1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

9

∆ιαφορὰ ὁμοίως ἐστὶ τὸ χωρίζειν πεφυκὸς τὰ ὑπὸ τὸ αὐτὸ γένος οὐσιωδῶς. ∆ιαφορὰ ὡσαύτως ἐστίν, ὅτῳ διαφέρει ἕκαστον οὐσιωδῶς. ∆ιαφορά ἐστιν ἡ ἕτερον εἶδος ποιοῦσα καὶ ἡ ἐν τῷ ὅρῳ παραλαμβανομένη. ∆ιαφορά ἐστι λόγος, καθ' ὃν ἡ πρὸς ἄλληλα τῶν σημαινομένων ἑτερότης σῴζεσθαι πέφυκεν. Ταυτότης δέ ἐστιν ἀπαραλλαξία, καθ' ἣν ὁ τοῦ σημαινομένου λόγος τὸ πάντῃ κέκτηται μοναδικὸν μηδενὶ τρόπῳ διαφορᾶς γνωριζομένης. Ἰστέον δέ, ὅτι ἡ ταυτότης κατὰ τρεῖς τρόπους λαμβάνεται. Ἔστι γὰρ ταὐτὸν τῷ γένει, ὡς ὅταν εἴπωμεν ταὐτὸν ἄνθρωπον καὶ τὸν ἵππον, καθὸ ἀμφότερα ζῷά ἐστιν. Ἔστι ταὐτὸν καὶ τῷ εἴδει, ὡς ὅταν εἴπωμεν τὸν Πέτρον καὶ τὸν Ἰωάννην ταὐτὸν εἶναι τῷ εἴδει, καθὸ ἀμφότεροι ἄνθρωποί εἰσι. Πάλιν ἐστὶ ταὐτὸν τῷ ἀριθμῷ, ὡς ὅταν εἴπωμεν τὸν Πέτρον αὐτὸν ἑαυτῷ ταὐτὸν εἶναι. Καὶ ἡ διαφορὰ δὲ τριττῶς λαμβάνεται. Ἔστι γὰρ διαφορὰ τῷ γένει καὶ διαφορὰ τῷ εἴδει καὶ πάλιν τῷ ἀριθμῷ. Ἴδιόν ἐστι τὸ μιᾷ φύσει ἁρμόζον καὶ ἀντιστρέφον πρὸς τὸ ὁριστὸν ὥσπερ τὸ γελαστικὸν τοῦ ἀνθρώπου καὶ χρεμετιστικὸν τοῦ ἵππου. Περὶ τούτου ὁ λόγος τοῖς φιλοσόφοις τοῦ παντὶ καὶ μόνῳ καὶ ἀεὶ ὑπάρχοντος, ὥσπερ ἴδιον ἐπεισουσιῶδες καλοῦσιν. Ἴδιόν ἐστι τὸ παντὶ καὶ μόνῳ τῷ εἴδει καὶ ἀεὶ ὑπάρχον. Ἰδίωμά ἐστι τὸ ἰδικῶς, ἐν ᾧ ἐστι, καὶ μόνον γνωριζόμενον, ἐν ἑτέρῳ δὲ οὔ. Ἰδίωμα πάλιν ἐστὶ τὸ σημαντικὸν πάσης οὐσίας σχῆμά τε καὶ πρᾶγμα. Ἰδίωμά ἐστι τὸ σημαῖνον τούτου, οὗ ἐστι, τὴν ὕπαρξιν. Συμβεβηκός ἐστιν, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. Συμβεβηκός ἐστιν, ὃ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν καὶ μὴ ὑπάρχειν. Συμβεβηκός ἐστιν, ὃ ἔν τινι μὴ ὡς μέρος ὑπάρχον ἀδύνατον χωρὶς εἶναι τοῦ, ἐν ᾧ ἐστι. Συμβεβηκός ἐστι τό τε χωριστὸν οἷον θερμότης, ψυχρότης, λευκότης, καὶ τὸ ἀχώριστον οἷον ἐν ῥινὶ γρυπότης καὶ ἡ ἐν ὀφθαλμῷ γλαυκότης. Γενικόν ἐστι τὸ ἐν ἑαυτῷ τὸ γένος περιέχον. Εἰδικόν ἐστι τὸ ἐν ἑαυτῷ τὸ εἶδος περιέχον. Εἰδικόν ἐστιν ἡ οὐσία ἤγουν ἡ φύσις. Περιεκτικόν ἐστιν τὸ ἐν ἑαυτῷ τὰ μερικὰ συνάγον καὶ ἀναπληροῦν. 11 <Περὶ οὐσίας καὶ μορφῆς καὶ φύσεως> Οὐσία ἐστὶ τὸ δι' ὅλου ὑφεστὸς καὶ ἑτέρου μὴ δεόμενον εἰς τὸ εἶναι. Οὐσία ἐστὶν ἡ ἑκάστου ὕπαρξις. Οὐσία ἐστὶν ἡ κοινὴ τῶν ὄντων φύσις, καθ' ἣν καὶ τὰ ἄτομα καὶ τὰ εἴδη ἀλλήλοις κοινωνοῦσιν ὑπὸ ἕνα καὶ τὸν αὐτὸν ὅρον τῆς οὐσίας ἀναφερόμενα. Ἔστι δὲ οὐσία πρᾶγμα ὑφεστὸς αὐθυπόστατον. Οὐσία ἐστὶ πᾶν τὸ κατ' ἰδίαν ὕπαρξιν ὑφεστὸς καὶ μὴ ἐν ἄλλῳ τὸ εἶναι ἔχον. Οὐσία ἐστὶ πρώτως καὶ κυρίως πᾶν, ὅτιπερ αὐθυπόστατόν ἐστι καὶ μὴ ἐν ἑτέρῳ ἔχει τὸ εἶναι. Οὐσία κυρίως λέγεται αὐτὸ τὸ ὂν τὸ μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν. Οὐσία ἐστὶν ὄνομα κοινὸν καὶ ἀόριστον κατὰ πασῶν τῶν ὑπ' αὐτὴν ὑποστάσεων ὁμοτίμως κατηγορούμενον. Οὐσία ἐστὶ τὸ οὐχ ἑνὶ μόνον ἀλλὰ πολλοῖς καὶ διαφόροις τῷ ἀριθμῷ ἐνυπάρχον καὶ οὔ τινι πλέον, τινὶ δὲ ἔλαττον ἐνθεωρούμενον. Οὐσία ἐστὶν ἡ καθ' ὑποκειμένων τῶν ὑποστάσεων λεγομένη καὶ ἐν πάσαις αὐταῖς ἐφίσης καὶ ὁμοτίμως θεωρουμένη. Οὐσία ἐστὶ τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ τῶν ἐναντίων παρὰ μέρος δεκτικόν· τοῦτον τὸν ὅρον ὡς ἐπίπαν οἱ ἔξω τῆς μερικῆς παρ' αὐτοῖς λεγομένης ἔθηκαν οὐσίας. Οὐσία ἐστὶν ἡ κατὰ πολλῶν καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορουμένη καὶ πᾶσι συμπαροῦσα καὶ ἐφίσης μεταδιδοῦσα τοῦ οἰκείου ὀνόματος καὶ πράγματος. Μορφὴ καλεῖται καὶ λαμβάνεται τὸ ὁρώμενον τοῦτο τοῦ σώματος εἶδος. Κυρίως δὲ μορφὴ ἡ οὐσία ὑπὸ τῶν πατέρων ἐλήφθη ὥσπερ καὶ ὑπὸ τοῦ ἀποστόλου· ἀθέμιτον γὰρ ἐπὶ θεοῦ τοῦ ἀοράτου καὶ ἀσεβὲς τὴν μορφὴν εἶδος λέγειν ἤγουν σχῆμα. Μορφή ἐστιν ἡ κατ' ἰδίαν θεωρίαν θεωρουμένη καὶ ἑτέρου πρὸς τὴν αὐτῆς δήλωσιν ἀνενδεῶς ἔχουσα. Μορφή ἐστι τὸ καθ' ἑαυτὸ ὂν καὶ κοινωνίας ἑτέρου