1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

25

οὐχὶ μυρία κωλύματα ἦν, τὰ ἀπὸ τῶν λογισμῶν; καὶ πάντα ἐκεῖνα κατευνάσας καὶ τὸν ἐκείνων θόρυβον ἀνελών, ἀπὸ τῆς πίστεως διέλαμψεν. 13.7 Ὅτε δὲ αὐτὸν καθιερῶσαι ἐκελεύσθη, οὐχὶ μετὰ πολλοῦ τοῦ τάχους, ὡσανεὶ μέλλων εἰς παστάδα ἄγειν καὶ νυμφαγωγεῖν, οὕτως αὐτὸν ἀνήγαγε; καὶ αὐτῆς τῆς φύσεως σχεδὸν ἐξελθὼν καὶ τοῦ ἄνθρωπος εἶναι ἀπαλλαγεὶς καὶ θυσίαν ἀνέφερε καινήν τινα καὶ παράδοξον καὶ μόνος τὸν ἆθλον ἤθλησε τοῦτον, οὐ γυναικί, οὐκ οἰκέτῃ, οὐκ ἄλλῳ τινὶ τῶν μετ' αὐτοῦ κοινωσάμενος; 13.8 Ἤδει γάρ, ᾔδει σαφῶς τοῦ σκοπέλου τὸ ὕψος, τοῦ ἐπιτάγματος τὸν ὄγκον, τοῦ ἀγῶνος τὸ μέγεθος· διὸ μόνος αὐτὸς τὸν δρόμον ἀνεδέξατο τοῦτον καὶ ἔτρεχε καὶ ἠγωνίζετο καὶ ἐστεφανοῦτο καὶ ἀνεκηρύττετο. Ποῖος ταῦτα αὐτὸν ἱερεὺς ἐδίδαξε; ποῖος δὲ διδάσκαλος; ποῖος προφήτης; Οὐδὲ εἷς· ἀλλ' ἐπειδὴ εὐγνώμονα εἶχε ψυχήν, ἤρκεσεν αὐτῷ πρὸς ἅπαντα. 13.9 Τί δὲ ὁ Νῶε; Ποῖον ἔσχεν ἱερέα; ποῖον διδάσκαλον; ποῖον καθηγητήν; ὅτε μόνος, τῆς οἰκουμένης ἁπάσης διαφθαρείσης ἐν πονηρίᾳ, τὴν ὀρθὴν ὥδευσεν ὁδὸν καὶ τὴν ἀρετὴν διετήρησε καὶ οὕτω διέλαμψεν, ὡς ἐν τῷ ναυαγίῳ τῆς οἰκουμένης αὐτόν τε διασωθῆναι καὶ ἑτέρους διὰ τὴν περιουσίαν τῆς οἰκείας ἀρετῆς τῶν ἐπηρτημένων ἐξαρπάσαι κινδύνων; Πόθεν δίκαιος ἐγένετο; πόθεν τέλειος; ποῖον ἱερέα καὶ οὗτος ἢ διδάσκαλον ἐσχηκώς; Οὐδεὶς ἂν εἰπεῖν ἔχοι. 13.10 Ὁ δὲ υἱὸς ὁ τούτου, καίτοι ἔνδοξον ἔχων τὸν διδάσκαλον διηνεκῶς, τοῦ πατρὸς τὴν ἀρετὴν καὶ νουθεσίας ἀπολαύων καὶ τῆς διὰ ῥημάτων καὶ τῆς διὰ τῶν ἔργων καὶ τὴν ἀπὸ τῶν πραγμάτων ἔκβασιν ὁρῶν καὶ τὴν ἀπὸ τῆς συμφορᾶς καὶ τὴν ἀπὸ τῆς σωτηρίας παραίνεσιν, πονηρὸς περὶ τὸν φύντα ἐγένετο καὶ ἐκωμῴδει τοῦ γεγεννηκότος τὴν γύμνωσιν καὶ ἐξεπόμπευσεν. Ὁρᾷς ὅτι πανταχοῦ ψυχῆς χρεία εὐγνώμονος; 13.11 Τί δὲ ὁ Ἰὼβ, εἰπέ μοι; ποίων προφητῶν ἤκουσε; ποίας διδασκαλίας ἀπήλαυσεν; Οὐδεμιᾶς. Ἀλλ' ὅμως καὶ οὗτος οὐδενὸς τούτων τετυχηχὼς καὶ πᾶν ἀρετῆς εἶδος μετὰ πολλῆς ἐπεδείξατο τῆς ἀκριβείας. Καὶ γὰρ κοινὰ τὰ ὄντα τοῖς δεομένοις ἐκέκτητο καὶ οὐχὶ τὰ ὄντα μόνον, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα. 13.12 Τῇ μὲν γὰρ οἰκίᾳ τοὺς ὁδίτας ὑπεδέχετο καὶ ἐκείνων μᾶλλον ἦν ἡ οἰκία ἢ τοῦ κεκτημένου, τῇ δὲ τοῦ σώματος ἰσχύϊ τοῖς ἀδικουμένοις ἤμυνε, τῇ δὲ τῆς γλώττης συνέσει καὶ σοφίᾳ τοὺς ἐπηρεάζοντας ἐπεστόμιζε καὶ τὴν εὐαγγελικὴν πολιτείαν διὰ πάντων διαλάμπουσαν ἐπεδείκνυτο. 13.13 Σκόπει δέ· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι», φησὶν ὁ Χριστός. Τοῦτο αὐτὸς διὰ τῶν ἔργων κατώρθωσεν λέγων. «Εἰ δὲ καὶ ἐφαύλισα, φησί, κρῖμα θεράποντος ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρός με. Τί γὰρ ποιήσω, ἐὰν ἐπίσκεψίν μου ποιήσῃ ὁ Κύριος; Πότερον οὐχ ὡς ἐγὼ ἐγενόμην ἐν γαστρὶ καὶ ἐκεῖνοι ἐγένοντο; Ἐγενόμεθα δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ.» «Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν.» Καὶ τίς πραότερος ἐκείνου γέγονε, περὶ οὗ καὶ οἱ οἰκέται ἔλεγον· «Τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ ἐμπλησθῆναι;» Οὕτως ἦσαν αὐτοῦ σφοδροὶ ἔρασται. 13.14 «Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.» Καὶ οὐδὲ ταύτης ἄμοιρος ἦν τῆς ἀρετῆς. Ἄκουσον γοῦν τί φησιν· «Εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως, διετράπην πολυοχλίαν λαοῦ, τοῦ μὴ ἐξαγορεῦσαι τὴν ἀνομίαν μου.» Ὁ δὲ οὕτω διακείμενος, εὔδηλον ὅτι αὐτὴν ἐπένθει μετὰ πολλῆς τῆς ὑπερβολῆς. 13.15 «Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύ13.15 νην.» Ὅρα καὶ τοῦτο μεθ' ὑπερβολῆς αὐτῷ κατωρθωμένον. «Συνέτριψα, φησί, μύλας ἀδίκων καὶ ἐκ μέσου ὀδόν των αὐτῶν ἅρπαγμα ἐξέσπασα», «δικαιοσύνην δὲ ἐνδεδύκειν, ἠμφιασάμην δὲ κρῖμα ἴσα διπλοΐδι.» «Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται.» Οὗτος δὲ οὐκ ἐν χρήμασι μόνον ἐλεήμων ἦν, οὐδὲ ἐν τῷ ἐνδύειν τοὺς γυμνοὺς καὶ τρέφειν τοὺς πεινῶντας καὶ χηρείαν διορθοῦν καὶ ὀρφανίαν περιστέλλειν καὶ πηρώματα φύσεως παραμυθεῖσθαι, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ συμπαθείᾳ τῆς 13.16 ψυχῆς. «Ἐγὼ γάρ, φησίν, ἐπὶ παντὶ ἀδυνάτῳ ἔκλαυσα καὶ ἐστέναξα ἰδὼν ἄνδρα ἐν ἀνάγκαις.» Καθάπερ γὰρ κοινὸς ὢν ἁπάντων πατήρ, οὕτω τὰς ἑκάστου συμφοράς, τὰς μὲν διώρθου, τὰς δὲ ἐθρήνει καὶ διὰ ῥημάτων καὶ διὰ