2
τῆς θείας φωνῆς Παύλου τοῦ ἀποστόλου, ὃς αὐτοῖς Γαλάταις γράφων παρῄνει μὴ μετατίθεσθαι «ἀπὸ τοῦ καλέσαντος» αὐτοὺς «ἐν χάριτι Χριστοῦ εἰς ἕτερον εὐαγγέλιον» «οὐκ ἔστιν» γὰρ «ἄλλο», ὡς αὐτὸς ἔφη, «εἰ μή τινές εἰσιν οἱ ταράσσοντες» αὐτοὺς 1.1.8 «καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ», κἀκείνῳ δὲ ἀναγκαίως προσέχειν τὸν νοῦν, δι' οὗ καὶ ἑαυτοῦ καθαπτόμενος ὁ τοσοῦτος ἀπόστολος εἰς δυσώπησιν τῶν διαστρέφειν τοὺς ἄνδρας πειρωμένων προσετίθει λέγων «ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ ὑμῖν εὐαγγελίσηται παρ' ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα 1.1.9 ἔστω». ὃ δὴ ἐπαναλαβὼν δευτεροῖ φάσκων «ὡς προειρήκαμεν καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω». τί δὲ ἦν τοῦτο, παρ' ὃ οὐκ ἦν εὐαγγελίζεσθαι ἄλλο εὐαγγέλιον, ἤ που πάντως αὐτὸ ἐκεῖνο ὃ δὴ τοῖς αὐτοῦ παραδιδοὺς μαθηταῖς ὁ σωτὴρ ἀναγέγραπται εἰρηκὼς «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ 1.1.10 τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος»; ταύτην γὰρ ἡμῖν τὴν χάριν τῆς γνώσεως τῆς ἁγίας τριάδος μόνος αὐτὸς διὰ τῆς μυστικῆς δεδώρηται ἀναγεννήσεως, οὔτε Μωσέως οὔτε προφητῶν τινος τῷ προτέρῳ λαῷ ταύτην διακονησαμένου· μόνῳ γὰρ ἔπρεπεν τῷ υἱῷ τοῦ θεοῦ τὴν πατρικὴν ἅπασιν ἀνθρώποις εὐαγγελίσασθαι χάριν, ἐπειδήπερ «ὁ νόμος διὰ Μωσέως ἐδόθη», διὰ δὲ μόνου «Ἰησοῦ Χριστοῦ», ὡς διὰ 1.1.11 «μονογενοῦς υἱοῦ» Ἰησοῦ, «ἡ χάρις καὶ ἡ ἀλήθεια» ἐγένετο. ἔνθεν εἰκότως ὁ μὲν παιδαγωγοῦ τρόπον νηπιάζοντι τῷ προτέρῳ λαῷ «στοιχεῖα τῆς ἀρχῆς τῶν τοῦ θεοῦ» παρεδίδου «λογίων», πολυθέου μὲν ἀπείργων πλάνης, θεὸν δὲ κηρύττων ἕνα μόνον εἰδέναι. ἡ δὲ σωτήριος χάρις, ὑπερκόσμιόν τινα καὶ ἀγγελικὴν ἡμῖν παρέχουσα γνῶσιν, τὸ πάλαι τῷ προτέρῳ λαῷ σεσιγημένον μυστήριον ἀναφανδὸν ἐξεκάλυπτεν, αὐτὸν τὸν ἐπέκεινα τῶν ὅλων θεόν, τὸν τοῖς πάλαι ἀνθρώποις ἐγνωσμένον, θεὸν ἅμα καὶ πατέρα εἶναι υἱοῦ τοῦ μονογενοῦς κηρύττουσα, τήν τε τοῦ ἁγίου πνεύματος διὰ τοῦ υἱοῦ τοῖς 1.1.12 ἀξίοις ἐπιχορηγοῦσα δύναμιν. αὐτόθεν πως τὴν ἁγίαν καὶ μακαρίαν καὶ μυστικὴν τριάδα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος εἰς σωτήριον ἐλπίδα διὰ τῆς ἐν Χριστῷ ἀναγεννήσεως ἡ τοῦ θεοῦ ἐκκλησία παραλαβοῦσα φυλάττει. καὶ τοῦτ' ἦν τὸ εὐαγγέλιον, ὃ μὴ θεμιτὸν εἶναι μετατίθεσθαι «εἰς ἕτερον εὐαγγέλιον, ὃ οὐκ ἔστιν ἄλλο» ὁ μέγας ἀπόστολος εἰσέτι δεῦρο Γαλάταις μαρτύρεται, διὰ τῆς πρὸς αὐτοὺς ἐπιστολῆς βοῶν «κἂν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμᾶς παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω»· πόρρωθεν, ὡς εἰκός, μηδ' ἐπισκόποις μηδ' ἄρχουσιν μηδὲ διδασκάλοις προσέχειν, εἰ τὸν ἀληθῆ τῆς πίστεως διαστρέφοι τις αὐτῶν λόγον, διαστελλό1.1.13 μενος. τίς δ' ἦν οὗτος ἢ ὁ θεὸν πατέρα εἰδέναι διδάσκων καὶ υἱὸν θεοῦ γιγνώσκειν παραδιδοὺς καὶ πνεύματος ἁγίου φιλοτιμεῖσθαι μετέχειν; ἅπερ μόνων ἂν γένοιτο Χριστιανῶν γνωρίσματα, ὧδέ πη τῆς 1.1.14 ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἀφοριζομένης τοῦ Ἰουδαϊκοῦ τρόπου. ὡς γὰρ ἐκεῖνος τὴν πολύθεον καὶ Ἑλληνικὴν ἀπεδοκίμαζεν πλάνην ἑνὸς θεοῦ ὁμολογίᾳ, οὕτως καὶ τῆς ἐκκλησίας ἡ ἐξαίρετος περὶ υἱοῦ γνῶσις κρεῖττόν τι καὶ πλέον τι προὐξένει, τὸν αὐτὸν θεὸν πατέρα εἰδέναι μονογενοῦς υἱοῦ διδάσκουσα, ἀληθῶς υἱοῦ ὄντος καὶ ζῶντος καὶ ὑφεστῶτος. «ὡς γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ» αὐτὸς λέγων ἐδίδασκεν ὁ μονο1.1.15 γενὴς τοῦ θεοῦ, ἵν' ᾖ καὶ ὁ πατὴρ ἀληθῶς πατὴρ οὐ μέχρι φωνῆς ὧδέ πη χρηματίζων, οὐδὲ ψευδῆ κεκτημένος τὴν προσηγορίαν, ἀληθείᾳ δὲ καὶ ἔργῳ πατὴρ υἱοῦ μονογενοῦς καὶ ὁ υἱὸς ἀληθῶς υἱός. ὁ δὲ ψιλὸν λόγον εἶναι τὸν υἱὸν ὑπολαμβάνων καὶ μόνον λόγον εἶναι μαρτυρόμενος καὶ πολλάκις τοῦτ' αὐτὸ λέγων ὡς οὐδὲν ἕτερον ἦν ἢ λόγος, ἔνδον μένων ἐν ἡσυχάζοντι τῷ πατρὶ ἐνεργῶν δὲ ἐν τῷ τὴν κτίσιν δημιουργεῖν, ὁμοίως τῷ