1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

3

κεῖσθαι, ηʹ ἔχειν, θʹ ποιεῖν, ιʹ πάσχειν. Ἡ οὐσία διαιρεῖται εἰς σῶμα καὶ ἀσώματον, τὸ σῶμα εἰς ἔμψυχον καὶ ἄψυχον, τὸ ἔμψυχον οἱ μὲν εἰς αἰσθητικὸν καὶ ἀναίσθητον, οἱ δὲ εἰς ζῷον, ζωόφυτον καὶ φυτόν· καὶ γὰρ οὐδὲν ἕτερόν ἐστι τὸ ζῷον εἰ μὴ οὐσία ἔμψυχος αἰσθητική. Πάλιν τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον, τὸ θνητὸν εἰς ἄνθρωπον, ἵππον, κύνα καὶ τὰ τοιαῦτα. Ἔστι τοίνυν ἡ μὲν οὐσία γενικώτατον γένος διὰ τὸ μὴ ἔχειν πρὸ αὐτῆς ἄλλο γένος κατηγορούμενον αὐτῇ συνωνύμως· «συνωνύμως» δὲ εἴπομεν διὰ τὸ ὄν. Ἔστι μὲν γὰρ πρὸ αὐτῆς τὸ ὂν καὶ καθολικώτερον αὐτῆς ἐστι· τὸ γὰρ ὂν οὐ μόνον τὴν οὐσίαν σημαίνει ἀλλὰ καὶ τὸ συμβεβηκός. Καὶ διαιρεῖται τὸ ὂν εἰς οὐσίαν καὶ συμβεβηκός, ἐπειδήπερ πάντα ὑπὸ τὸ ὄν εἰσι· τὸ γὰρ μὴ ὂν οὐκ ἔστι τῶν πάντων οὐδέν. Ἀλλ' εἰ καὶ πρὸ τῆς οὐσίας ἐστὶ τὸ ὄν, ἀλλ' ὅμως οὐκ ἔστι γένος αὐτῆς· οὐ γὰρ συνωνύμως κατηγορεῖται τῇ οὐσίᾳ τὸ ὄν. Συνώνυμος δὲ κατηγορία ἐστίν, ὅταν τὸ ὑποκείμενον δέχεται καὶ τὸ ὄνομα καὶ τὸν ὅρον τοῦ κατηγορουμένου ἤγουν τοῦ ἐπάνω. Ἡ δὲ οὐσία τὸ μὲν ὄνομα τοῦ ὄντος δέχεται, τὸν δὲ ὁρισμὸν αὐτοῦ δέξασθαι οὐ δύναται. Ἔστιν οὖν ἡ μὲν οὐσία γενικώτατον γένος, ἄνθρωπος δὲ καὶ ἵππος καὶ τὰ τοιαῦτα εἰδικώτατα εἴδη διὰ τὸ μὴ τέμνεσθαι εἰς ἕτερα εἴδη· εἰ γὰρ καὶ τέμνεται ἄνθρωπος εἰς ἄρσεν καὶ θῆλυ, ἀλλ' οὔκ εἰσι ταῦτα εἴδη· ὁμοούσια γάρ εἰσιν. Εἶδος δὲ εἴδει ὁμοούσιον εἶναι ἀδύνατον. Τὰ δὲ μεταξὺ τοῦ εἰδικωτάτου εἴδους τουτέστι τοῦ ἀνθρώπου καὶ τοῦ γενικωτάτου γένους τουτέστι τῆς οὐσίας καὶ γένη λέγονται καὶ εἴδη ὑπάλληλα τῶν μὲν πρὸ αὐτῶν ἤγουν τῶν ἐπάνω εἴδη, τῶν δὲ μετὰ ταῦτα ἤγουν τῶν ὑποκάτω γένη, οἷον τὸ σῶμα εἶδος μέν ἐστι τῆς οὐσίας γένος δὲ τοῦ ἐμψύχου, τὸ ἔμψυχον εἶδος μὲν τοῦ σώματος γένος δὲ τοῦ ζῴου, τὸ ζῷον εἶδος μὲν τοῦ ἐμψύχου γένος δὲ τοῦ λογικοῦ, τὸ λογικὸν εἶδος τοῦ ζῴου γένος δὲ τοῦ θνητοῦ, τὸ θνητὸν εἶδος μὲν τοῦ λογικοῦ γένος δὲ τοῦ ἀνθρώπου. Ὁ δὲ ἄνθρωπος καὶ τοῦ θνητοῦ εἶδος λέγεται καὶ τῶν ὑπ' αὐτὸ ἀτόμων· πάλιν εἶδος λέγεται καὶ οὐκέτι γένος. Καὶ ἡ οὐσία γένος μόνον λέγεται, οὐκέτι δὲ καὶ εἶδος. Τούτου οὖν χάριν ἡ μὲν οὐσία γενικώτατον γένος λέγεται ὁ δὲ ἄνθρωπος εἰδικώτατον εἶδος. Καὶ πᾶν δὲ γένος μὴ ἔχον πρὸ αὐτοῦ ἕτερον γένος γενικώτατον λέγεται, καὶ πᾶν εἶδος μὴ ἔχον ὑπ' αὐτὸ ἕτερον εἶδος καὶ μὴ ὂν γένος εἰδικώτατόν ἐστιν. Πᾶν οὖν τὸ πρὸ τῶν ἀτόμων προσεχῶς ἤγουν ἐγγυτάτω εἶδός ἐστι μόνον οὐκέτι δὲ καὶ γένος. 3 Περὶ ποσότητοσ Ποσότης ἐστὶ σωρεία μονάδων καὶ οὐ διαίρεσις ἀλλὰ μᾶλλον συνάφεια. Τοῦ δὲ ποσοῦ τὸ μὲν συνεχές, τὸ δὲ διωρισμένον. ∆ιωρισμένον οὖν ἐστιν, οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον οὐ συνάπτουσιν ὡς δύο φοίνικες· συνεχὲς δέ ἐστιν, οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτουσιν οἷον ξύλον ἓν τρίπηχυ. Ὑπὸ μὲν οὖν τὸ διωρισμένον ποσὸν ἀνάγεται ἀριθμὸς καὶ λόγος· ἀριθμὸς μὲν οἷον δύο, τρία καὶ τὰ τοιαῦτα· τὰ γὰρ μέρη τῶν δύο, ἅτινά εἰσιν ἓν καὶ ἕν, οὐκ ἔχουσι κοινὸν ὅρον τὸν συνάπτοντα αὐτά. Καὶ λόγος δὲ μετρούμενος συλλαβαῖς ὑπὸ τὸ διωρισμένον ποσὸν ἀνάγεται· οὐ γὰρ ἔχουσιν αἱ συλλαβαὶ κοινὸν ὅρον τὸν συνάπτοντα αὐτάς. Ὑπὸ δὲ τὸ συνεχὲς ἀνάγονται γραμμὴ καὶ ἐπιφάνεια καὶ σῶμα καὶ τόπος καὶ χρόνος. Γραμμὴ δὲ καὶ ἐπιφάνεια καὶ σῶμα καὶ τόπος καὶ χρόνος ὑπὸ τὸ συνεχὲς ποσὸν ἀνάγονται· ἑκάστου γὰρ αὐτῶν τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτουσιν, γραμμῆς μὲν πρὸς στιγμήν, ἐπιφανείας δὲ πρὸς γραμμήν, σώματος δὲ πρὸς ἐπιφάνειαν. Στιγμὴ μὲν γάρ ἐστιν ἄποσον. Ἡ δὲ γραμμὴ ἔχει μίαν διάστασιν· ἔστι γὰρ μῆκος ἀπλατές. Ἡ δὲ ἐπιφάνεια ἔχει δύο διαστάσεις, μῆκός τε καὶ πλάτος. Τὸ δὲ σῶμα τρεῖς ἔχει διαστάσεις, μῆκός τε <καὶ> πλάτος καὶ βάθος. Ὁ δὲ τόπος