2
«Πέτρος», ὅπερ καὶ καθ' ἑαυτὸ ὑφέστηκε. Τὸ δὲ περιέχον ὅλα τὰ ἄτομα λέγεται εἶδος, καὶ ἔστι καθολικώτερον τοῦ ἀτόμου, ὅτι πολλὰ ἄτομα περιέχει οἷον ἄνθρωπος. Περιέχει γὰρ καὶ Πέτρον καὶ Παῦλον καὶ πάντας τοὺς κατὰ μέρος ἀνθρώπους, ὅπερ λέγεται φύσις καὶ μορφὴ καὶ οὐσία κατὰ τοὺς πατέρας. Τὸ δὲ πολλὰ εἴδη περιέχον λέγεται γένος οἷον τὸ ζῷον· περιέχει γὰρ ἄνθρωπον, βοῦν, ἵππον καὶ ἔστι καθολικώτερον τοῦ εἴδους. Οἱ δὲ πατέρες τὸ εἶδος καὶ τὸ γένος ἐκάλεσαν φύσιν καὶ μορφὴν καὶ οὐσίαν. Ἡ δὲ ἐπουσιώδης φωνὴ ἢ ἑνὶ εἴδει ὑπάρχει ἢ πολλοῖς. Καὶ εἰ μὲν ἑνὶ εἴδει ὑπάρχει, λέγεται ἴδιον ὡς τὸ γελαστικόν, μόνῳ γὰρ τῷ ἀνθρώπῳ ὑπάρχει τὸ γελαστικόν, καὶ τὸ χρεμετιστικὸν τῷ ἵππῳ. Εἰ δὲ πολλοῖς εἴδεσιν ὑπάρχει, ποιεῖ τὸ συμβεβηκὸς οἷον τὸ λευκόν· τοῦτο γὰρ ὑπάρχει καὶ ἀνθρώπῳ καὶ ἵππῳ καὶ κυνὶ καὶ ἄλλοις εἴδεσιν, ἅτινα πολλὰ καὶ διάφορα τῷ εἴδει ὑπάρχουσι. Καὶ αὗταί εἰσιν αἱ πέντε φωναί, ὑφ' ἃς ἀνάγεται πᾶσα φιλόσοφος φωνή. Ταύτας οὖν δεῖ ἡμᾶς γνῶναι, ἑκάστη τί σημαίνει καὶ ἐν τίνι κοινωνοῦσιν ἀλλήλαις καὶ ἐν τίνι διαφέρουσιν. Εἰσὶ δὲ αὗται· γένος, εἶδος, διαφορά, ἴδιον, συμβεβηκός. Γένος μὲν τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, εἶδος δὲ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀρι θμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον, διαφορὰ δὲ ἡ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποῖόν τί ἐστι κατηγορουμένη καὶ ἐν τῷ ὁρισμῷ λαμβανομένη ὡς οὐσιώδης. ∆εῖ γινώσκειν, ὅτι αὕτη λέγεται οὐσιώδης καὶ φυσικὴ καὶ συστατικὴ καὶ διαιρετικὴ καὶ εἰδοποιὸς καὶ ἰδιαίτατα διαφορὰ καὶ ποιότης. Ἴδιον δέ ἐστι τὸ ἑνὶ εἴδει ὑπάρχον καὶ μόνῳ καὶ παντὶ τῷ εἴδει καὶ ἀεί. Συμβεβηκὸς δέ ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ποῖόν τί ἐστι κατηγορούμενον καὶ μὴ λαμβανόμενον, ἀλλὰ δυνάμενον καὶ ὑπάρχειν τινὶ καὶ μὴ ὑπάρχειν. Αὕτη δὲ λέγεται καὶ ἐπουσιώδης διαφορὰ καὶ ποιότης· περὶ ὧν ἐν τοῖς ἑξῆς ἀκριβέστερον σὺν θεῷ μαθησόμεθα, ἐν οἷς ἡ πρᾶξις. Ἄτομόν ἐστι τὸ ἐξ οὐσίας καὶ συμβεβηκότων καθ' αὑτὸ ὑφιστάμενον, ἀριθμῷ τῶν ὁμοειδῶν κεχωρισμένον, οὐ τὸ τὶ δηλοῦν, ἀλλὰ τὸν τινά. 2 Περὶ τῶν δέκα γενικωτάτων γενῶν, ἃς κατηγορίας ὀνομάζουσιν ∆εῖ γινώσκειν, ὅτι τῶν λεγομένων τὰ μὲν ἁπλῶς καὶ ἄνευ συμπλοκῆς λέγεται ὡς οὐσία, συμβεβηκὸς καὶ τὰ τοιαῦτα, τὰ δὲ μετὰ συμπλοκῆς, ὡς ἵππος τρέχει, ὡς Σωκράτης φιλοσοφεῖ. Ἡμῖν δὲ ἐνταῦθα σκοπός ἐστι περὶ ἁπλῶν λέξεων διαλεχθῆναι διὰ μέσων ἁπλῶν ἐννοιῶν ἁπλᾶ δηλουσῶν πράγματα. Ἕκαστον δὲ τῶν ἁπλῶς λεγομένων αὐτὸ μὲν καθ' ἑαυτὸ ἐν οὐδεμιᾷ καταφάσει ἐστί, πολλῷ μᾶλλον οὐδὲ ἀποφάσει. Τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ κατάφασις καὶ ἀπόφασις γίνεται· ἡ γὰρ κατάφασις τοὐλάχιστον ἐκ δύο λέξεων σύγκειται, ὡς τὸ «Πλάτων περιπατεῖ». Ἡ δὲ ἀπόφασις κατὰ προσθήκην τοῦ ἀρνητικοῦ μορίου γίνεται, τουτέστι «οὐ περιπατεῖ Πλάτων». Ἡ δὲ συμπλοκὴ ἢ κατὰ δύναμιν γίνεται ὡς τὸ «ζῶ»-δύναμιν γὰρ ἔχει δύο λέξεων· ὁ γὰρ λέγων «ζῶ» δηλοῖ τὸ «ζῶ ἐγώ,» καὶ ὁ λέγων «ζῇς» δηλοῖ τὸ «ζῇς σύ»- ἢ κατὰ φωνὴν ὡς τὸ «ἄνθρωπος περιπατεῖ». Τῶν δὲ ἁπλῶς καὶ ἄνευ συμπλοκῆς λεγομένων τὸ μὲν οὐσίαν σημαίνει οἷον ἄνθρωπος, ἵππος· τὸ δὲ ποσὸν οἷον δύο, τρία, δίπηχυ, τρίπηχυ· τὸ δὲ πρός τι ὡς πατήρ, υἱός· τὸ δὲ ποιὸν ὡς λευκόν, μέλαν· τὸ δὲ ποῦ ὡς ἐν ναῷ, ἐν ἀγορᾷ· τὸ δὲ ποτὲ ὡς πέρυσι, χθές, σήμερον· τὸ δὲ κεῖσθαι ὡς τὸ ἵστασθαι, καθῆσθαι· τὸ δὲ ἔχειν ὡς τὸ ὁπλίζεσθαι, ὑποδεδέσθαι· τὸ δὲ ποιεῖν ὡς τὸ καίειν, τέμνειν· τὸ δὲ πάσχειν ὡς τὸ καίεσθαι, τέμνεσθαι. Αὗται οὖν αἱ δέκα λέγονται κατηγορίαι ὡς ἐκ τοῦ ἀγορεύω τουτέστι τοῦ λέγω· λέξεις γάρ εἰσι κατηγορούμεναι ἁπλῶν πραγμάτων, καὶ ταῦτα δι' ἁπλῶν ἐννοιῶν δηλοῦσαι· αʹ οὐσία, βʹ ποσόν, γʹ πρός τι, δʹ ποιόν, εʹ ποῦ, ϛʹ ποτέ, ζʹ