1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

4

πρωτότοκον «πάσης κτίσεως» μὴ ὄντα πρότερόν ποτε ἀποδεδεῖχθαι· εἶτ' ἐπὶ τῇ τοσαύτῃ ἀτοπίᾳ μηδ' ἐξ οὗπερ ὑπέθετο χρόνου τὴν εἰς ἄπειρον καὶ ἀτελεύτητον ζωήν τε καὶ βασιλείαν τῷ Χριστῷ διδούς, τέλος δὲ αὐτῷ μηδ' αἴσιον ἐπάγοι μηδ' οἷον τοῖς δι' αὐτοῦ τῶν ἐπαγγελιῶν καταξιωθησομένοις ὧν αὐτὸς ὁ σωτὴρ ἐπήγγελται, ζωὴν αἰώνιον καὶ ἀφθαρσίαν ἀθανασίαν τε καὶ βασιλείαν οὐρανῶν τοῖς ἀγαπῶσιν αὐτὸν 1.1.23 ὑποσχόμενος· τηνικαῦτα δὲ κατὰ τὴν προσδοκωμένην τούτων ἐλπίδα τοῖς μὲν ἄλλοις ἅπασιν τὰ τῆς βασιλείας εἰς ἀτελεύτητον διαρκέσειν αἰῶνα φάσκοι, μόνῳ δὲ αὐτῷ τῷ Χριστῷ τούτων ἁπάντων ἀθρόαν γενήσεσθαι στέρησιν, παυθησομένης μὲν αὐτοῦ τῆς βασιλείας, τῆς δὲ σαρκὸς ἧς ἀνείληφεν καταλειφθησομένης ἐρήμου, αὐτοῦ δὲ τοῦ προόντος ἐν θεῷ λόγου ἀφοριζομένου μὲν τοῦ σώματος κἂν ἀθάνατον τοῦτο καὶ ἄφθαρτον ᾖ τῷ δὲ θεῷ συναφθησομένου, ὡς ἓν καὶ ταὐτὸν πάλιν τῷ θεῷ γενήσεσθαι καθὰ καὶ πρότερον ἦν· τίς 1.1.24 ἂν λείποιτο τούτῳ δυσσεβείας ὑπερβολή; διὸ δὴ τούτοις ἀναγκαία ἡ τῆς ἀποστολικῆς διαστολῆς μαρτυρία φήσασα «κἂν ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω». θαυμάζειν δέ μοι ἔπεισιν ἐπιθεωροῦντι τὴν ἀποστολικὴν διάνοιαν. ὥσπερ γὰρ θεσπίζων τὸ μέλλον αὐτοῖς Γαλάταις τὴν τοῦ σωτῆρος ἐξηκρίβου θεολογίαν, αὐτόθεν ἐν ἀρχῇ τῆς πρὸς αὐτοὺς ἐπιστολῆς καινότερον ἢ κατὰ τὸ σύνηθες γράφων ὧδε «Παῦλος ἀπόστολος, οὐκ ἀπ' ἀνθρώ1.1.25 πων οὐδὲ δι' ἀνθρώπου ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ». οὐκ ἂν γοῦν οὕτω γράψαντα εὕροι τις αὐτὸν ἑτέροις· τῷ μηδένας εἶναι, ὡς εἰκός, περὶ τὴν πίστιν ὁμοίως, οἷς ἔγραφεν, ἑτέρους. ὡς γὰρ ψιλὸν ἄνθρωπον ὑπολαμβάνουσιν τὸν Χριστὸν προσῆγεν τὴν διόρθωσιν, οὐκ ἄνθρωπον αὐτὸν κατὰ τὴν ἀρχὴν τῆς ἐπιστολῆς διδάσκων· καὶ προϊὼν τοῖς αὐτοῖς ἔλεγεν ὅτι «τὸ εὐαγγέλιόν μου, τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς, οὐκ ἔστιν κατὰ ἄνθρωπον, οὐδὲ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ», 1.1.26 δι' ὧν αὖθις ὅτι μὴ ἄνθρωπος ἦν Ἰησοῦς Χριστὸς παρίστη. τί δὲ ἦν, εἰ μὴ ἄνθρωπος, προϊὼν αὖθις διεσάφει λέγων «ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί». ὁρᾷς πῶς υἱὸν θεοῦ σαφῶς ἀνηγόρευε τὸν σωτῆρα, 1.1.27 καὶ διὰ τοῦτο θεόν. καὶ ὅτι γε πρὸ τῆς ἐνσάρκου παρουσίας υἱὸν αὐτὸν τοῦ θεοῦ ὄντα ἠπίστατο, τρανότατα παρίστησιν ἐπιλέγων ἐν τῇ αὐτῇ πρὸς Γαλάτας ἐπιστολῇ «ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός». οὐκοῦν οὐ νῦν, ἀλλὰ πρὶν ἢ γενέσθαι ἐκ γυναικός, υἱὸν ὄντα καὶ προόντα ἀπέστειλεν ὁ πατήρ· ὡς ἂν ὁ πάλαι υἱὸς θεοῦ καὶ υἱὸς 1.1.28 ἀνθρώπου γένοιτο, γενόμενος «ἐκ γυναικός». ἀλλὰ καὶ μεσίτην αὐτὸν τοῦ Μωσέως νόμου γενέσθαι διδάσκει, διορίζων τὸν τῆς μεσιτείας λόγον δι' ὧν φησιν «τί οὖν; ὁ νόμος τῶν παραβάσεων χάριν ἐτέθη, ἄχρι ἂν ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν». ἀκούεις ὅπως ἐν τούτοις ὁ ἀπόστολος Γαλάτας αὐτοὺς ἐδίδαξεν ἐξ 1.1.29 ἐκείνου ἕνα τὸν θεὸν εἰδέναι, καὶ ἕνα τὸν μεσίτην θεοῦ καὶ ἀγγέλων. ὃ δὴ καὶ ἐν ἑτέροις ἐδήλου λέγων «εἷς γὰρ ὁ θεός· εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός». ἀλλ' ὅτε μὲν «θεοῦ καὶ ἀνθρώπων» μεσίτην αὐτὸν ὠνόμαζεν, εἰκότως ἄνθρωπον αὐτὸν διὰ τὴν ἐνανθρώπησιν ἐκάλει ὅτε δὲ οὐ μεσίτην θεοῦ καὶ ἀνθρώπων, ἀλλὰ θεοῦ καὶ ἀγγέλων τὸν αὐτὸν εἰσῆγεν, οὐκέτ' ἄνθρωπον ὠνόμαζεν, μόνον δὲ μεσίτην φησίν, τὸν νόμον διατετάχθαι εἰπὼν 1.1.30 «δι' ἀγγέλων ἐν χειρὶ μεσίτου», διαιρέσει τε ἀναγκαίως τὸ τοῦ μεσίτου ὄνομα διασαφῶν ἐν τῷ λέγειν «ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν». οὔτε ἄρα ὁ θεὸς εἴη ἂν ὁ μεσίτης τίνος γὰρ καὶ γένοιτ' ἂν μεσίτης; οὔτε ὁ μεσίτης αὐτὸς αὐτὸς