1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

13

τοιούτων λέγεται. Ἀπαθές ἐστι τὸ πάσης ὕλης χωρὶς καὶ ὑπὸ ταύτης οὐδαμῶς, ὅ ἐστι, νοηθῆναι δυνάμενον. Ἀπαθές ἐστι τὸ πάθους χωρὶς καὶ πάσης ἁφῆς ἀνώτερον. Ἀπαθές ἐστι τὸ ἑτέρου ἀνενδεὲς καὶ ἀεὶ ὡσαύτως ἐφ' ἑαυτοῦ μένον. Πάθος ἐστὶ μεταποίησις τοῦδέ τινος, οὗ ἦν, εἴτ' ἐπ' ἀγαθῷ εἴτε καὶ ὡς ἄλλως. Παθητόν ἐστι τὸ μεταποιηθῆναι δυνάμενον εἰς τοῦτο, ὃ οὐκ ἦν πρότερον. 17 <Περὶ προτέρου ἅμα τε καὶ κινήσεως> Πρότερον ἕτερον ἑτέρου λέγεται πενταχῶς. Πρότερον κυρίως ἐστὶ τὸ χρόνῳ πρότερον, ὡς λέγομεν παλαιότερον ἢ πρεσβύτερον. Πρότερον φύσει ἐστίν, ὅπερ συναναιρεῖ καὶ οὐ συναναιρεῖται, καὶ συνεισφέρεται μὲν οὐ συνεισφέρει δέ, δι' ὅπερ τὰ ἁπλᾶ προτεύουσι τῶν συνθέτων καὶ τὰ καθόλου τῶν μερικῶν. Πρότερον δέ ἐστι καὶ τὸ κατὰ τάξιν. Πρότερόν ἐστι καὶ τὸ κατὰ δύναμιν ἤτοι κατ' ἀξίαν. Πρότερον ὁμοίως ἐστὶ καὶ τὸ αἴτιον καὶ τὸ αἰτιατόν· αἴτιον δὲ δεῖ νοεῖν τὸ ἀποτελοῦν, αἰτιατὸν δὲ τὸ ἀποτελούμενον. Ἅμα λέγεται τὰ συνυπάρχοντα ἀλλήλοις καὶ μὴ ὄντα πρότερον ἕτερον ἑτέρου εἴτε χρόνῳ εἴτε φύσει εἴτε αἰτίῳ εἴτε τάξει εἴτε δυνάμει ἤγουν ἀξίᾳ. Ἅμα δὲ λέγεται καὶ τὰ ἀντιδιαιρούμενα ἤγουν τὰ δύο σκέλη τὰ ἐκ τῆς αὐτῆς διαιρέσεως, οἷον τοῦ ζῴου τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον. Κίνησίς ἐστιν ἐντελέχεια τοῦ δυνάμει, καθὸ τοιοῦτόν ἐστιν, οἷον ὁ χαλκὸς δυνάμει ἐστὶν ἀνδριάς· δύναται γὰρ ὁ χαλκὸς ἀπολαβεῖν τὸ εἶδος τοῦ ἀνδριάντος. Ἐντελέχεια οὖν ἐστι τοῦ χαλκοῦ τοῦ δυνάμει ἀνδριάντος ὄντος τὸ διαλύεσθαι, τὸ διαπλάττεσθαι, τὸ ξέεσθαι, ἅπερ εἰσὶ κινήσεις. Ἐν ὅσαις οὖν κατηγορίαις τὸ «δυνάμει», εἰκότως ἐν ταύταις θεωρηθήσεται ἡ κίνησις· ἔν τε τῇ οὐσίᾳ καὶ ἐν τῷ ποσῷ καὶ ἐν τῷ ποιῷ καὶ ἐν τῇ ποῦ κατηγορίᾳ, ἐν μὲν τῇ οὐσίᾳ γένεσις καὶ φθορά, ἐν δὲ τῷ ποσῷ αὔξησις καὶ μείωσις, ἐν δὲ τῷ ποιῷ ἀλλοίωσις, ἐν δὲ τῇ ποῦ τὸ κύκλῳ φερόμενον καὶ τὸ ἐπ' εὐθείας κινούμενον, καὶ καλεῖται τὸ μὲν πρότερον περιφορά, τὸ δὲ δεύτερον ἁπλῶς ἐπ' εὐθείας κίνησις. Ἑπτὰ δέ τινές εἰσιν ἐν τῇ ποῦ κατηγορίᾳ κινήσεις τουτέστιν αἱ τοπικαὶ καὶ μεταβατικαὶ κινήσεις· ἡ κάτω, ἡ ἄνω, ἡ ἐντός, ἡ ἐκτός, ἡ δεξιά, ἡ ἀριστερά, ἡ κυκλοφορουμένη. 18 <Περὶ ἀποφάνσεως καὶ συλλογισμοῦ> Τὴν ἐπίνοιαν οἱ πατέρες καὶ ὁ ἀληθὴς λόγος διττὴν εἶναι ἀπεφήναντο· ἡ μὲν γὰρ οἱονεὶ ἐπέννοιά τις καὶ ἐπενθύμησίς ἐστι τὴν ὁλοσχερῆ τῶν πραγμάτων καὶ ἀδιάρθρωτον ἐξαπλοῦσά τε καὶ διασαφοῦσα θεωρίαν καὶ γνῶσιν, ὡς τὸ αἰσθήσει δόξαν εἶναι ἁπλοῦν τῇ πολυπραγμοσύνῃ τοῦ νοῦ πολυμερές τε καὶ ποικίλον ἀναφαίνεσθαι. Ἡ δὲ ἀνάπλασμα διανοίας τυγχάνει κατὰ συμπλοκὴν αἰσθήσεώς τε καὶ φαντασίας ἐκ τῶν ὄντων τὰ μηδαμῶς ὄντα συντιθεῖσα καὶ εἶναι δοξάσουσα· τοιαύτη δέ ἐστιν ἡ τῶν ἱπποκενταύρων καὶ σειρήνων μυθοπλαστία· τῶν γὰρ ὅλων τὰ μέρη λαμβάνουσα καὶ ἐκ μερῶν ἄλλο τι συντιθεῖσα κατὰ πολλὴν ἐξουσίαν τε καὶ εὐκολίαν τὰ μηδαμῶς ἐν ὑποστάσει τε καὶ οὐσίᾳ θεωρούμενα ἐν τῇ διανοίᾳ καὶ τοῖς λόγοις ἀνέπλασεν, εἶτα καὶ ταῖς ὕλαις διαμορφουμένη ἀνειδωλοποίησεν. Ἀρχή ἐστι τῶν γεγονότων αἰτία πάντων. Ἄναρχόν ἐστιν, ἐξ οὗ τὰ πάντα γεγένηται, αὐτὸ δὲ ἀγένητον. -Τέλος ἐστὶ τὸ τυχεῖν τοῦ σκοποῦ· τέλος ἐστὶ κατὰ Ἀριστοτέλην, οὗ εἵνεκα τὰ ἄλλα αὐτὸ δὲ μηδενὸς ἕνεκεν, ἢ οὕτως· Τέλος ἐστί, δι' ὃ τὰ ἄλλα τις πράττει, αὐτὸ δὲ διὰ μηδέν. Ἁπλῆ φωνή, ὄνομα, ῥῆμα, φάσις, ὅρος· ταῦτα τὰ πέντε κατὰ μὲν τὸ ὑποκείμενον οὐδὲν ἀλλήλων διαφέρει, μόνον δὲ κατὰ τὴν σχέσιν ἐστὶν ἡ διαφορά, οἷον ἄνθρωπος ὡς μὲν ἁπλῶς σημαντικόν τινος λέγεται ἁπλῆ φωνή, ὡς δὲ ὑποκείμενον λέγεται ὄνομα, ὡς δὲ τάξιν ἐπέχον κατηγορουμένου λέγεται ῥῆμα, ὡς δὲ μέρος προτάσεως λέγεται φάσις, ὡς δὲ μέρος συλλογισμοῦ λέγεται ὅρος. Ἀπόφανσίς ἐστι λόγος σημαίνων, τί τινι ὑπάρχει ἢ μὴ ὑπάρχει, οἷον «Σωκράτης <οὐ> βαδίζει» δηλοῖ, ὅτι οὐχ ὑπάρχει τῷ Σωκράτει τὸ βαδίζειν. Αὕτη ἡ ἀπόφανσις διαιρεῖται εἰς κατάφασιν καὶ ἀπόφασιν. Ἀπόφανσίς ἐστι λόγος, ἐν ᾧ