1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

7

δυνάμεις. 8 <Περὶ φιλοσοφίας> Ὁρισμοὶ τῆς φιλοσοφίας εἰσὶν ἕξ. Φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων, ᾗ ὄντα ἐστίν, ἤγουν τῆς φύσεως αὐτῶν, καὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων καὶ μελέτη θανάτου, θανάτου δὲ τοῦ προαιρετικοῦ ὥς φασιν, ἐγὼ δὲ λέγω καὶ τοῦ φυσικοῦ, -ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ. Ὁμοιούμεθα δὲ θεῷ κατὰ τὸ δίκαιον καὶ ὅσιον· δίκαιον μὲν οὖν ἐστι τὸ τοῦ ἴσου διανεμητικὸν ἤγουν μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, ὅσιον δὲ τὸ ὑπὲρ τὸ δίκαιον ἤγουν τὸ ἀγαθόν, τουτέστι τοῦ ἀδικεῖσθαι μᾶλλον ἤπερ ἀδικεῖν. -τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν· ἡ γὰρ φιλοσοφία ἀρχή ἐστι πάσης τέχνης. -φιλία σοφίας· σοφία δὲ ἀληθὴς ὁ θεός· ἡ οὖν ἀγάπη ἡ πρὸς τὸν θεόν, αὕτη ἐστὶν ἡ ἀληθὴς φιλοσοφία. ∆ιαιρεῖται δὲ ἡ φιλοσοφία εἰς θεωρητικὸν καὶ πρακτικόν· τὸ θεωρητικὸν εἰς θεολογικόν, μαθηματικόν, φυσιολογικόν· τὸ μαθηματικὸν εἰς ἀριθμητικόν, μουσικόν, γεωμετρικόν, ἀστρονομικόν· τὸ δὲ πρακτικὸν εἰς ἠθικόν, οἰκονομικόν, πολιτικόν. Θεωρητικὸν μὲν οὖν ἐστι τὸ κατανοεῖν τά τε ἀσώματα καὶ ἄυλα ἤγουν περὶ θεοῦ, ὃ πρώτως καὶ κυρίως ἐστὶν ἄυλον· ἔπειτα καὶ περὶ ἀγγέλων καὶ δαιμόνων καὶ ψυχῶν, ἃ καὶ αὐτὰ ὅσον πρὸς τὸ σῶμα ἄυλα λέγονται, εἰ καὶ πρὸς τὸ κυρίως ἄυλον ἤγουν τὸ θεῖον ὑλικά εἰσιν, ὅπερ ἐστὶν τὸ θεολογικόν. Θεωρεῖν δὲ καὶ τὴν τῶν ὑλικῶν φύσιν ἤγουν ζῴων καὶ φυτῶν καὶ λίθων καὶ τῶν τοιούτων, ὅπερ ἐστὶ τὸ φυσιολογικόν. Θεωρεῖν δὲ καὶ τὰ μέσα τούτων, ἅτινα ποτὲ μὲν ἐν ὕλῃ θεωροῦνται, ποτὲ δὲ ἐκτὸς ὕλης καὶ μέσα εἰσὶ τῶν ἀύλων καὶ ὑλικῶν, ὅπερ ἐστὶ τὸ μαθηματικόν. Ὁ γὰρ ἀριθμὸς καθ' ἑαυτὸν μὲν ἄυλός ἐστι, θεωρεῖται δὲ καὶ ἐν τῇ ὕλῃ ἤγουν ἐν σίτῳ· λέγομεν γὰρ «δέκα μόδιοι σίτου»· ὁμοίως καὶ τὰ λοιπά. Τὸ δὲ πρακτικὸν ἦθος κοσμεῖ καὶ τὸ πῶς δεῖ πολιτεύεσθαι διδάσκει· καὶ εἰ μὲν ἕνα ἄνθρωπον παιδεύει, λέγεται ἠθικόν, εἰ δὲ οἶκον ὅλον, λέγεται οἰκονομικόν, εἰ δὲ καὶ πόλιν ὁλόκληρον, λέγεται πολιτικόν. 9 <Ὅροι διάφοροι> ∆όγμα ἐστὶν εὐσεβείας ἀληθοῦς ζήτησις, ἀπλανὴς καὶ ἀψευδὴς διάγνωσις ἢ ἐν λόγοις ἀπαλλαγὴ πλάνης. ∆όγμα καθολικόν ἐστι γνώμη ἀβιάστως πᾶσι προτιθεμένη καὶ ἀντίῤῥησις ἑτέρου καὶ ἀνατροπὴ τοῦ χείρονος. Ὅρος ἐστὶ λόγος σύντομος δηλωτικὸς πάσης τῆς ὑποκειμένης οὐσίας τοῦ πράγματος. Ὅρος ἐστὶ λόγος, οὗ ἐπέκεινα ἑαυτοῦ προελθεῖν τὸ πρᾶγμα, οὗ ἐστι μὴ συγχωρῶν διὰ τὸ ἐν αὐτῷ καὶ μόνῳ γνωρίζεσθαι. Ὁρισμός ἐστι δήλωσις πράγματος διὰ λόγου, οὗ χωρὶς οὐδὲ τί ἐστιν οὐδ' ὅτι ἐστὶ γνωρίζεται. Ὅρος ἐστὶ λόγος σύντομος δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. Ὅρος ἐστί, μέχρις οὗ ἔρχεται τὸ τυχὸν κἀκεῖ περαιοῦται. -Ὑπογραφή ἐστι λόγος σύντομος δηλωτικὸς συμβεβηκότων ἤγουν ὁ ἐκ τῶν συμβεβηκότων τε καὶ ἰδίων δηλῶν τὸ ὑποκείμενον. -∆ιαφέρει δὲ ὁ ὁρισμὸς ὅρου, ὅτι ὁ ὁρισμὸς μερικώτερός ἐστιν, ὁ δὲ ὅρος καθολικώτερος· σημαίνει γὰρ ὁ ὅρος καὶ τὸν ὁρισμὸν καὶ τὸ ὁροθέσιον καὶ τὸ οὗ ἐστι πέρας. Ὅρος λέγεται καί, εἰς ὃν ἀναλύεται ἡ πρότασις· ὁ δὲ ὁρισμὸς τὸν σύντομον λόγον δηλοῖ μόνον τὸν δηλωτικὸν τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. Ἡ δὲ ὑπογραφὴ διαφέρει τοῦ ὁρισμοῦ, ὅτι ὁ μὲν ὁρισμὸς ἐξ οὐσιωδῶν λαμβάνεται, ἡ δὲ ὑπογραφὴ ἐξ ἐπουσιωδῶν ἤγουν συμβεβηκότων, ὁ δὲ ὑπογραφικὸς ὁρισμὸς ἐξ οὐσιωδῶν τε καὶ ἐπουσιωδῶν. Ὑγίεια δὲ ὅρου τὸ ἀντιστρέφειν, κακία δὲ τὸ μὴ ἀντιστρέφειν. Ὁριστόν ἐστι τὸ ὑποκείμενον τῷ ὅρῳ ἤγουν τὸ ὁριζόμενον, ἀόριστόν ἐστι μόνον τὸ ἄκτιστον