1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

8

(πᾶν γὰρ κτίσμα ὑπὸ τοῦ κτίστου ὁρίζεται), δυσόριστον τὸ ἐν μετασχηματισμῷ καὶ οὐ κατ' οὐσίαν, ὅ ἐστιν, ἐπιφαινόμενον, ὡς ἐπὶ τῶν ἀγγέλων καὶ τῶν δαιμόνων καὶ τῆς ψυχῆς. Ὅρος τῶν ὅρων ἐστὶν ὁ πάντα μὲν ὁρίζων, αὐτὸς δὲ ὑπ' οὐδενὸς ὁριζόμενος. Ἕνωσίς ἐστι διαφόρων πραγμάτων συνδρομή. Περὶ διαφορᾶς λόγου. Λόγος ἐστὶν ὁ οὐσιωδῶς τῷ πατρὶ ἀεὶ συμπαρών. Λόγος ἐστὶν ἐνδιάθετος ὁ ἐν καρδίᾳ λαλούμενος. Λόγος ἐστὶν ἄγγελος νοήματος καὶ ἀνυπόστατος. Ὁ μὲν οὖν ἀκούει οὐσιώδης καὶ ἐνυπόστατος, ὁ δὲ ἐνδιάθετος, ὁ δὲ προφορικός. Μονογενής ἐστιν, οὗ οὐδὲ πρὸ οὐδὲ μετὰ ἄλλος γεγέννηται. Σύνθεσίς ἐστι δι' ὅλου τῶν μερῶν εἰς ἄλληλα περιχώρησις. Σύνθεσίς ἐστι τὸ ἐξ ἄλλου καὶ ἄλλου εἰς ἓν ποιῆσαι ἢ διαιρετῶς ἢ συγκεχυμένως ἢ οὕτως καὶ οὕτως. Σύνθεσίς ἐστι τὸ ἐκ διαφόρων συνεστὸς καὶ τὴν ἑκάστου ἰδιότητα μὴ γνωρίζον. ∆ιαίρεσίς ἐστι τὸ ἰδίᾳ καὶ ἀνὰ μέρος καὶ μηδαμῶς πρὸς ἕτερον γεγονός. ∆ιαίρεσίς ἐστιν ἡ τὸ μονοειδὲς εἰς πολυειδὲς ἀπεσχοινισμένως ποιήσασα. ∆ιαίρεσίς ἐστιν ἡ πρώτη τομὴ τοῦ πράγματος, ὑποδιαίρεσις δὲ ἡ τοῦ ἑνὸς τῶν τμηθέντων σκελῶν τομή, ἐπιδιαίρεσις δὲ ἡ δευτέρα τομὴ τοῦ αὐτοῦ πράγματος· οἷον τὸ ζῷον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον- ἰδοὺ διαίρεσις-, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον-ἰδοὺ ὑποδιαίρεσις-, πάλιν τὸ ζῷον διαιρεῖται εἰς κρεωφάγον καὶ ποηφάγον- ἰδοὺ ἐπιδιαίρεσις. ∆ιαιρετόν ἐστι τὸ διαιρούμενον, ἀδιαίρετόν ἐστι τὸ μὴ διαιρούμενον. 10 <Περὶ τῶν πέντε φωνῶν> Γένος ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον. Σημαίνει δὲ τὸ γένος καὶ τὴν πατρίδα, ὡς ὅταν λέγωμεν τὸν Πέτρον Γαλιλαῖον τῷ γένει. Σημαίνει δὲ καὶ τὴν ἀρχὴν τῆς τινων γενέσεως, ὡς ὅταν λέγωμεν τοὺς ἐξ Ἰσραὴλ Ἰσραηλίτας τῷ γένει. Γένος ἐστὶ τὸ καθ' ἑαυτὸ θεωρούμενον πρᾶγμα. Τὸ εἶδος κατὰ δύο σημαινομένων φέρεται· λέγεται γὰρ εἶδος καὶ ἡ μορφή, οἷον «πρῶτον μὲν εἶδος ἄξιον τυραννίδος». Λέγεται εἶδος καὶ τὸ ἀπὸ τοῦ γένους διαιρούμενον, ὡς ὅταν τὸν ἄνθρωπον εἶδος λέγωμεν τοῦ ζῴου. Εἶδός ἐστι τὸ ὑπὸ τὸ γένος ταττόμενον. Καὶ πάλιν εἶδός ἐστιν, οὗ τὸ γένος ἐν τῷ τί ἐστι κατηγορεῖται. Καὶ πάλιν εἶδός ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. Οὗτος δὲ ὁ ὁρισμὸς τοῦ εἰδικωτάτου εἴδους ἐστί. Γενικώτατον γένος ἐστὶ τὸ πρῶτον γένος, ὃ γένος ὂν οὐκ ἔστιν εἶδος, ἤγουν τὸ μὴ ἔχον ἐπάνω αὐτοῦ ἕτερον γένος, ἐξ οὗ τέμνεται ὡς οὐσία. Εἰδικώτατον εἶδός ἐστι τὸ ἔσχατον εἶδος, ὃ εἶδος ὂν οὐκ ἔστι γένος διὰ τὸ μὴ ἔχειν ὑποκάτω αὐτοῦ ἕτερον εἶδος, ἀλλὰ προσεχῶς ἐπάνω τῶν ἀτόμων ὂν ὡς εἰς αὐτὰ διαιρούμενον, οὗ ὅρος ἐστί· Τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. Τὰ δὲ μεταξὺ τοῦ γενικωτάτου γένους καὶ τῶν εἰδικωτάτων εἰδῶν γένη τε καὶ εἴδη ὑπάλληλα λέγεται. ∆ιαφορὰ τριχῶς λέγεται καὶ κοινῶς καὶ ἰδίως καὶ ἰδιαίτατα. ∆ιαφορά ἐστιν ἡ λεγομένη κοινῶς διαφορὰ τὸ χωριστὸν συμβεβηκός, διότι παντὶ τῷ εἴδει κοινῶς ἐνθεωρεῖται, οἷον ὡς ὅταν ὁ δεῖνα τοῦδε διαφέρῃ κατὰ τὸ ὑγιαίνειν καὶ νοσεῖν, κατὰ τὸ κινεῖσθαι καὶ ἠρεμεῖν, κατὰ τὸ καθέζεσθαι καὶ ἵστασθαι. ∆ιαφορά ἐστιν ἡ λεγομένη ἰδίως διαφορὰ τὸ ἀχώριστον συμβεβηκός, διότι οὐ παντὶ τῷ εἴδει πρόσεστιν ἀλλά τισιν, οἷον ὡς ὅταν ὁ δεῖνα τοῦδε διαφέρῃ κατὰ τὸ σιμὸν ἢ γλαυκὸν ἢ φαλακρόν. ∆ιαφορά ἐστιν ἡ ἰδιαίτατα παρὰ τοῖς φιλοσόφοις καλουμένη, ἥτις καὶ οὐσιώδης ὑπάρχει διαφορά, ᾗτινι περισσεύει τὸ εἶδος τοῦ γένους. Καὶ πάλιν διαφορά ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορούμενον.