1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

20

ἀναλαβεῖν σάρκα 20τὸ κατελθὸν «ἐπ' ἐσχάτων τῶν ἡμε ρῶν»20, ὡς καὶ αὐτὸς γέγραφεν, 20καὶ τὸ γεννηθὲν ἐκ τῆς παρθένου20; οὐδὲν ἕτερον ἦν ἢ λόγος. 2.2.2 εἶτα προϊὼν ἑξῆς ἀίδιον αὐτὸν λέγει, ἀγένητον αὐτὸν οὕτως ὁριζόμενος. γράφει δὲ οὕτως ἀκούεις τοίνυν τῆς συμφωνίας τοῦ ἁγίου πνεύματος, διὰ πολλῶν καὶ διαφόρων προσώπων τῇ τοῦ λόγου μαρτυρούσης 2.2.3 ἀιδιότητι. καὶ διὰ τοῦτο ἄρχεται μὲν ἀπὸ τῆς ἀιδιότητος τοῦ λόγου, «ἐν ἀρχῇ ἦν ὁ λόγος» λέγων «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». τρισὶν ἐπαλλήλοις μαρτυρίαις χρώ μενος τὴν ἀιδιότητα τοῦ λόγου δεικνύναι βούλεται. καὶ μεθ' ἕτερα ἐπιλέγει πρότερον γάρ, ὥσπερ πολλάκις ἔφην, οὐδὲν ἕτερον ἢ λόγος ἦν. 2.2.4 καὶ προστίθησιν, ὅτι οὐδὲ «εἰκὼν» ἦν «τοῦ θεοῦ τοῦ ἀοράτου», φάσκων οὐκοῦν πρόδηλον, ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως ὁ λόγος καθ' ἑαυτὸν οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου θεοῦ. καὶ αὖθις μεθ' ἕτερα ἐπιφέρει τί τοίνυν ἦν 20τὸ κατελθὸν20 τοῦτο πρὸ τοῦ ἐνανθρωπῆσαι; πάντως πού φησιν· πνεῦμα. εἰ γάρ τι παρὰ τοῦτο ἐθέλοι λέγειν, οὐ συγχωρήσει αὐτῷ ὁ πρὸς τὴν παρθένον εἰρηκὼς ἄγγελος «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπί σε». εἰ δὲ πνεῦμα εἶναι φήσει, ἄκουε τοῦ σωτῆρος λέγοντος «πνεῦμα ὁ θεός». 2.2.5 σαφῶς ἐντεῦθεν τοῦ σωτῆρος περὶ τοῦ πατρὸς εἰρηκότος «πνεῦμα ὁ θεός», ἐλέγχεται Μάρκελλος αὐτὸν τὸν πατέρα ἐνηνθρωπηκέναι εἰπών. ὁ δ' ἔτι μᾶλλον φιλοτιμεῖται, γράφων ὧδε καὶ μανθανέτω τοίνυν θεοῦ λόγον ἐληλυθέναι, οὐ 20λόγον καταχρηστικῶς ὀνομασθέντα20, ὡς αὐτοί φασιν, ἀλλ' ἀληθῆ ὄντα λόγον. 2.2.6 καὶ αὖθις προστίθησιν ταῦτα τοῖς εἰρημένοις εἰ μὲν γὰρ ἡ τοῦ πνεύματος ἐξέτασις γίγνοιτο μόνη, ἓν καὶ ταὐτὸν εἰκότως εἶναι τῷ θεῷ φαίνοιτο· εἰ δὲ ἡ κατὰ σάρκα προσθήκη ἐπὶ τοῦ σωτῆρος ἐξετάζοιτο, ἐνεργείᾳ ἡ θεότης μόνῃ πλατύνεσθαι δοκεῖ· ὥστε εἰκότως μονὰς ὄντως ἐστὶν ἀδιαίρετος. 2.2.7 καὶ ἔτι μᾶλλον τοῦτο κατασκευάζει δι' ὧν ἐν τοῖς ἑξῆς οὕτω γράφει τὸ μὲν οὖν 20πρὸ τῶν αἰώνων αὐτὸν γεγεννῆσθαι20 φῆσαι, ἀκολούθως εἰρηκέναι δοκεῖ· γέννημα γὰρ τὸ προελθὸν τοῦ προεμένου γίγνεται πατρός. θάτερον δ' οὐκέτι ὑγιῶς οὐδ' εὐσε2.2.8 βῶς αὐτῷ παρείληπται. τὸ γὰρ μὴ λόγον εἶναι φῆσαι τὸν ἐξ αὐτοῦ προελθόντα καὶ τοῦτον εἶναι τὸν τῆς γεννήσεως ἀληθῆ τρόπον, ἀλλ' ἁπλῶς 20υἱὸν μόνον20, ἔμφασίν τινα τοῖς ἀκούουσιν ἀνθρωπίνης ὄψεως παρέχειν εἴωθεν. καὶ ἐν τούτοις μὲν γυμνῇ τῇ κεφαλῇ τὸν μὲν υἱὸν ἠρνήσατο, ψιλὸν δὲ λόγον ὥσπερ τινὰ προστακτικὸν τῶν ποιητέων εἰσάγων δῆλός ἐστιν ἐξ ὧν ἐπιφέρει λέγων 2.2.9 ὃν οὕτω πᾶσαι αἱ θεῖαι κηρύττουσιν γραφαί. ∆αυὶδ μὲν γὰρ περὶ αὐτοῦ λέγει «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν», αὖθίς τε ὁ αὐτὸς «ἐξαπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς». Σολομὼν δὲ «ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν. ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον κυρίου οὐ προείλαντο». Ἡσαΐας τε «ἐκ γὰρ Σιὼν ἐξελεύσεται» ἔφη «νόμος, καὶ λόγος 2.2.10 κυρίου ἐξ Ἱερουσαλήμ». καὶ αὖθις Ἱερεμίας «ᾐσχύνθησαν σοφοὶ» φησὶν «καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν, ὅτι τὸν λόγον τοῦ κυρίου ἀπεδοκίμασαν». καὶ Ὡσηὲ δὲ ὁ προφήτης «ἐμίσησαν» ἔφη «ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο». Μιχαίας τε ὁμοίως καὶ αὐτὸς περὶ τοῦ λόγου μνημονεύων «ἐκ Σιὼν» ἔφη «ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ». 2.2.11 τοσαῦτα συνάγων περὶ τοῦ προστακτικοῦ λόγου ῥητὰ Μάρκελλος τοιοῦτόν τινα εἶναί φησιν καὶ τὸν «ἐν ἀρχῇ πρὸς τὸν θεὸν» θεὸν λόγον. διὸ ἐπάγει φάσκων ὁ δὲ ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης σαφῶς καὶ διαρρήδην ἐν ἀρχῇ τοῦ εὐαγγελίου διδάσκων, ὡς ἀγνοούμενον ἐν ἀνθρώποις πρότερον, λόγον αὐτὸν τοῦ παντοκρά τορος ὀνομάζων, οὕτως ἔφη «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». οὐ μιᾷ μαρτυρίᾳ χρώ μενος τὴν ἀιδιότητα τοῦ λόγου σημαίνει. 2.2.12 καὶ προστίθησιν τούτοις ἐπιλέγων