1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

11

διαφέροντα κατὰ τὸ γένος καὶ μὴ ὄντα ὁμοούσια. Ἑτεροειδῆ εἰσι τὰ διαφέροντα κατὰ τὸ εἶδος ἤγουν κατὰ τὴν οὐσίαν. Ὁμοούσιά εἰσι τὰ τῆς αὐτῆς οὐσίας μετέχοντα. Ἑτεροούσιά εἰσι τὰ διαφέροντα κατὰ τὴν οὐσίαν. Ἑτεροϋπόστατά εἰσι τὰ διαιρούμενα κατὰ τὴν ὑπόστασιν. Ὁμοφυῆ εἰσι τὰ ὁμοούσια, ἑτεροφυῆ εἰσι τὰ ἑτεροούσια. Ὁμογενῆ καὶ ὁμοφυῆ καὶ ὁμοειδῆ καὶ ὁμοούσια ταὐτόν εἰσιν· ἑτερογενῆ καὶ ἑτεροφυῆ καὶ ἑτεροειδῆ καὶ ἑτεροούσια ταὐτὸν οὔκ εἰσιν. 14 <Περὶ ὁμωνύμων καὶ ἑτερωνύμων καὶ τοιούτων> Ὁμώνυμά εἰσιν, ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος, ἤγουν τὰ τὸ αὐτὸ ὄνομα ἔχοντα, τὸ δὲ ἐκ τοῦ ὀνόματος σημαινόμενον ἕτερον καὶ ἕτερον, ὡς Ἰωάννης ὁ βαπτιστὴς καὶ Ἰωάννης ὁ ἀπόστολος ἓν ὄνομα ἔχοντες ἀμφότεροι τὸ «Ἰωάννης», ἄλλο δὲ καὶ ἄλλο τὸ ἐκ τοῦ ὀνόματος σημαινόμενον· ὁ μὲν γὰρ βαπτιστὴς ὁ δὲ ἀπόστολος, καὶ ὁ μὲν Ζαχαρίου υἱὸς ὁ δὲ Ζεβεδαίου. -Συνώνυμα δέ εἰσιν, ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός, ἤγουν τὰ τὸ αὐτὸ ὄνομα ἔχοντα καὶ τὸ ἐκ τοῦ ὀνόματος σημαινόμενον τουτέστι τὸν ὅρον αὐτοῦ τοῦ κοινοῦ ὀνόματος, ὡς ζῷον ὅ τε ἄνθρωπος καὶ ὁ ἵππος· ἀμφότερα γὰρ κοινωνοῦσι τοῦ ζῴου καὶ τοῦ ὅρου, ἕκαστον γὰρ αὐτῶν ζῷον λέγεται καὶ τὸν αὐτὸν ὅρον τοῦ ζῴου ἐπιδέχεται, οὐσία γάρ ἐστιν ἔμψυχος αἰσθητική. -Πολυώνυμά εἰσι πολλὰ ὀνόματα καθ' ἑνὸς πράγματος λεγόμενα ὡς ἄορ, ξίφος, μάχαιρα, σπάθη· ταῦτα γὰρ πάντα τὰ ὀνόματα τὸ αὐτὸ δηλοῦσι καὶ ἕνα ὅρον ἔχουσιν, ὅρος γὰρ αὐτῶν ἐστι σίδηρος ἀμφήκης. - Ἑτερώνυμα δὲ τὰ μήτε τῷ ὀνόματι μήτε τῷ ὅρῳ κοινωνοῦντα, ὧν τό τε ὄνομα καὶ ὁ λόγος τῆς οὐσίας ἕτερος. Εἰ μὲν οὖν ἔχουσιν ἓν ὑποκείμενον, λέγονται ἑτερώνυμα οἷον ἀνάβασις καὶ κατάβασις· ἔχουσι γὰρ ἓν ὑποκείμενον, τὴν κλίμακα. -Ἕτερα δέ εἰσιν, ὧν τό τε ὄνομα καὶ ὁ τῆς οὐσίας λόγος ἕτερος, καὶ οὐκ ἔχουσιν ἓν ὑποκείμενον ὡς οὐσία καὶ συμβεβηκός. -Παρώνυμα δέ εἰσι τὰ ἀπό τινος ἔχοντα τὴν προσηγορίαν ὡς ἐκ τῆς δικαιοσύνης δίκαιος. 15 <Περὶ κοινοῦ καὶ ὑποκειμένου> Κοινόν ἐστιν ἢ τὸ ἐν πολλοῖς θεωρούμενον ἢ τὸ ἐκ πολλῶν κατηγορούμενον. Κοινὸν δὲ τετραχῶς λέγεται ἢ τὸ εἰς τὰ μέρη διαιρετὸν ὡς ἡ κληρουχουμένη γῆ, ἢ τὸ ἀδιαιρέτως ἐν χρήσει κοινῇ λαμβανόμενον οὐχ ἅμα δὲ ὡς εἷς δοῦλος ἢ εἷς ἵππος δύο δεσποτῶν, ἢ τὸ ἐν προκαταλήψει ἰδιοποιούμενον, εἰς δὲ τὸ κοινὸν ἀναπεμπόμενον οἷον ὡς ἐν θεάτρῳ τόπος ἢ ὁ ἐν βαλανείῳ, ἢ τὸ ἀδιαιρέτως εἰς κοινὴν καὶ τὴν αὐτὴν ἔννοιαν προβαλλόμενον, ὡς ἡ φωνὴ τοῦ κήρυκος κατὰ τοῦτον τὸν τρόπον ἐνταῦθα ἐλήφθη· ὁ λόγος ἐστὶν ἡ περὶ ὅλου, οὗ ἐστι, δι' ἑαυτῆς γνωρίζουσα <φωνή>. Ὑποκείμενον λέγεται ἡ οὐσία αὐτή. Καθ' ὑποκειμένου δὲ λέγεται, ὅταν τὰ καθ' ὅλου τῶν μερικῶν κατηγορῆται, ἐν ὑποκειμένῳ δὲ ὡς ἐν ταῖς οὐσίαις τὰ συμβεβηκότα οἷον ὡς τὸ λευκὸν ἐν κύκνῳ. Τὸ ὑποκείμενον διττόν ἐστι· τὸ μὲν πρὸς ὕπαρξιν, τὸ δὲ πρὸς κατηγορίαν. Καὶ πρὸς ὕπαρξιν μὲν ὑποκεῖσθαι λέγουσι τὴν οὐσίαν τοῖς συμβεβηκόσι, πρὸς κατηγορίαν δὲ τὰ μερικὰ τοῖς καθ' ὅλου. Ἐν ὑποκειμένῳ ἐστίν, ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ, ἐν ᾧ ἐστιν, ὡς τὸ χρῶμα ἐν σώματι· οὐ γάρ ἐστι τὸ χρῶμα μέρος τῆς οὐσίας τοῦ σώματος, τὸ δὲ χρῶμα οὐ δύναται εἶναι ἐκτὸς τοῦ σώματος. Καθόλου ἐστι τὸ πολλὰ σημαῖνον ὡς ἄνθρωπος· σημαίνει γὰρ πάντας τοὺς ἀνθρώπους πολλοὺς ὄντας. -Μερικὸν δὲ τὸ ἐκ τοῦ καθόλου διαιρεθὲν καὶ ὑποκείμενον αὐτῷ ὡς Πέτρος, Παῦλος καὶ εἷς ἕκαστος τῶν ἀνθρώπων. -Συνώνυμος κατηγορία ἐστίν, ὅταν καὶ