1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

12

γάρ ἐστιν ὁ πατήρ, ὁ γεννήσας ἐξ αὑτοῦ τὸν μονογενῆ λόγον καὶ πρωτότοκον πάσης κτίσεως20. ἀμφότερα συνάψας γέγραφεν 20μονογενῆ καὶ πρωτότοκον20, πολλῆς ἐναντιότητος ἐν τοῖς ὀνόμασιν οὔσης τού1.4.13 τοις, ὡς ἔστιν ῥᾴδιον καὶ τοῖς σφόδρα δυσμαθέσιν γνῶναι. δῆλον γὰρ ὅτι ὁ μονογενής, εἰ ὄντως μονογενὴς εἴη, οὐκέτι πρωτό τοκος εἶναι δύναται, καὶ ὁ πρωτότοκος ᾗ πρωτότοκος οὐ δύναται μονογενὴς εἶναι. καὶ ἐν τούτοις δὲ τὸν Ἀστέριον αἰτιᾶται μάτην· οὐ γὰρ αὐτοῦ ἀλλὰ τῆς θείας γραφῆς ἐτύγχανον αἱ τὸν υἱὸν τοῦ θεοῦ ποτὲ μὲν λέγουσαι μονογενῆ υἱὸν ποτὲ δὲ πρωτότοκον πάσης κτίσεως φωναί. 1.4.14 αὖθις δὲ συνάπτει τούτοις λέγων ἀλλ' ἀφέμενος τῆς ἀληθοῦς γνώσεως τὴν ἔντεχνον ἡμῖν καὶ νῦν ἐπεδείξατο θεωρίαν. οὐκ ἔχων γὰρ ἐκ τῶν θείων γραφῶν τὸ ἑαυτοῦ κατασκευάσαι βούλημα, ἐπὶ τοὺς σοφωτάτους, ὡς οἴεται, ἀνατρέχει πατέρας φάσκων· 20ὅπερ οἱ σοφώτατοι τῶν πατέρων 1.4.15 ἐν τοῖς οἰκείοις συντάγμασιν ἀπεφήναντο20. ἀπόφασιν ἀπο πεφάσθαι τοὺς ἑαυτοῦ πατέρας Ἀστέριός φησιν καὶ δόγμα περὶ θεοῦ γεγραφέναι ἀπὸ τῆς οἰκείας ἑαυτῶν προαιρέσεως. τὸ γὰρ τοῦ 1.4.16 δόγματος ὄνομα τῆς ἀνθρωπίνης ἔχεται βουλῆς τε καὶ γνώμης. ὅτι δὲ τοῦθ' οὕτως ἔχει μαρτυρεῖ μὲν ἡμῖν ἱκανῶς ἡ δογματικὴ τῶν ἰατρῶν τέχνη, μαρτυρεῖ δὲ καὶ τὰ τῶν φιλοσόφων καλούμενα δόγματα· ὅτι δὲ καὶ τὰ συγκλήτῳ δόξαντα ἔτι καὶ νῦν δόγ ματα συγκλήτου λέγεται, οὐδένα ἀγνοεῖν οἶμαι. καὶ ταῦτα δὲ ὁ Μάρκελλος, ἀμνημονήσας τῆς ἀποστολικῆς φωνῆς ἥ φησιν περὶ τοῦ σωτῆρος «τὸν νόμον τῶν ἐντολῶν τοῖς δόγμασιν καταργήσας», προήχθη εἰπεῖν, ἀλλὰ καὶ μέμφεται τῷ δεῖν ἕπεσθαι τοῖς πατράσιν, τῆς θείας φασκούσης γραφῆς «ἐπερώτησον τὸν πατέρα 1.4.17 σου καὶ ἀναγγελεῖ σοι· τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσίν σοι» καὶ «μὴ μέταιρε ὅρια αἰώνια ἃ ἔθεντο οἱ πατέρες σου». εἶτ' ἀγανακτῶν ὅτι Παυλῖνον μακάριον ἀπεκάλεσεν, ὁμοῦ τε κακῶς Εὐσεβίου πάλιν μνημονεύων, οὕτω γράφει συνηγορῆσαι γὰρ βουληθεὶς τῷ τὴν ἐπιστολὴν κακῶς γρά ψαντι Εὐσεβίῳ, 20πρῶτον μὲν οὐ διδασκαλικῶς ἀναπτύξας20, ἔφη, 20τὸ δόγμα τὴν ἐπιστολὴν συνέταξεν, οὐ γὰρ πρὸς τὴν ἐκκλησίαν οὐδὲ πρὸς τοὺς ἀγνοοῦντας ἐγίγνετο τὸ γράμμα ἀλλὰ πρὸς τὸν μακάριον Παυλῖνον20, μακάριον αὐτὸν διὰ τοῦτο εἰπών, ὅτι τὴν αὐτὴν εἶχεν Ἀστερίῳ δόξαν. οὐκοῦν ἐπει δήπερ 20τοὺς σοφωτάτους πατέρας20 Ἀστερίου μεμαθήκαμεν, ἀκό λουθον ἡγοῦμαι λέγειν καὶ τὸν Παυλίνου τε καὶ τῶν ἄλλων γε1.4.18 νόμενον διδάσκαλον. ἀπὸ γὰρ τῆς Παυλίνου ἐπιστολῆς ὁ κἀκείνου διδάσκαλος γεγονὼς εὔδηλος γένοιτ' ἂν ἡμῖν. καὶ μεταξύ τινα εἰπὼν τὸν αὐτὸν αὖθις διαβάλλει ὡς οὐκ ὀρθῶς ἀποδεξάμενον τὸν Ὠριγένη, λέγων οὕτως οὐκ εὐαγγελικῆς ὑπομιμνήσκων διδασκαλίας ταῦτ' ἔγραψεν Παυλῖνος, ὁμολογῶν δὲ 20ἐνίους μὲν ἀφ' ἑαυτῶν οὕτω κινεῖ σθαι, ἐνίους δὲ ἐκ τῶν ἀναγνωσμάτων τῶν προειρημέ1.4.19 νων ἀνδρῶν τοῦτον ἦχθαι τὸν τρόπον20. εἶτα τέλος, ὥσπερ τινὰ κορωνίδα τῆς ἀποδείξεως ἐπάγων, ἐκ τῶν Ὠριγένους ῥητῶν τῇ ἑαυτοῦ ὑπέγραψεν ἐπιστολῇ, ὡς μᾶλλον πεῖσαι δυναμένου παρὰ τοὺς εὐαγγελιστὰς καὶ τοὺς ἀποστόλους. ἔστιν δὲ τὰ ῥητὰ ταῦτα· 20ὥρα ἐπαναλαβόντα περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ὀλίγα τῶν τότε παραλελειμμένων διεξελθεῖν· περὶ πατρὸς ὡς ἀδιαίρετος ὢν καὶ ἀμέριστος υἱοῦ γίγνεται 1.4.20 πατήρ, οὐ προβαλὼν αὐτόν, ὡς οἴονταί τινες. εἰ γὰρ πρό βλημά ἐστιν ὁ υἱὸς τοῦ πατρὸς καὶ γέννημα ἐξ αὐτοῦ, ὁποῖα τὰ τῶν ζῴων γεννήματα, ἀνάγκη σῶμα εἶναι τὸν προβαλόντα καὶ τὸν προβεβλημένον20. 1.4.21 εἶθ' ἑξῆς μετὰ τὴν τῶν Ὠριγενειῶν φωνῶν παράθεσιν ἐπιφέρει λέγων ταῦτα Ὠριγένης γέγραφεν, μὴ παρὰ τῶν ἱερῶν προφητῶν τε καὶ ἀποστόλων περὶ τῆς ἀιδιότητος τοῦ λόγου μαθεῖν βουλη θείς, ἀλλ' ἑαυτῷ δεδωκὼς πλεῖον δευτέραν ὑπόθεσιν διηγήσασθαι τοῦ λόγου μάτην τολμᾷ. καὶ τούτοις δὲ τοῖς ὑπὸ Ὠριγένους ὀρθῶς εἰρημένοις, περὶ τοῦ μὴ δεῖν σωματικήν τινα καὶ παθητικὴν