1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

5

ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν· -ἢ πρὸς εὐθεῖαν οἷον τὸ ὄρος μέγα πρὸς μικρὸν καὶ πολὺ πρὸς ὀλίγον· οὐδεὶς γὰρ λέγει «μικροῦ μέγα» ἢ «πολλοῦ ὀλίγον». Τῶν δὲ πρός τι τὰ μὲν τῷ αὐτῷ ὀνόματι ὀνομάζονται, ὡς ὁ φίλος φίλου φίλος καὶ τὸ ὅμοιον ὁμοίῳ ὅμοιον καὶ τὰ τοιαῦτα, τὰ δὲ ἑτέρως. Καὶ τούτων τὰ μὲν καθ' ὑπεροχὴν καὶ ἔλλειψιν, ὑφ' ἃ ἀναφέρονται τὰ τοῦ πολυπλασίου εἴδη ὡς τὸ μεῖζον ἐλάττονος μεῖζον, -τὰ δὲ κατὰ τὸ κρῖνον καὶ κρινόμενον ὡς ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη, ἕξις ἑκτοῦ ἕξις, αἴσθησις αἰσθητοῦ αἴσθησις, ὁμοίως καὶ διάθεσις καὶ θέσις καὶ ἀνάκλισις καὶ καθέδρα καὶ στάσις· τούτων γὰρ γένος ἡ θέσις. Ὑφ' ἣν δὲ κατηγορίαν τὸ γένος ἐστίν, ὑπὸ ταύτην καὶ τὰ τοῦ γένους εἴδη ἀνάγονται. Τὸ δὲ καθῆσθαι καὶ κεῖσθαι καὶ ἑστάναι ὡς παρώνυμα καὶ ἀπαρέμφατα οὐκ ἀνάγονται ὑπὸ τὰ πρός τι· οὐ γάρ εἰσι θέσις-τὰ δὲ κατὰ δύναμιν καὶ ἀδυναμίαν, δύναμιν μὲν ὡς τὸ θερμαῖνον καὶ θερμαινόμενον, ἀδυναμίαν δὲ τὸ κατὰ στέρησιν τῆς δυνάμεως, ἡνίκα λέγομεν ἀδυναμίαν ἔχειν τὴν ὄψιν ὁρᾶν τὴν ἄναστρον σφαῖραν-τὰ δὲ κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν ὡς πατὴρ υἱοῦ πατήρ-τὰ δὲ κατὰ τὴν πρὸς τὸ γένος ἀναφοράν, ὥς φαμεν τὴν γραμματικὴν ὑπὸ τὰ πρός τι οὐ καθὸ γραμματικὴ ἀλλὰ καθὸ ἐπιστήμη· ἡ γὰρ ἐπιστήμη γένος τῆς γραμματικῆς, ἡ δὲ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη. Ὁμοίως καὶ ἡ ἀνάκλισις καὶ ἡ καθέδρα καὶ ἡ στάσις, τούτων γὰρ γένος ἡ θέσις, καὶ ἡ ἀρετὴ διὰ τὴν ἕξιν· ἡ γὰρ ἀρετὴ ἕξις ἐστίν. 5 Περὶ ποιοῦ καὶ ποιότητος Ποιότης ἐστί, καθ' ἣν ποιοί τινες ὀνομάζονται, ἢ ποιότης ἐστί, καθ' ἣν παρωνύμως τὰ μετέχοντα αὐτῆς λέγεται· ἐκ γὰρ τῆς φρονήσεως φρόνιμος λέγεται ὁ ἔχων τὴν φρόνησιν καὶ θερμὸς λέγεται ὁ μετέχων θερμότητος. Ἰστέον δέ, ὡς τὸ ποιὸν καθολικώτερόν ἐστι τῆς ποιότητος· τὸ μὲν γὰρ ποιὸν σημαίνει τήν τε ποιότητα καὶ τὸ μετέχον αὐτῆς, ἡ δὲ ποιότης οὐ σημαίνει τὸ μετέχον αὐτῆς. Ὁμοίως καὶ ἐπὶ τοῦ ποσοῦ καὶ τῆς ποσότητος. Ἡ δὲ ποιότης τῶν πολλαχῶς λεγομένων ἐστὶν οὐχ ὡς ὁμώνυμος ἀλλ' ὡς συνώνυμος. Τὸ μὲν γὰρ κύων ὄνομα ὁμωνύμως λεγόμενον οὐκ ἔστι κοινὸν γένος τοῦ χερσαίου καὶ θαλασσίου καὶ ἀστρῴου, ἡ δὲ ποιότης γένος οὖσα συνωνύμως κατηγορεῖται τῶν ὑπ' αὐτὴν εἰδῶν· τὰ γὰρ εἴδη αὐτῆς καὶ τὸ ὄνομα καὶ τὸν ὅρον αὐτῆς δέχεται. Τῶν δὲ ποιοτήτων αἱ μὲν τοῖς ἐμψύχοις ὑπάρχουσι σώμασιν ὡς ἐπιστῆμαι καὶ ἀρεταί, νόσοι καὶ ὑγίειαι, καὶ λέγονται ἕξεις καὶ διαθέσεις, αἱ δὲ τοῖς ἐμψύχοις καὶ ἀψύχοις ὡς θερμότης, ψύξις, μορφή, σχῆμα, δύναμις καὶ ἀδυναμία. Τούτων δὲ αἱ μέν εἰσι δυνάμει, αἱ δὲ ἐνεργείᾳ· καὶ εἰ μὲν δυνάμει, ποιοῦσι δύναμιν καὶ ἀδυναμίαν· εἰ δὲ ἐνεργείᾳ, ἢ διὰ βάθους κεχωρήκασιν ὥσπερ ἡ θερμότης δι' ὅλου τοῦ πυρὸς καὶ ἡ λευκότης δι' ὅλου τοῦ γάλακτος καὶ τῆς χιόνος καὶ ποιεῖ τὸ τρίτον εἶδος, πάθος καὶ παθητικὴν ποιότητα, ἢ ἐπιπολῆς καὶ ποιοῦσι τὸ τέταρτον εἶδος, σχῆμα καὶ μορφήν. 6 Περὶ διαφορᾶς ἑνώσεως Ἕνωσις γίνεται κατὰ διαφόρους τρόπους· ἢ γὰρ κατὰ φυρμὸν γίνεται ὡς ἐπὶ διαφόρων ἀλεύρων ἀναφυρομένων καὶ μιγνυμένων, - ἢ κατὰ κόλλησιν ὡς ἐπὶ χαλκοῦ καὶ μολύβδου, -ἢ κατὰ ἁρμονίαν ὡς ἐπὶ λίθων ἢ ξύλων, -ἢ κατὰ σύγχυσιν ὡς ἐπὶ τῶν τηκτῶν καὶ τῶν μεταλλικῶν, ὡς ἐπὶ κηροῦ καὶ πίσσης καὶ ὡς ἐπὶ χρυσοῦ καὶ ἀργύρου, - ἢ κατὰ ἀνάκρασιν ὡς ἐπὶ τῶν ὑγρῶν, οἴνου τυχὸν καὶ ὕδατος ἢ οἴνου καὶ μέλιτος. -Ἡ γὰρ κατὰ σύνθεσιν ἕνωσίς ἐστιν ἡ εἰς ἄλληλα τῶν μερῶν χωρὶς ἀφανισμοῦ περιχώρησις, ὡς ἐπὶ ψυχῆς ἔχει καὶ σώματος, ἥντινα ἕνωσίν τινες σύγκρασιν ἐκάλεσαν ἢ συμφυΐαν· τὰ γὰρ συνόντα τοιαύτην ἔχει φύσιν, ὡς καὶ ἑνοῦσθαι τοῖς δυναμένοις