦτος οὔτε συκοφάνταις οὔτε κακούργοις προκείμενος, ἀλλὰ πᾶσαν ὑπερ βαίνων ἐπιβουλὴν καὶ διαρκῶν εἰς τοὺς ἀπεράντους αἰῶνας. Τούτου δὴ χάριν ταύτης πέρι διαφερόντως φροντίζων γάννυ μαι μανθάνων ὡς