1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

25

λόγος, ταύτῃ τὸ ἑαυτοῦ ἑνώσας, οὐ μόνον «πρωτό τοκον πάσης κτίσεως» τὸν ἐν ἑαυτῷ ἄνθρωπον κτισθέντα ἀπειρ γάσατο, ἀλλὰ καὶ ἀρχὴν ἁπάντων αὐτὸν εἶναι βούλεται, οὐ τῶν ἐπὶ γῆς μόνον, ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς. 2.3.4 τοσαῦτα εἰπὼν μεθ' ἕτερα τὰς ἀποστολικὰς φωνάς, δι' ὧν τὸν υἱὸν τοῦ θεοῦ θεολογεῖ φάσκων «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα εἰς αὐτὸν συνέστηκεν», ἐπὶ τὴν σάρκα ἀναφέρει, οὐκ ἐρυθριῶν τὰς τοιαύτας τοῦ ἀποστόλου φωνὰς ἐκλαμβάνειν ἐπὶ τὴν σάρκα. περὶ ἧς προϊὼν αὐτὸς Μάρκελλος ταῦτα γράφει εἰ οὖν ὁ σωτὴρ ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν, πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν ἐν τοῖς μέλλουσιν αἰῶσιν ὡς αὐτῷ λυσιτελοῦσαν συνεῖναι τῷ λόγω; 2.3.5 καὶ αὖθις περὶ τῆς αὐτῆς σαρκὸς ἐπιλέγει 2.3.5 πῶς ἔτι τὴν τοῦ δούλου μορφήν, ἣν ἀνείληφεν ὁ λόγος, μορφὴν οὖσαν δούλου, συνεῖναι τῷ λόγῳ διὸ δυνατὸν γένοιτ' ἄν; ἀλλ' ὁ τοιαῦτα περὶ τῆς σαρκὸς εἰπὼν νῦν «εἰκόνα τοῦ θεοῦ» αὐτὴν λέγει, καὶ «πρωτότοκον πάσης κτίσεως», αὐτήν τε οὖσαν πρὸ πάντων «καὶ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, θρόνους, κυριό2.3.6 τητας, ἀρχάς, ἐξουσίας, ἐν αὐτῇ ἐκτίσθαι». γράφει δὲ οὕτως οὐκοῦν εἰ «πρωτότοκος» μέν ἐστιν «ἁπάσης κτίσεως» αὐτός, «ἐν αὐτῷ» δὲ «ἐκτίσθη τὰ πάντα», προσήκει εἰδέναι ἡμᾶς, ὅτι περὶ τῆς κατὰ σάρκα οἰκονομίας αὐτοῦ ὁ ἀπόστολος νυνὶ μέμνηται. καὶ ἐπιβεβαιοῖ τὸν λόγον ἐπιφέρων ἑξῆς «πρωτότοκος» οὖν «ἁπάσης κτίσεως» διὰ τὴν κατὰ σάρκα γένεσιν ὠνομάσθη, οὐ 20διὰ τὴν πρώτην20, ὡς αὐτοὶ οἴονται, 20κτίσιν20. 2.3.7 καὶ ἐπιλέγει οὐ τοίνυν οὗτος ὁ ἁγιώτατος λόγος πρὸ τῆς ἐνανθρω πήσεως «πρωτότοκος ἁπάσης κτίσεως» ὠνόμαστο πῶς γὰρ δυνα τὸν τὸν ἀεὶ ὄντα πρωτότοκον εἶναί τινος;, ἀλλὰ τὸν πρῶτον «καινὸν ἄνθρωπον», εἰς ὃν «τὰ πάντα ἀνακεφαλαιώσασθαι» ἐβου λήθη ὁ θεός, τοῦτον αἱ θεῖαι γραφαὶ «πρωτότοκον πάσης» ὀνομά ζουσιν «κτίσεως». καὶ αὖθις ἐπιφέρει ἀκούεις ὅπως οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὰ προϋπάρχοντα «ἔν τε οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς ἐν αὐτῷ» κατὰ τὴν καινὴν κτίσιν «ἐκτίσθαι» συμβαίνει. 2.3.8 ταῦτα μὲν οὖν δι' ὧν πρωτότοκον πάσης κτίσεως διὰ τὴν σάρκα αὐτὸν ὠνομάσθαι εἴρηκεν· θέα δὲ ὅπως καὶ τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» πάλιν ἐπὶ τὴν σάρκα ἀναφέρει, μὴ προσέχων τῇ θείᾳ γραφῇ ἐκ προσώπου τῆς σοφίας ἐν ταῖς Παροιμίαις τοῦτον λεγούσῃ τὸν τρόπον «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην· δι' ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται 2.3.9 γράφουσιν δικαιοσύνην». οἷς ἑξῆς ἐπιλέγει ἡ αὐτὴ σοφία «ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἀναμέσον τρίβων δικαιώματος ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γιγνόμενα, 2.3.10 μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με· ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι» καὶ τὰ τούτοις ἑξῆς. οἷς μὴ βουληθεὶς τὴν διάνοιαν ἐπιστῆσαι Μάρκελλος, ἑνὸς δὲ μόνου γενόμενος σκοποῦ, τοῦ μὴ ὁμολογῆσαι τὸν υἱὸν τοῦ θεοῦ, τὴν προκειμένην θεολογίαν ἐπὶ τὴν σάρκα ἀναφέρει, καὶ τὴν εὐθεῖαν παρεκτραπεὶς ὁδὸν ἀνοδίαν ἑαυτῷ ἐπενόησεν, γράφων κατὰ λέξιν οὕτως 2.3.11 τὸ τοίνυν κεφάλαιον τουτὶ τῆς Παροιμίας οὐ 20τὴν ἀρχὴν τῆς θεότητος20, ὥσπερ αὐτοὶ νομίζουσιν, τοῦ σωτῆρος ἡμῶν παρα στῆσαι βουλόμενον «κύριος ἔκτισέν με» ἔφη, ἀλλὰ τὴν δευτέραν κατὰ σάρκα οἰκονομίαν· διὸ καὶ κτίσεως μέμνηται προσφόρως τῆς ἀνθρωπίνης σαρκός. 2.3.12 καὶ ἑξῆς ἐπιλέγει οὐκοῦν ἡ κτίσις τῇ κατὰ ἄνθρωπον αὐτοῦ διαφέρει πρα γματείᾳ. διό φησιν «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς