1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

2

εἶπον-καὶ μαθεῖν καὶ φυλάξαι τὰ λεγόμενα. 1.4 Ποιοῦμαι δὲ τὴν θεραπείαν ταύτην, οὐκ ἀπὸ τῶν θεϊκῶν μόνον Γραφῶν συντιθείς, ἀλλὰ καὶ ἀπὸ τῶν κατὰ τὸν παρόντα βίον γινομένων καὶ συμβαινόντων διηνεκῶς· ὥστε καὶ τοῖς μὴ προσέχουσι Γραφαῖς κοινὴν γενέσθαι τὴν διόρθωσιν, εἰ βουληθεῖεν. 1.5 Οὐ γὰρ παύσομαι τοῦτο συνεχῶς ἐπιλέγων· Ἀνάγκῃ γὰρ καὶ βίᾳ καὶ μὴ βουλομένῳ οὐκ ἔνι ταύτην ποτὲ θεραπευθῆναι τὴν ἰατρείαν, καὶ τοὺς θείους μὴ καταδεχομένῳ χρησμούς· καὶ ἐντεῦθεν, καὶ μᾶλλον ἐντεῦθεν ἢ ἐκ τῆς τῶν πραγμάτων ἀποδείξεως. 1.6 Τῶν γὰρ ὁρωμένων ἀξιοπιστοτέραν δεῖ τὴν τοῦ Θεοῦ 1.6 ἀπόφασιν πιστεύειν εἶναι. ∆ιά τοι τοῦτο καὶ χαλεπωτέρα τούτους μένει τιμωρία μὴ διορθουμένους, ὅτι δεξάμενοι τὰς Γραφάς, οὐδὲν ἐκεῖθεν εἰς τὴν τοιαύτην καρποῦνται ὠφέλειαν. Ἵν' οὖν μὴ τοῦτο πάσχωσι, φέρε ἁψώμεθα τῆς διορθώσεως λοιπόν, τὴν αἰτίαν εἰπόντες τοῦ νοσήματος πρῶτον.

2.t Κεφ. βʹ. Ὅτι ἐπισφαλὲς καὶ παραπληξίας ἀνάμεστον τὸ

πολυπραγμονεῖν καὶ περιεργάζεσθαι τὴν ἀπόρρητον τοῦ Θεοῦ σοφίαν 2.1 Τίς οὖν ἡ αἰτία τῆς ἀρρωστίας τῆς τοσαύτης ἐστίν; Ἡ πολυπράγμων καὶ

περίεργος γνώμη, καὶ τὸ βούλεσθαι πάντων τῶν γινομένων εἰδέναι τὰς αἰτίας ἁπάσας, καὶ φιλονεικεῖν τὴν ἀκατάληπτον καὶ ἄρρητον τοῦ Θεοῦ πρόνοιαν, τὴν ἀπέραντον καὶ ἀνεξιχνίαστον περιεργάζεσθαι ἀναισχύντως καὶ πολυπραγμονεῖν. 2.2 Καίτοι τίς τοῦ Παύλου σοφώτερος γέγονεν; Εἰπὲ γάρ μοι, οὐ σκεῦος ἐκλογῆς ἦν οὗτος; οὐ πολλὴν καὶ ἄφατον ἐπεσπάσατο τοῦ Πνεύματος τὴν χάριν; οὐ τὸν Χριστὸν εἶχεν ἐν ἑαυτῷ λαλοῦντα; οὐκ ἀπορρήτων ἐκοινώνησε τοῦ Θεοῦ ῥημάτων; οὐχ ἃ μηδενὶ ἀνθρώπων λαλῆσαι ἐξὸν ἦν, μόνος ἤκουσεν ἐκεῖνος; οὐκ εἰς παράδεισον ἡρπάγη; οὐκ εἰς τρίτον οὐρανὸν ἀνηνέχθη; 2.3 οὐ γῆν καὶ θάλασσαν περιέδραμεν; οὐ βαρβάρους φιλοσοφεῖν ἔπεισεν; οὐ πολλὰς καὶ ποικίλας εἶχε τοῦ Πνεύματος ἐνεργείας; οὐ δήμους ὁλοκλήρους καὶ πόλεις ἐρρύθμιζεν; οὐ τὴν οἰκουμένην ἅπασαν εἰς χεῖρας αὐτῷ φέρων ἔθηκεν ὁ Θεός; Ἀλλ' ὅμως ὁ τοσοῦτος καὶ τηλικοῦτος, ὁ σοφὸς οὕτω καὶ δυνατὸς καὶ πνευματικὸς ἀνήρ, ὁ τοσούτων ἀπολελαυκώς, ὅταν εἰς τὴν ἐξέτασιν τῆς τοῦ Θεοῦ προνοίας ἐμπέσῃ καὶ οὐδὲ ὁλοκλήρου προνοίας, ἀλλὰ μόνον εἰς μέρος αὐτῆς, ἄκουσον πῶς ἐκπλήττεται, πῶς ἰλιγγιᾷ, πῶς ἀποπηδᾷ ταχέως τῷ ἀκαταλήπτῳ παραχωρῶν. 2.4 Ὅτε οὖν ἐσκοπεῖτο, οὐχ ὅπως ἀγγέλων προνοεῖ καὶ ἀρχαγγέλων ὁ Θεὸς καὶ τῶν χερουβεὶμ καὶ τῶν σεραφεὶμ καὶ τῶν ἄλλων ἀοράτων δυνάμεων, οὐδὲ πῶς ἡλίου καὶ σελήνης καὶ οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης, οὐδὲ πῶς τοῦ γένους τῶν ἀνθρώπων παντός, οὐδὲ πῶς ἀλόγων καὶ φυτῶν καὶ σπερμάτων καὶ βοτανῶν καὶ ἀέρων καὶ πνευμάτων καὶ πηγῶν καὶ ποταμῶν, οὐδὲ τῆς κατὰ φύσιν γεννήσεως καὶ αὐξήσεως καὶ διατροφῆς καὶ τῶν ἄλλων τῶν τοιούτων, 2.5 ἀλλ' ἕν τι μέρος ἀπολαβὼν τῆς προνοίας αὐτοῦ τὸ κατὰ Ἰουδαίους καὶ Ἕλληνας - καὶ γὰρ περὶ τούτων τὸν ἅπαντα διεξῄει λόγον, διδάσκων πῶς μὲν τοὺς ἐξ ἐθνῶν ἐκάλεσε, πῶς δὲ τοὺς ἐξ Ἰουδαίων ἀπώσατο καὶ πῶς ἐλέῳ τὴν ἑκατέρων σωτηρίαν ἐπραγματεύσατο-ἄκουσον οἷα φησίν. 2.6 Ἰδὼν γὰρ πέλαγος ἀχανὲς ἀνεωχθέν, καὶ ἐν αὐτῷ τῷ μέρει τούτῳ καὶ πρὸς αὐτὸ τῆς προνοίας αὐτοῦ ταύτης τὸ βάθος διακύψαι βουληθείς, ὥσπερ τινὶ σκοτοδίνῳ κατασχεθεὶς τῷ ἀρρήτῳ τῆς οἰκονομίας ταύτης καὶ θαυμάσας καὶ ἐκπλαγεὶς τὸ ἄφατον, τὸ ἀπέραντον, τὸ ἄρρητον, τὸ ἀκατάληπτον τῆς τοῦ Θεοῦ σοφίας τε καὶ προνοίας, ἀπεπήδησε, ταύτας ἀφεὶς τὰς φωνὰς καὶ μετὰ πολλῆς τῆς ἐκπλήξεως ἀνακεκραγὼς ταῦτα τὰ ῥήματα· «Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ.» 2.7 Εἶτα δεικνὺς ὅτι τὸ βάθος μὲν εἶδε, πόσον δὲ μαθεῖν οὐκ ἠδυνήθη, ἐπήγαγεν· «Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ.» Οὐκ εἶπεν ἀκατάληπτα μόνον, ἀλλὰ καὶ