1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

10

φησιν, γράμμα. καὶ πῶς οἷοί τ' ἦσαν γνῶναι τὰ θεῖα καὶ ζηλῶσαι οἱ ψυχικοὶ καὶ οὐκ εἰδότες «πνευματικὰ πνευματικοῖς» συγκρίνειν, τοῦ θείου ἀποστόλου ἀποφηναμένου ψυχικὸν ἄνθρωπον μὴ δέχεσθαι «τὰ τοῦ πνεύματος τοῦ θεοῦ»; τοῦ δ' αὐτοῦ φήσαντος μὴ δύνασθαι γνῶναι τὸν ψυχικὸν τὰ πνευματικά, «ὅτι πνευματικῶς ἀνακρίνεται», ἀντιδοξάζων ὁ γενναῖος τῷ ἀποστόλῳ φάσκει τὸν αὐτὸν τρόπον τῷ Σολομῶνι γεγραφέναι τοὺς 1.3.13 τὰς Ἑλληνικὰς παροιμίας πεποιημένους. λέγει δ' οὖν ἐπὶ λέξεως ἐπειδὴ ταῖς τοῦ σοφωτάτου Σολομῶνος Παροιμίαις ἐντυ χόντες καὶ γνόντες δι' αὐτῶν ὅτι οὐδέν ἐστιν ἐκ τοῦ προχείρου σαφῶς τῶν ἐν αὐταῖς εἰρημένων μαθεῖν, καὶ αὐτοὶ ζηλῶσαι τὸ προ φητικὸν βουληθέντες γράμμα τὸν αὐτὸν ἐκείνῳ γεγράφασι τρόπον. σκέψαι δὲ καὶ ἄλλως ἐξ αὐτῶν τῶν παραθέσεων ὅσον τῆς ἀληθείας διήμαρτεν, εἰπὼν τοὺς παρ' Ἕλλησιν τὸν αὐτὸν τῷ Σολομῶνι γεγρα1.3.14 φέναι τρόπον. ὁ μὲν γὰρ Σολομὼν θεοδωρήτῳ σοφίᾳ κινούμενος πᾶσαν αὐτοῦ τὴν γραφὴν ἐπ' ὠφελείᾳ καὶ σωτηρίᾳ ψυχῶν τῷ τῆς θεοσεβείας ἀνετίθει λόγῳ, γυμνασίου δ' ἕνεκεν τῆς τῶν ἐντυγχανόντων διανοίας σκοτεινοῖς ἐχρῆτο προβλήμασιν καὶ λόγων στροφαῖς καὶ φωναῖς δι' αἰνιγμάτων προενηνεγμέναις. καὶ τοῦτο δ' ἐν ἀρχῇ τῆς βίβλου μαρτύρεται λέγων «τῶνδε γὰρ ἀκούσας σοφὸς σοφώτερος ἔσται, ὁ δὲ νοήμων κυβέρνησιν κτήσεται, νοήσει τε παραβολὴν 1.3.15 σκοτεινῶν λόγων, ῥήσεις τε σοφῶν καὶ αἰνίγματα», καὶ πάλιν «δέξασθαι στροφὰς λόγων». ἃ δὴ καὶ οὕτως ἔχοντα ἐκ τῶν ἐμφερομένων τῇ βίβλῳ καταμαθεῖν ῥᾴδιον, ἄλλως οὐ δυναμένων νοηθῆναι ἢ διιόντων ἡμῶν ἐκ τῆς προχείρου λέξεως ἐπὶ τὸν ἐξ αὐτῆς θεωρούμενον νοῦν· οἷόν ἐστιν τὸ «τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι, καὶ αἱ τρεῖς αὗται οὐκ ἐνεπίπλασαν αὐτήν. καὶ ἡ 1.3.16 τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν ἱκανόν», καὶ «ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισεν στύλους ἑπτά· ἔσφαξεν τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον», καὶ ὅσα ἄλλα τούτοις παραπλήσια, οὐχ ἑτέρως δυνατὰ νοεῖσθαι, οὔτε προχείρως οὔτε ἔκ τινος ἱστορίας, εἰ μὴ κατὰ μόνην μεταφορὰν καὶ ἀναστροφὴν τῆς λέξεως. αἱ δ' ἐκτεθεῖσαι τῶν Ἑλλήνων παροιμίαι ἀπό τινων ἱστοριῶν τὰς 1.3.17 ἀρχὰς εἰλήφασιν. τὸ γὰρ Η ΤΕΘΝΗΚΕΝ Η ∆Ι∆ΑΣΚΕΙ ΓΡΑΜΜΑΤΑ διὰ τήνδε, φησίν, ἐλέχθη τὴν ἱστορίαν, καὶ δι' ἑτέραν πάλιν γενομένην τοιανδὶ πρᾶξιν τὸ ΑΙΞ ΤΗΝ ΜΑΧΑΙΡΑΝ εἴρηται· καὶ τὸ ΑΛΙΣ ∆ΡΥΟΣ ὡσαύτως, διὰ τὸ βαλανηφαγοῦντάς ποτε παύσασθαι τῆς τοιαύτης τροφῆς. εἰ δὲ καὶ Γλαῦκός τις ἐπιστήμων τέχνης τινὸς γεγονὼς διαφόρως ἐμνημονεύθη παρὰ τοῖς μετὰ ταῦτα διαφωνήσασιν ἐν τῷ περὶ αὐτοῦ λόγῳ, τί τοῦτο πρὸς τὰς θεοπνεύστους Παροιμίας; οὐ γὰρ ὁμοίως ταῖς Ἑλληνικαῖς παροιμίαις καὶ αὗται ἔκ τινος ἱστορίας τὴν λύσιν ἐπιδέχονται. ἀμαθῶς ἄρα καὶ ἀπείρως τῆς τῶν θείων γραφῶν θεωρίας οὐ μόνον, ἀλλὰ καὶ ἐναντίως τῷ ἀποστόλῳ Μάρκελλος τοὺς Ἑλλήνων σοφοὺς ἐντυχόντας ταῖς Παροιμίαις Σολομῶνος μαθεῖν καὶ ζηλῶσαι τὸ προφητικὸν γράμμα καὶ 1.3.18 τὸν αὐτὸν ἐκείνῳ γράψαι τρόπον ἀπεφήνατο. τούτων ἡμῖν εἰρημένων εἰς ἀπόδειξιν τοῦ μηδὲ ταῖς θείαις γραφαῖς ὃν χρὴ τρόπον ἐντετυχηκέναι τὸν ἄνδρα, καλεῖ δὴ καιρὸς καὶ τὴν οὐχ ὑγιῆ τῆς πίστεως αὐτοῦ δόξαν ἐπισκέψασθαι, ὡς ἐναντία δοξάζων τῇ ἐκκλησιαστικῇ διδασκαλίᾳ αὐτήν τε καὶ τοὺς προεστῶτας αὐτῆς διέβαλλεν. 1.4.1 Θήσω δὲ πρῶτα δι' ὧν τοῖς ὀρθῶς καὶ ἐκκλησιαστικῶς γραφεῖσιν ἀντιλέγειν πειρᾶται, διαβάλλων τοὺς γράψαντας, καὶ μονονουχὶ πάμμαχον συνιστάμενος ἀγῶνα πρὸς πάντας. ἄρτι μὲν γὰρ πρὸς Ἀστέριον τὴν ἀντίρρησιν ποιεῖται, ἄρτι δὲ πρὸς Εὐσέβιον τὸν 1.4.2 μέγαν. καὶ ἔπειτα ἐπὶ τὸν τοῦ θεοῦ ἄνθρωπον, τὸν ὡς ἀληθῶς τρισμακάριον τρέπεται Παυλῖνον, ἄνδρα τιμηθέντα μὲν τῆς Ἀντιοχέων ἐκκλησίας πρεσβείῳ, διαπρεπῶς δ' ἐπισκοπεύσαντα τῆς Τυρίων οὕτω τε ἐν τῇ ἐπισκοπῇ διαλάμψαντα, ὡς τὴν