1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

19

αἰώνιον ὡμολογήκασιν· οἱ δὲ τὸν ἄνθρωπον ἀρνησάμενοι υἱὸν εἶναι θεοῦ θεὸν προόντα ὑπεστήσαντο. ἀλλ' οἱ μὲν τῆς ἐκκλησίας ἀλλότριοι μέχρι τοσούτου πλάνης ἤλασαν. ὁ δὲ τῆς ἐκκλησίας τοῦ θεοῦ τοσούτοις καθηγησάμενος χρόνοις τὴν ὕπαρξιν ἀναιρεῖ τοῦ υἱοῦ τοῦ θεοῦ, τῷ τε αὐτοῦ λειτουργήσας θυσιαστηρίῳ ἑαυτὸν μὲν αἰωνίου καὶ ἀθανάτου ζωῆς τεύξεσθαι τάχα που πιστεύει, 2.1.10 τὸν δ' ἀρχιερέα ταύτης ἀποστερεῖ. ἔχομεν δὲ «ἀρχιερέα μέγαν» κατὰ τὸν ἀπόστολον «διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ», ὃν οὔτε προεῖναι οὔτε προϋφεστάναι τολμᾷ λέγειν, ἀλλὰ μηδὲ ἔσεσθαι μηδὲ τοῖς ἁγίοις τοῦ θεοῦ συνέσεσθαι κατ' αὐτὴν ἐκείνην τὴν ἐπαγγελίαν τῆς τῶν οὐρανῶν βασιλείας. τηνικαῦτα γὰρ τῶν ἁγίων ἁπάντων μεθεξόντων τῆς τοῦ θεοῦ βασιλείας ἐν ἀφθάρτοις καὶ ἀθανάτοις σώμασιν, μόνον τὸν Χριστὸν καὶ τὴν σάρκα ἣν ἀνεί2.1.11 ληφεν ἀποστερεῖ αὐτῆς. καὶ οὐ φρίττει τὸν ἀρχηγὸν τῆς ἀναστάσεως, τὸν τῆς αἰωνίου ζωῆς τοῖς πᾶσιν αἴτιον, ἐκπεσεῖσθαι τῆς βασιλείας οὐ μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς ζωῆς ἀποφαινόμενος· ὥσπερ ἂν εἴ τις ὀφθαλμοὺς μὲν δῷ, φῶς δὲ τὸ τῆς τούτων χορηγὸν ἐκλάμψεως ἀνέλοι. καὶ οὔτε ὁ τοσοῦτος τοῦ θεοῦ ἄγγελος Γαβριὴλ οὔτε ὁ μέγας προφήτης ∆ανιήλ, περὶ οὗ ἐλέχθη «μὴ σὺ σοφώτερος εἶ τοῦ ∆ανιήλ;» οὔτε ὁ τοσοῦτος Ἡσαΐας οὔθ' ὁ λοιπὸς τῶν προφητῶν 2.1.12 χορὸς τοιαῦτα μὴ γράφειν μηδὲ φρονεῖν τὸν ἄνδρα ἔπεισαν, οὔτ' αὐτοὶ Ἰουδαῖοι, παρ' οἷς ὁ προσδοκώμενος εἰσέτι νῦν Χριστός, ὃν Ἠλειμμένον καλεῖν εἰώθασιν, ἀγήρω τὴν βασιλείαν καὶ ἀθάνατον ἕξειν ἐλπίζεται. ἀλλὰ καὶ τούτων γέγονε χείρων ὁ καὶ εἰς τὴν ἀρχὴν ὁμοῦ καὶ εἰς τὸ τέλος τοῦ υἱοῦ τοῦ θεοῦ ἀσεβῆσαι τολμήσας, ὃν οὐδ' αὐτὸς ὁ θεῖος ἀπόστολος κατεδυσώπησεν μὴ τοιαῦτα ἀσεβεῖν, ἄντικρυς λέγων «πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν», καὶ κληρονόμους μὲν ἡμᾶς ἔσεσθαι τοῦ θεοῦ, οὐ μὴν δίχα Χριστοῦ, «κληρονόμοι» γάρ 2.1.13 φησιν «θεοῦ, συγκληρονόμοι δὲ τοῦ Χριστοῦ, εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν». καὶ πάλιν «εἰ δὲ ἀπεθάνομεν» φησὶν «σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ, εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει· θάνατος αὐτοῦ οὐκέτι κυ2.1.14 ριεύσει», καὶ αὖθις «τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν». οὐκοῦν ἡ αἰώνιος ζωὴ οὐκ ἄλλως ἡμῖν πορισθήσεται ἢ «ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν»· καὶ ἡ ἐλπὶς ἡμῶν οὐχ ἁπλῶς ζῆσαι, ἀλλὰ σὺν αὐτῷ δοξασθῆναι καὶ σὺν αὐτῷ κληρονομῆσαι καὶ σὺν αὐτῷ βασιλεῦσαι· πάντα γὰρ ἡμῖν ἐκ τῆς αὐτοῦ 2.1.15 κοινωνίας ὑπάρξει. ὃ διδάσκει ὁ αὐτὸς φήσας «πιστὸς ὁ θεός, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν». τίς δ' ἡ κοινωνία, παρίστησιν «καὶ συνήγειρεν» λέγων «καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος 2.1.16 ἐν χρηστότητι ἐφ' ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ». ὁ δ' αὐτὸς καὶ ταῦτα περὶ τοῦ σωτῆρος ἐδίδασκεν φάσκων «ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσιόντας δι' αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν 2.1.17 εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν». οὐ μὴν ἀλλὰ καὶ τὸν Μελχισεδὲκ «εἰς τὸ διηνεκὲς» ἱερέα μένειν ἔλεγεν διὰ τὸ ἀφωμοιωμένον εἶναι «τῷ υἱῷ τοῦ θεοῦ». ἀλλ' ὅτι μὲν τούτοις ἅπασιν Μάρκελλος τἀναντία γράφειν ἐτόλμα μικρὸν ὕστερον παρατεθήσεται, νυνὶ δὲ ὅπως ἐφρόνει περὶ τοῦ μηδὲ τὴν ἀρχὴν εἶναι μηδ' ὑφεστάναι τὸν τοῦ θεοῦ υἱὸν θεασώμεθα πρότερον. 2.2.1 Ἐπισκήψας τοῖς εἰρηκόσιν τὸν υἱὸν τοῦ θεοῦ ἀληθῶς υἱὸν εἶναι 2.2.1 ζῶντα καὶ ὑφεστῶτα, τὴν ἑαυτοῦ δόξαν φανερὰν καθίστησιν αὐταῖς συλλαβαῖς γράφων οὕτως οὐκοῦν πρὸ μὲν τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἕτερον ἦν πρὸ τοῦ τὴν ἀνθρω πίνην