1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

7

προφητικοὺς φέρεταί τις ἐκ νεκρῶν ἐγηγερμένος, πάλιν κἀνταῦθα σφάλλεται, πρῶτον λέγων Ἐλισσαῖον τὸν προφήτην ἐκ νεκρῶν ἐγεῖραι· ἀγνοήσας ὡς καὶ πρὸ Ἐλισσαίου Ἠλίας ὁ μέγας τὸν τῆς χήρας υἱὸν ἀποθανόντα ἀνέστησεν, ὡς ἔστιν 1.2.15 μαθεῖν ἐκ τῆς τρίτης τῶν Βασιλειῶν; ὁ δὲ καὶ τοῦτ' ἀγνοήσας φαίνεται, δι' ὧν ταῦθ' οὕτως γράφει οὐ μόνον τοίνυν τῆς «καινῆς κτίσεως» πρωτότοκον αὐτὸν ὁ ἀπόστολος εἶναι φησίν, ἀλλὰ καὶ πρωτότοκον «ἐκ νεκρῶν», δι' οὐδὲν ἕτερον, ἐμοὶ δοκεῖν, ἀλλ' ἵνα διὰ τοῦ πρωτοτόκου «τῶν νε κρῶν», ὅπως καὶ «πρωτότοκος ἁπάσης κτίσεως» εἴρηται, γνωσθῆναι δυνηθῇ. οὐ γὰρ ἐκ νεκρῶν ἀνέστη πρῶτος ὁ δεσπότης ἡμῶν Ἰησοῦς Χριστός· ἀλλ' ὁ δι' Ἐλισσαίου τοῦ προφήτου ἀναστὰς ἀνέστη πρό τερος, καὶ Λάζαρος δὲ πρὸ τῆς αὐτοῦ ἀναστάσεως ἀνέστη, καὶ ἐν τῷ καιρῷ τοῦ πάθους «πολλὰ σώματα τῶν κεκοιμημένων» ἀνέστησαν. 1.2.16 καὶ τοῦτο δὲ ἀθεωρήτως δοκεῖ μοι τεθεικέναι ὁ Μάρκελλος, λέγω δὲ τὸ «πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων» πρὸ αὐτοῦ ἐγηγέρθαι. οὐ γὰρ προσέσχεν ὅλῃ τῇ τοῦ εὐαγγελίου γραφῇ διδασκούσῃ, ὅτι «μετὰ τὴν 1.2.17 ἔγερσιν αὐτοῦ» τὰ τῶν ἁγίων ἐγήγερται σώματα. εὕροις δ' ἂν αὐτὸν σφαλλόμενον καὶ ἐν τῇ τοῦ ἀποστολικοῦ ῥητοῦ ἐκθέσει. ὁ μὲν γὰρ θεῖος ἀπόστολος Ῥωμαίοις γράφων τάδε φησὶν «ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος ∆αυὶδ κατὰ σάρκα, 1.2.18 τοῦ ὁρισθέντος υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης». ὁ δέ, οὐκ οἶδα ποίᾳ διανοίᾳ, κἀνταῦθα διαστρέφει τὴν ἀποστολικὴν λέξιν, ἀντὶ τοῦ «ὁρισθέντος» ποιήσας προορισθέντος, ἵν' ᾖ ὅμοιος τοῖς 1.2.19 «κατὰ πρόγνωσιν» προορισθεῖσιν. λέγει οὖν κατὰ λέξιν οὕτως ὥσπερ οὖν τὴν ἐκκλησίαν πάλαι προωρίσατο ὁ παντο κράτωρ θεός, οὕτω καὶ τὴν κατὰ σάρκα τοῦ Χριστοῦ οἰκονομίαν, δι' οὗ τὸ τῶν θεοσεβῶν γένος «εἰς υἱοθεσίαν» καλέσαι προω ρίσατο, πρότερον θεμελιώσας ἐν τῇ αὐτοῦ διανοίᾳ. διὰ τοῦτο ὁ ἀπόστολος τῷ ἁγίῳ πνεύματι σαφῶς προαγορεύει «τοῦ προορι σθέντος υἱοῦ θεοῦ» λέγων. καὶ αὖθίς φησιν ἐν ἑτέροις οὗτός ἐστιν περὶ οὗ ὁ Παῦλος ἔφη «τοῦ προορισθέντος υἱοῦ θεοῦ». 1.2.20 καὶ ἐνταῦθα δὲ οὐ τὴν λέξιν μόνην τὴν ἀποστολικὴν παρέφθειρεν, ἀλλὰ καὶ τὴν διάνοιαν αὐτὴν διὰ τῆς προσθήκης τῆς τοῦ πρὸ προθέσεως. ἀδελφὰ δὲ τούτοις πράττων, τῆς ψαλμῳδίας περιεχούσης «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», ὁ δὲ κἀνταῦθα προσθήκῃ κέχρηται τῇ μηδαμῶς ἐμφερομένῃ πρὸς τὸ καταμέμφεσθαι τῷ μὴ 1.2.21 ὁμοίως αὐτῷ φάσκοντι. ἐπάκουσον οὖν ὅπως γράφει λέγων διὰ τοῦτο τοίνυν δοκεῖ μοι καλῶς ἔχειν ἔτι περὶ ὧν μη1.2.22 δέπω πρότερον διῆλθον νυνὶ διελθεῖν. τὰ γὰρ πλεῖστα τῶν ὑπ' αὐτοῦ γραφέντων ἐκ τῶν ἤδη προειρημένων ἡμῖν γέγονεν δῆλα. 20»ἐκ γαστρὸς»20 φησὶν 20»πρὸ ἑωσφόρου ἐξεγέννησά σε»20. ᾤετο γὰρ πάντως που τὴν ἐξ πρόθεσιν κλαπεῖσαν συνδραμεῖσθαι τῇ τῆς αἱρέσεως γνώμῃ. διὸ τὸ κυριώτατον τῆς συλλαβῆς ἐξελὼν τὴν ἀρχαίαν αὐτοῦ ἀναγέννησιν σημῆναι ἐβουλήθη. καὶ ἐπειδήπερ ἐν τούτοις ἰσχυρῶς διετείνατο περὶ τοῦ οἰκείου σφάλματος τὸν ὀρθῶς γράψαντα μεμψάμενος, οὐδὲν αὐτὸς εἰπών, τοῖς ἐντυγχάνουσιν τὴν αὐτὴν τῆς ἀναγνώσεως παραδίδωσι μαρτυρίαν. 1.2.23 προϊὼν δ' αὖθις ὁ αὐτὸς εἰσάγει τὸν σωτῆρα λέγοντα «ἐγώ εἰμι ἡ ἡμέρα», ὧδέ πη φάσκων σκότους γὰρ ὄντος πρότερον διὰ τὴν τῆς θεοσεβείας ἄγνοιαν, τῆς δὲ ἡμέρας φαίνεσθαι μελλούσης «ἐγὼ» γάρ «εἰμι» φησὶν «ἡ ἡμέρα» εἰκότως τὸν ἀστέρα ἑωσφόρον ὀνομάζει. 1.2.24 καὶ ἐν ἑτέρῳ τόπῳ φησὶν ἐπειδὴ τὴν μετὰ τὴν τῆς σαρκὸς ἀνάληψιν Χριστός τε καὶ Ἰησοῦς κηρύττεται, ζωή τε καὶ ὁδὸς καὶ ἡμέρα. καὶ αὖθις προϊὼν τοῦ ἀποστόλου τίθησιν τὸ «ἡ δὲ ἡμετέρα Ἱερουσαλὴμ ἄνω ἐστίν». 1.2.25 καὶ τί με δεῖ μηκύνειν, παρὸν τῷ βουλομένῳ ἐκ τῶν εἰρημένων τὰ παραπλήσια ἐκ τοῦ παντὸς