1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

6

ἀλλὰ τὰ τῶν ἀνθρώπων», οὐ συνεὶς ὅπως ὁ λόγος εἴρητο πρὸς τὸν ἀπόστολον καὶ διὰ ποίαν αἰτίαν, πρὸς τὸν διάβολον ταῦτα λελέχθαι φησίν. ὁμοῦ δὲ τοσαῦτα σφάλματα ὑπὸ μίαν τίθησιν περικοπὴν αὐτολεξεὶ τοῦτον γράφων τὸν τρόπον ὅτι οὐδὲν ὄνομα μεῖζον Ἰησοῦ τῶν ἐπὶ τῆς γῆς ὀνομα σθέντων γέγονεν, μαρτυρεῖ μὲν τὸ εὐαγγέλιον, ἔνθα «ὁ ἄγγελος» τῇ Μαριὰμ «μὴ φοβοῦ» ἔφη «εὗρες γὰρ χάριν παρὰ τοῦ θεοῦ. καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ 1.2.4 Ἰησοῦν. οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψίστου κληθήσεται»· δῆλον δέ ἐστιν καὶ ἀπὸ τῆς τοῦ Ζαχαρίου προφητείας, πάλαι περὶ τοῦ ὀνό ματος τούτου προφητευσάσης, «ἔδειξεν» γὰρ «μοι» φησὶν «κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον· ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξά1.2.5 μενος τὴν Ἱερουσαλήμ». πότε γὰρ αὐτῷ ἐπετίμησεν; ὅτε τὸν ἀγαπη θέντα ὑπ' αὐτοῦ ἄνθρωπον τῷ ἑαυτοῦ συνῆψεν λόγῳ. «ὁ ἐκλεξά μενος» φησὶν «τὴν Ἱερουσαλήμ», δηλονότι ταύτην τὴν ἡμετέραν, περὶ ἧς ὁ ἀπόστολος λέγει «ἡ δὲ ἡμετέρα Ἱερουσαλὴμ ἄνω ἐστίν· αὕτη 1.2.6 γὰρ δουλεύει μετὰ τῶν τέκνων αὐτῆς». τηνικαῦτα γὰρ ἐν τῇ μεγάλῃ αὐτῇ Ἱερουσαλήμ, τουτέστιν ἐν τῇ ἡμετέρᾳ ἐκκλησίᾳ, γενόμενος ἐπε τίμησεν τῷ διαβόλῳ κατὰ τὴν προφητείαν εἰπὼν «ἄπελθε ὀπίσω μου, σατανᾶ, ὅτι σκάνδαλον εἶ ἐμοί». οὗτος τοίνυν ἐστὶν ὁ ἱερεὺς ὁ 1.2.7 μέγας, οὗ τύπον ἔσωζεν ὁ τηνικαῦτα Ἰησοῦς. οὐ γὰρ ἦν δυνατὸν ἐκεῖνον μέγαν κληθῆναι ἱερέα, καίτοι ἔνδοξον ἐν πᾶσιν γεγονότα, Μωσέως μὴ ὀνομασθέντος μεγάλου οὔπω γὰρ μέγας ἦν Μωσῆς, ὅτι καὶ θεράπων ἤκουσεν θεοῦ καὶ θεὸς τοῦ Φαραὼ ὑπ' αὐτοῦ τοῦ 1.2.8 θεοῦ ὠνομάσθη. εἰ δέ τις κατὰ τοῦτο μέγαν εἰρῆσθαι τὸν Ἰησοῦν νομίζοι, ὅτι αὐτὸς ἠξιώθη εἰσαγαγεῖν τὸν λαὸν εἰς τὴν ἁγίαν γῆν καὶ ἕτερα πολλὰ θαυμαστὰ ἐποίησεν, γνώτω καὶ διὰ τούτου, ὅτι οὐ τῷ τυπικῷ τοσοῦτον διέφερεν πράγματι τὸ λεχθὲν μέγεθος ἐπὶ τοῦ Ἰησοῦ, ἀλλὰ τῷ μικρὸν ὕστερον τὸν ἑαυτοῦ λαὸν εἰς τὴν μεγάλην ταύτην Ἱερουσαλὴμ εἰσαγαγεῖν μέλλοντι. ὁρᾷς ὅσον ἠγνόησεν ἀποπλανηθεὶς τῆς ἱστορίας, καὶ μὴ δυνηθεὶς ἐπι1.2.9 στῆσαι τῷ ὑπὸ τοῦ προφήτου Ζαχαρίου δηλωθέντι Ἰησοῦ. ὁ μὲν γὰρ ἦν υἱὸς Ἰωσεδέκ, φυλῆς Λευιτῶν ἀπὸ γένους Ἀαρὼν τὴν ἀρχιερωσύνην ἀναδεδεγμένος, παρ' ὃ καὶ μέγας ἱερεὺς ἐχρημάτιζεν, ὥσπερ οὖν ὁ προφήτης διδάσκει λέγων «καὶ ἔδειξέν μοι κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν». 1.2.10 ὁ δὲ Μωσέως διάδοχος υἱὸς μέν, ὁ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἄγων τὸν λαὸν καὶ ἕτερα πολλὰ καὶ θαυμαστὰ ποιήσας, υἱὸς μὲν ἐτύγχανεν τοῦ Ναυῆ, φυλῆς δὲ τῆς Ἐφραίμ, οὐδὲν κοινὸν ἐχούσης πρὸς ἱερωσύνην. ὁ τοίνυν τοσοῦτον ἀποσφαλεὶς τῆς προχείρου λέξεως ψιλήν τε τὴν ἱστορίαν ἀγνοήσας πῶς ἂν γένοιτο ἀξιόχρεως πρὸς διδασκαλίαν τῆς ἀνωτάτω θεολογίας; καὶ ἐπὶ τοῦ Πέτρου δὲ ὡσαύ1.2.11 τως ἐπιστῆσαι δέον τὸ ὅπως ἐλέχθη πρὸς αὐτὸν τὸ «ὕπαγε ὀπίσω μου», καὶ τίς ἡ τοῦ σατανᾶ ὀνόματος ἑρμηνεία, διὰ τί δὲ καὶ «σκάνδαλον» αὐτὸν εἶπεν, πῶς δὲ σχεδὸν ὑφ' ἕνα καὶ τὸν αὐτὸν καιρὸν καὶ τὸ «μακάριος εἶ Σίμων βὰρ Ἰωνᾶ» πρὸς αὐτὸν ἐλέγετο καὶ τὸ 1.2.12 «ὕπαγε ὀπίσω μου, σατανᾶ», καὶ τίς ἡ διάνοια τοῦ «ὀπίσω πορεύεσθαι» καὶ τοῦ σωτῆρος ἣν παρὰ πόδας αὐτὸς διεσάφησεν συνάψας ἑξῆς τὸ «εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι»· ὃ δὴ καὶ ἔργῳ διεπράξατο 1.2.13 μικρὸν ὕστερον αὐτὸς ὁ Πέτρος, μαρτυρίῳ τελειωθείς, ἀλλὰ καὶ ἐπιζητῆσαι δέον ἐπὶ ποίοις μὲν αὐτὸν ἐμακάρισεν, ἐπὶ ποίοις δὲ αὐτῷ ἐπέπληξεν· ὁ δὲ μηδενὶ τούτων προσεσχηκὼς ταῦτ' εἰρῆσθαι πρὸς 1.2.14 τὸν διάβολον ἀπεφήνατο τῇ γραφῇ ἐναντίως. ἆρα οὖν τοῦτο μόνον ἠγνόησεν; οὐχὶ δὲ καὶ προϊὼν αὖθις, τῆς ἀναστάσεως τοῦ σωτῆρος ἡμῶν μνημονεύσας, ἔπειτα βουληθεὶς δεῖξαι ὅτι καὶ πρὸ αὐτοῦ κατὰ τοὺς χρόνους τοὺς