1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

1

Commentarii in Job (In Catenis)

39.1120 ΚΕΦ. Αʹ, στ. αʹ. Ἄνθρωπος τις ἦν ἐν χώρᾳ Τῇ Αὐσίτιδι, ᾧ ὄνομα Ἰώβ. ∆ιδύμου. Ὑψηλότερον δὲ, Αὐσῖτις βουλὴ ἑρμη νεύεται, κατὰ τὴν Ἑλλάδα φωνὴν, ἐν ᾗ ᾤκει ὁ δί καιος. Ὀξύθυμος μὲν γὰρ μετὰ ἀβουλίας πράσσει· διὸ τυφλὰ παρ' αὐτῷ γεννᾶται, καθάπερ τοῖς κυσὶ, καὶ τὰ πράγματα καὶ τὰ ῥήματα· ὁ δὲ δίκαιος οὐδὲν ἀβούλως ποιεῖ, τῷ σοφῷ παραγγέλματι ἐκείνῳ πει θόμενος· Μετὰ βουλῆς πάντα ποίει. Τὸ δὲ Ἰὼβ ὄνομα ὑπομονὴ νοεῖται καὶ ἔστιν, ὡς γενέσθαι τοῦ τον ὃ προεκλήθη, ἢ κληθῆναι ὅπερ ἐγένετο Στ. βʹ. Ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυ γατέρες τρεῖς ∆ιδύμου. Ἐνταῦθα δὲ καὶ ὁ τῶν παίδων κατά λογος τίμιος παρὰ τῇ Γραφῇ, καὶ λόγοις σύμφω νος μυστικοῖς. Τίς γὰρ οὐκ οἶδε τὴν ἑβδόμην ἀπ αρίθμησιν τῶν ἑπτὰ χαρισμάτων μηνύειν τὴν σύν οδον, ὥσπερ οὖν καὶ τὴν τρίτην ἐκφώνησιν, πρὸς τὸ τελειότερον ὁρᾷν καὶ θειότερον; ἵνα μάθωμεν τὴν ἐν Τριάδι πίστιν τῆς ἑβδόμης [ἴσ. ἑβδομαίας] χάριτος εἶναι δημιουργὸν, καθάπερ τινὰ κεφαλὴν ἐπιτιθεμέ νην ταῖς ἀρεταῖς. Στ. γʹ. Καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς, τῶν ἀφ' ἡλίου ἀνατολῶν. ∆ιδύμου. Πρὸς μὲν οὖν τὸ ῥητὸν, εὐγενὴς τοῦ ἀφ' ἡλίου ἀνατολῶν, λέγεται, διὰ τὴν κατὰ σάρκα τοῦ Ἀβραὰμ οἰκειότητα· πρὸς δὲ ἀναγωγὴν, οἱ υἱοὶ τοῦ φωτὸς, καὶ τέκνα Θεοῦ δι' ἔργων φωτεινῶν χρηματίζονται, οὗτοί εἰσιν οἱ ἀφ' ἡλίου ἀνατολῶν. Ὁ γὰρ δίκαιος εὐγένειαν κτᾶται, οὐκ ἀπ' ἀνθρώπων, ἀλλ' ἀπὸ τοῦ φωτὸς τοῦ ἡλίου τῆς δικαιοσύνης, καταλαμ πομένην. Στ. ςʹ. Καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου, ἀπέστειλεν Ἰὼβ καὶ ἐκαθάριζεν αὐτοὺς, ἀνιστάμενος τὸ πρωῒ, κ. τ. λ. ∆ιδύμου. Καὶ κατὰ τὸν εἰρηκότα, Ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σὲ, ὁ Θεός· καί· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω, οὐ πρὸς ἕτερον ἔργον ὁ μακάριος Ἰὼβ τὸ πρωῒ ἀνίστατο, ἀλλὰ πρὸς Θεὸν [ἴσ. τῷ Θεῷ], ὑπὲρ τῶν παίδων θυ σίαν προσάγων [ἴσ. προσάξων], κατὰ τὸν ἀριθμὸν αὐτῶν· ὅ ἐστι, καθ' ἕκαστον, καὶ εὐτάκτως· οὐδὲν γὰρ συγκεχυμένον ἐν σπουδαίῳ. Ἀλλὰ καὶ μετὰ τοῦτο, ὑπὲρ πάντων μόσχον προσῆγε κατὰ τὸν ἴδιον τρόπον, καὶ τῇ τῶν παίδων ἀγωγῇ συνεθίζων. Οὕτω γοῦν καὶ ἐκαθάριζεν αὐτοὺς μετὰ τὸ συντελεσθῆναι τὸν πότον, μετὰ τῆς αἰσθητῆς καθάρσεως, καὶ τὰ συντελοῦντα πρὸς διάνοιαν καθάρσια παραδεικνύς. 39.1121 Φαίνεται γὰρ προφητικῶς καὶ κατὰ νόμον, καὶ κατὰ χάριν τὰς θυσίας πληρῶν. Κατὰ νόμον μὲν, τὰς διαφόρους· κατὰ χάριν δὲ, τὸν ἕνα μόσχον τὸν περὶ ἁμαρτίας. Καὶ γὰρ ἡ τοιαύτη θυσία τῆς χάριτος προεμήνυε τὴν ἀλήθειαν, τὴν μίαν τυποῦσα κατὰ σάρκα θυσίαν τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. Εἰ δὲ ὁ ὑπὲρ ἁπάντων προσαγόμενος μόσχος τὸν δι' ἡμᾶς σταυρὸν ὑπομείναντα Σωτῆρα δηλοῖ, συνεπίσκεψαι καὶ μὴ θαυμάσῃς· οὐ γὰρ ἀμύητος ἦν ὁ Ἰὼβ τῆς τοῦ Σωτῆρος ἐπιδημίας, ὁ λέγων, ὅτι αὐτός ἐστιν ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. Στ. ζʹ. Καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ Κυρίῳ, εἶπε· Περιελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ' οὐρανὸν, πάρειμι. ∆ιδύμου. Σημειωτέον δὲ, ὅτι διάφοροι τόποι ἡ γῆ καὶ ἡ ὑπ' οὐρανόν εἰσι· τῆς μὲν γῆς ὑπὸ τὸν οὐρα νὸν οὔσης, τῶν δὲ ὑπ' οὐρανὸν τόπων οὐ πάντως γῆς ὑπαρχόντων. Τὴν μὲν οὖν γῆν περίεισιν, ἵνα κατα νοήσῃ περὶ τίνος ἀνθρώπου αἰτήσει· τὴν δὲ ὑπ' οὐ ρανὸν ἐμπεριπατεῖ, εὐφραινόμενος τοῖς πνευματικοῖς τῆς πονηρίας, τοῖς ὑπηρετοῦσιν αὐτῷ πρὸς τὰ αἴ σχιστα. Οὐ δεῖ δὲ ξενίζεσθαι, εἰ λεπτὸν ὑπάρχων πνεῦμα, διέβη τοὺς προειρημένους τόπους· καὶ γὰρ οὐδὲ ὁ Θεὸς ὡς ψευδόμενον αὐτὸν ἤλεγξε. Τὸ μέντοι ἀνήμερον καὶ ἀφιλάνθρωπον τοῦ τρόπου, τῇ τοσαύτῃ περιόδῳ καταμηνύει ὁ πονηρός. Μανικοῦ γάρ τινος καὶ ὑπὸ ἐμπληξίας περινοστοῦντός ἐστι τὰ ῥήματα· καθὼς καὶ ἑτέρωθί που εἴρηται· Ὅτι ὁ