1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

21

ἑξῆς ἵν' ἐν μὲν τῷ φῆσαι «ἐν ἀρχῇ ἦν ὁ λόγος» δείξῃ δυνάμει ἐν τῷ πατρὶ εἶναι τὸν λόγον ἐν ἀρχὴ γὰρ ἁπάντων τῶν γεγο νότων ὁ θεὸς «ἐξ οὗ τὰ πάντα», ἐν δὲ τῷ «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν» ἐνεργείᾳ πρὸς τὸν θεὸν εἶναι τὸν λόγον «πάντα» γὰρ 2.2.13 «δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», ἐν δὲ τῷ θεὸν εἶναι τὸν λόγον εἰρηκέναι μὴ διαιρεῖν τὴν θεότητα, ἐπειδὴ ὁ λόγος τε ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῷ λόγῳ· «ἐν ἐμοὶ» γάρ φησιν «ὁ πατήρ, κἀγὼ ἐν τῷ πατρί». καὶ ἔτι τούτοις προστίθησιν, ἀπογυμνῶν τὸν ἴδιον νοῦν δι' ὧν ἑξῆς ἐπάγει, λέγων ὁ τοίνυν ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης τῆς ἀιδιότητος αὐτοῦ μνημονεύων ἀληθὴς ἐγίγνετο τοῦ λόγου μάρτυς, «ἐν ἀρχῇ ἦν ὁ λόγος» λέγων «καὶ ὁ λόγος ἦν πρὸς 2.2.14 τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». οὐδὲν γενέσεως ἐνταῦθα μνημο νεύων τοῦ λόγου, ἀλλ' ἐπαλλήλοις τρισὶν μαρτυρίαις χρώμενος, ἐβεβαίου ἐν ἀρχῇ τὸν λόγον εἶναι. καὶ προστίθησιν τούτοις λέγων τὴν μὲν κατὰ σάρκα οἰκονομίαν τῷ ἀνθρώπῳ διαφέρειν γιγνώσκομεν, τὴν δὲ κατὰ πνεῦμα ἀιδιότητα ἡνῶσθαι τῷ πατρὶ πεπιστεύκαμεν. 2.2.15 τούτοις προϊὼν ἑξῆς ἐπιλέγει ταῦτα εἰ οὖν αὐτὸς λέγει ταῦτα «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω», καὶ αὖθις «καὶ ὁ λόγος, ὃν ἀκούετε, οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός» καὶ «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν», δῆλον ὅτι εἰκότως κἀκεῖνο ἔλεγεν «ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρί», ἵνα ἐν θεῷ μὲν ᾖ ὁ λόγος ὁ τοῦτο λέγων, 2.2.16 ἐν δὲ τῷ λόγῳ ὁ πατήρ, ὅτι δύναμις τοῦ πατρὸς ὁ λόγος. «θεοῦ» γὰρ αὐτὸν «δύναμιν καὶ θεοῦ σοφίαν» ἀξιόπιστος εἴρηκεν μάρτυς. οὐ 20διὰ τὴν ἐν ἅπασιν20 οὖν 20λόγοις τε καὶ ἔργοις ἀκριβῆ συμ φωνίαν20, ὡς Ἀστέριος ἔφη, 20ὁ σωτὴρ λέγει «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν»20, ἀλλὰ διότι ἀδύνατόν ἐστιν, ἢ λόγον θεοῦ ἢ θεὸν τοῦ ἑαυτοῦ μερίζεσθαι λόγου. ἐπεὶ εἰ 20διὰ τὴν ἐν ἅπασιν συμ φωνίαν20 τοῦτο εἰρηκέναι τὸν σωτῆρα Ἀστέριος οἴεται, καὶ μὴ τῇ δευτέρᾳ οἰκονομίᾳ προσέχων τἀληθὲς μανθάνειν ἐθέλει, ἀναγ καῖόν ἐστιν ὑπομνῆσαι αὐτόν, πῶς ἐνίοτε τὸ κατὰ τὸ σὴν φαι2.2.17 νόμενον ἀσυμφωνίαν ἔστιν ἰδεῖν. οὕτω γὰρ ἡμᾶς τὰ ῥητὰ διδάσ κει. ποία γὰρ ἐν καιρῷ τοῦ πάθους συμφωνία τοῦτο λέγοντος «πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο», ἐπιφέροντος δὲ κἀκεῖνο «πλὴν μὴ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ». οὐ συμφωνοῦν τος γὰρ ἦν πρῶτον μὲν τὸ λέγειν «παρελθέτω τὸ ποτήριον τοῦτο»· οὐδὲν δὲ ἐχόμενον συμφωνίας καὶ τὸ ἐπιφερόμενον εἶναι δοκεῖ, 2.2.18 λέγει γὰρ «μὴ τὸ ἐμὸν, ἀλλὰ τὸ σὸν γενέσθω, πάτερ, θέλημα». ἀκούεις ὅπως ἀσυμφωνίαν κατὰ τὸ φαινόμενον δηλοῖ τὸ γράμμα, τοῦ μὲν θέλοντος, τοῦ δὲ μὴ θέλοντος. ὅτι μὲν γὰρ ἐβούλετο ὁ πατὴρ δῆλον ἀφ' ὧν ὃ ἐβούλετο γέγονεν· ὅτι δὲ οὐκ ἐβούλετο ὁ υἱὸς δῆλον δι' ὧν παραιτεῖται. καὶ αὖθις «οὐ ζητῶ» φησὶν «τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός». 2.2.19 πῶς οὖν 20διὰ τὴν ἐν ἅπασιν συμφωνίαν τὸν σωτῆρα εἰρη κέναι20 φησὶν 20»ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν»20; καὶ μετὰ βραχέα ἐπιλέγει πῶς 20συμφωνίαν20 ἔχειν πρὸς τὸν πατέρα ὁ υἱὸς δύναται ἢ ὁ πατὴρ πρὸς τὸν υἱόν, τοῦ υἱοῦ «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν» λέγοντος; ἄντικρυς γὰρ πλεονεκτοῦντος ἦν τοῦ υἱοῦ 2.2.20 τὸν πατέρα τὸ λέγειν «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν». τού του γὰρ χάριν παρεὶς τὸ πάντα ὅσα ἔχει ὁ πατὴρ κοινά ἐστιν εἰπεῖν «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν» ἔφη. καίτοι οὐκ ἦν ἴδιον τοῦ συμφωνοῦντος οὕτω λέγειν, ἀλλά· πάντα ὅσα ἔχει ὁ πατὴρ κοινά ἐστιν. εἰ γὰρ αἱ τῶν ἀποστόλων Πράξεις τὴν τῶν τηνικαῦτα προσιόντων τῇ πίστει συμφωνίαν ἐπαινοῦσαι «πάντα ἦν αὐτοῖς κοινὰ» ἔφασαν, καὶ ἐπ' ἀνθρώπων τῶν συμφωνεῖν δυναμένων κοινὰ εἶναι πάντα νομίζειν ὀφείλει, πόσῳ μᾶλλον ἔδει τὸν πατέρα καὶ τὸν υἱὸν κοινωνίας μετέχειν, εἰς δύο ὑποστάσεις διῃρημένους; νυνὶ δὲ ἐν μὲν τῷ λέγειν «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν» πλεονεκτῶν ὁ υἱὸς τὸν πατέρα φαίνεται· ἐν δὲ τῷ φάσκειν μηδὲ τοῦ ἑαυτοῦ λόγου