1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

14

τὸ ἀληθεύειν ἐστὶν ἢ τὸ ψεύδεσθαι οἷον «Σωκράτης ἄνθρωπός ἐστιν»-ἰδοὺ γὰρ ἀληθεύει-ἢ «Σωκράτης οὐκ ἔστιν ἄνθρωπος»-ἰδοὺ γὰρ ψεύδεται. Κατάφασίς ἐστι λόγος σημαίνων, τί τινι ὑπάρχει οἷον «Σωκράτης βαδίζει». Κατάφασις πάλιν ἐστὶ λόγος ἀποφαντικός τινος κατά τινος. Ἀπόφασίς ἐστι λόγος σημαίνων, τί τινι <οὐχ> ὑπάρχει οἷον «Σωκράτης οὐ βαδίζει». Ἀντίφασις ἐστι μάχη δύο προτάσεων μεριζουσῶν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος ἐπὶ πάσης ὕλης καὶ ἐπὶ παντὸς χρόνου οἷον «πᾶς ἄνθρωπος δίκαιός ἐστιν», «οὐ πᾶς ἄνθρωπος δίκαιός ἐστιν»· πάντως τούτων ἡ μέν ἐστιν ἀληθὴς ἡ δὲ ψευδής. Πρότασίς ἐστι λόγος ἀποφαντικός τινος ἀπό τινος, ὅπερ ἐστὶν ἀπόφασις, ἤ τινος κατά τινος, ὅπερ ἐστὶ κατάφασις. -Ορος ἐστίν, εἰς ὃν ἀναλύεται ἡ πρότασις, οἷον πρότασίς ἐστι «Σωκράτης βαδίζει»· αὕτη ἡ πρότασις ἀναλύεται εἰς τὸ «Σωκράτης» καὶ εἰς τὸ «βαδίζει». Ἕκαστον οὖν αὐτῶν ὡς μέρος προτάσεως ὅρος ἐστί. -Συλλογισμός ἐστι λόγος, ἐν ᾧ τεθέντων τινῶν ἕτερον ἐξ ἀνάγκης τῶν κειμένων συμβαίνει διὰ τὰ κείμενα· «τεθέντων» δὲ εἶπον ἀντὶ τοῦ «ὁμολογηθέντων», τὸ δὲ «διὰ τὰ κείμενά» φημι, τουτέστιν ὅτι διὰ τὰς προκειμένας προτάσεις γίνεται τὸ συμπέρασμα μὴ δεόμενον ἔξωθεν ἑτέρας τινὸς συστάσεως ἢ ὅρου. -Λημμάτιόν ἐστιν, ὅπερ εἴληπται ὡς ὁμολογούμενον πρὸς κατασκευήν τινος. Ἰστέον δέ, ὅτι τὰ πέντε ταῦτα κατὰ τὴν ὑπόστασιν οὐδὲν ἀλλήλων διενηνόχασιν οἷον ἀπόφανσις, πρότασις, πρόβλημα, ἔνστασις, συμπέρασμα· ὅταν μὲν γὰρ ἁπλῶς ἀποφαίνωμαι, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστιν, ἀπόφανσις λέγεται. Ὅτε δὲ ὡς μέρος συλλογισμοῦ ληφθῇ, τότε πρότασίς ἐστι τὸ λέγειν «ἡ ψυχὴ ἀθάνατός ἐστιν». Ἡνίκα δέ τις ἐνίσταται πρὸς τὴν πρότασιν ζητῶν· Πόθεν δῆλον, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι; τότε τὸ τοιοῦτον ἔνστασις προσαγορεύεται. Ἡνίκα δὲ πάλιν προτείνομεν εἰς ζήτησιν· Ἆρά γε ἡ ψυχὴ ἀθάνατός ἐστιν; καλεῖται πρόβλημα. Ὅτε δὲ ἐκ προτάσεως συνάγεται, καλεῖται συμπέρασμα, οἷον· Ἡ ψυχὴ ἀεικίνητος, τὸ ἀεικίνητον ἀθάνατον, λοιπὸν ἐκ τῶν προτάσεων τούτων· Ἄρα γε ἡ ψυχὴ ἀθάνατος· τουτέστι τὸ συμπέρασμα. Πρόβλημά ἐστι θεώρημα συντεῖνον εἰς αἵρεσιν καὶ φυγὴν πρὸς θεωρίαν καὶ γνῶσιν. -Πύσμα ἐστὶν ἐρώτημα διεξοδικὴν ἀπαιτοῦν ἀπόκρισιν. - Ἰστέον, ὡς διαφέρει ὁ ἐρωτηματικὸς λόγος τοῦ πυσματικοῦ, ὅτι τῷ μὲν ἐρωτηματικῷ ταχεῖα ἕπεται ἡ ἀπόκρισις ἤγουν δι' ὀλίγου, τῷ δὲ πυσματικῷ χρονία καὶ διὰ πολλοῦ ἕπεται ἡ ἀπόκρισις ἤγουν διὰ πολλῶν λόγων. -Ενστασις ἡ ἐκ πρώτης βαλβῖδος ἤγουν ἐκ προοιμίων ἀνατρέπουσα τὸν λόγον. -̓Αντιπαράστασις δὲ ἡ δεχομένη μὲν τὸν λόγον ὡς ἀληθῆ, δεικνύουσα δέ, ὡς οὐδὲν βλάπτει πρὸς τὸ προκείμενον, οἷον θελόντων ἡμῶν δεῖξαι. Αἵρεσίς ἐστι περὶ πίστεως οὐκ ἀληθὴς δόξα. Αἵρεσίς ἐστι δόξα πλειόνων ἀνθρώπων πρὸς ἀλλήλους μὲν συμφωνούντων πρὸς ἑτέρους δὲ διαφωνούντων. -Κοινὴ δὲ ἔννοιά ἐστιν ἡ παρὰ πάντων ὁμολογουμένη, οἷον ὅτι ἔστι θεός. -Θέσις δέ ἐστι παράδοξος ὑπόληψίς τινος τῶν ἐν φιλοσοφίᾳ γνωρίμων ἤγουν ξένη ἔννοια οἷον ὡς Παρμενίδου λόγος, ὅτι ἓν ἔλεγε τὸ ὄν, καὶ ὡς ὁ Ἡρακλείτου, ὅτι πάντα κινεῖται. 19 Περὶ τῶν τεσσάρων διαλεκτικῶν μεθόδων Ἰστέον, ὡς τέσσαρές εἰσι διαλεκτικαὶ μέθοδοι ἤγουν λογικαί· αʹ διαιρετική, ἥτις διαιρεῖ τὸ γένος εἰς εἴδη διὰ μέσων τῶν διαφορῶν· βʹ ὁριστική, ἥτις ἀπὸ τοῦ γένους καὶ τῶν διαφορῶν διεῖλε, ὡς ἡ διαιρετικὴ ὁρίζεται τὸ ὑποκείμενον· γʹ ἀναλυτικὴ ἡ τὸ συνθετικώτερον ἀναλύουσα εἰς τὰ ἁπλούστερα, ἤγουν τὸ σῶμα εἰς τοὺς χυμούς, τοὺς χυμοὺς εἰς τοὺς καρπούς, τοὺς καρποὺς εἰς τὰ τέσσαρα στοιχεῖα, τὰ τέσσαρα στοιχεῖα εἰς ὕλην καὶ εἶδος· δʹ ἀποδεικτικὴ ἡ διὰ μέσου τινὸς δεικνύουσα τὸ προκείμενον· οἷον πρόκειταί μοι δεῖξαι, ὅτι ἡ ψυχὴ ἀθάνατός ἐστι· λαμβάνω τι μέσον, τὸ ἀεικίνητον, καὶ συλλογίζομαι οὕτως· Ἡ ψυχὴ ἀεικίνητος· τὸ